Humanitext Reader

柏拉图 · 书信集 §7.338-7.339

柏拉图回国与狄奥尼修斯二世的再次邀请

第 18 段,共 34 段 · 希腊语

内容简介

柏拉图叙述了他在第一次访问西西里后回国的经历,以及随后关于狄奥尼修斯二世对哲学重新产生兴趣的传闻。由于阿尔库塔斯等人的游说以及僭主以迪翁的命运为要挟的长信,他最终面临第三次邀请。

§7.338ὁ μὲν γὰρ δὴ πρῶτος χρόνος τῆς ἐν Σικελίᾳ διατριβῆς μοι διεπεράνθη, καθάπερ εἶπον, πρὶν συμβουλεύειν τοῖς οἰκείοις καὶ ἑταίροις τοῖς περὶ Δίωνα·
因为,正如我已经说过的那样,我在西西里逗留的第一阶段, ¦338a 是在向迪翁的亲属和同伴提出建议之前结束的。
τὸ μετʼ ἐκεῖνα δʼ οὖν ἔπεισα ὅπῃ δή ποτʼ ἐδυνάμην Διονύσιον ἀφεῖναί με, εἰρήνης δὲ γενομένης—ἦν γὰρ τότε πόλεμος ἐν Σικελίᾳ—συνωμολογήσαμεν ἀμφότεροι.
在这之后,我尽我所能说服了狄奥尼修斯让我离开;当和平达成时——因为当时西西里正在发生战争——我们双方达成了协议。
Διονύσιος μὲν ἔφη μεταπέμψεσθαι Δίωνα καὶ ἐμὲ πάλιν, καταστησάμενος τὰ περὶ τὴν ἀρχὴν ἀσφαλέστερον ἑαυτῷ, Δίωνα δὲ ἠξίου διανοεῖσθαι μὴ φυγὴν αὑτῷ γεγονέναι τότε, μετάστασιν δέ· ἐγὼ δʼ ἥξειν ὡμολόγησα ἐπὶ τούτοις τοῖς λόγοις.
狄奥尼修斯说,一旦他为自己更稳固地确立了统治,他将再次召回迪翁和我,并要求迪翁 ¦338b 将那时的离去视为暂时的移居,而不是流放;而我也同意在这些条款下再次前往。
γενομένης δὲ εἰρήνης, μετεπέμπετό με, Δίωνα δὲ ἐπισχεῖν ἔτι ἐνιαυτὸν ἐδεῖτο, ἐμὲ δὲ ἥκειν ἐκ παντὸς τρόπου ἠξίου.
但是,当和平达成后,他便召我回去,却请求迪翁再等一年,并要求我无论如何都要去。
δίων μὲν οὖν ἐκέλευέ τέ με πλεῖν καὶ ἐδεῖτο·
因此,迪翁催促并请求我乘船前往。
καὶ γὰρ δὴ λόγος ἐχώρει πολὺς ἐκ Σικελίας ὡς Διονύσιος θαυμαστῶς φιλοσοφίας ἐν ἐπιθυμίᾳ πάλιν εἴη γεγονὼς τὰ νῦν· ὅθεν ὁ δίων συντεταμένως ἐδεῖτο ἡμῶν τῇ μεταπέμψει μὴ ἀπειθεῖν.
因为当时从西西里传来许多传言,说狄奥尼修斯现在对哲学再次产生了令人惊异的热切向往;因此迪翁极力恳求我们不要违背这次召唤。
ἐγὼ δὲ ᾔδη μέν που κατὰ τὴν φιλοσοφίαν τοῖς νέοις πολλὰ τοιαῦτα γιγνόμενα, ὅμως δʼ οὖν ἀσφαλέστερόν μοι ἔδοξεν χαίρειν τότε γε πολλὰ καὶ Δίωνα καὶ Διονύσιον ἐᾶν, καὶ ἀπηχθόμην ἀμφοῖν ἀποκρινάμενος ὅτι γέρων τε εἴην καὶ κατὰ τὰς ὁμολογίας οὐδὲν γίγνοιτο τῶν τὰ νῦν πραττομένων.
但我可能 ¦338c 已经知道,年轻人对于哲学往往会有许多类似的热情起伏,但尽管如此,当时对我来说,向迪翁和狄奥尼修斯双方道别并对他们置之不理似乎更为安全,而且我通过回答说我已年迈、且目前所做的一切都不符合我们的协议,从而引起了他们两人的怨恨。
ἔοικεν δὴ τὸ μετὰ τοῦτο Ἀρχύτης τε παρὰ Διονύσιον ἀφικέσθαι—ἐγὼ γὰρ πρὶν ἀπιέναι ξενίαν καὶ φιλίαν Ἀρχύτῃ καὶ τοῖς ἐν Τάραντι καὶ Διονυσίῳ ποιήσας ἀπέπλεον—ἄλλοι τέ τινες ἐν Συρακούσαις ἦσαν Δίωνός τε ἄττα διακηκοότες καὶ τούτων τινὲς ἄλλοι, παρακουσμάτων τινῶν ἔμμεστοι τῶν κατὰ φιλοσοφίαν·
在这之后,阿尔库塔斯似乎来到了狄奥尼修斯那里——因为在我离开之前,我已经为阿尔库塔斯及在 ¦338d 塔兰托的人与狄奥尼修斯建立了客卿和友好关系,然后才乘船离开——而且在叙拉古还有其他一些人,他们从迪翁那里听过一些事情,还有其他一些人,装满了关于哲学的一知半解的听闻。
οἳ δοκοῦσί μοι Διονυσίῳ πειρᾶσθαι διαλέγεσθαι τῶν περὶ τὰ τοιαῦτα, ὡς Διονυσίου πάντα διακηκοότος ὅσα διενοούμην ἐγώ.
这些人似乎试图与狄奥尼修斯探讨这类事情,以为狄奥尼修斯已经完全听过我所思考的一切。
ὁ δὲ οὔτε ἄλλως ἐστὶν ἀφυὴς πρὸς τὴν τοῦ μανθάνειν δύναμιν φιλότιμός τε θαυμαστῶς· ἤρεσκέν τε οὖν ἴσως αὐτῷ τὰ λεγόμενα ᾐσχύνετό τε φανερὸς γιγνόμενος οὐδὲν ἀκηκοὼς ὅτʼ ἐπεδήμουν ἐγώ, ὅθεν ἅμα μὲν εἰς ἐπιθυμίαν ᾔει τοῦ διακοῦσαι ἐναργέστερον, ἅμα δʼ ἡ φιλοτιμία κατήπειγεν αὐτόν—διʼ ἃ δὲ οὐκ ἤκουσεν ἐν τῇ πρόσθεν ἐπιδημίᾳ, διεξήλθομεν ἐν τοῖς ἄνω ῥηθεῖσιν νυνδὴ λόγοις—
而狄奥尼修斯天生并非缺乏学习能力,而且极其好名;因此,所谈论的内容或许迎合了他,同时,他也为自己在 ¦338e 我逗留期间什么都没学到这件事暴露出来而感到羞耻,因此,他一方面渴望更清晰地听闻哲学,另一方面,好名之心也在催迫着他——至于他在之前的逗留中为什么没有听,我们已经在刚才上面的言论中详细说明了。
§7.339ἐπειδὴ δʼ οὖν οἴκαδέ τʼ ἐσώθην καὶ καλοῦντος τὸ δεύτερον ἀπηρνήθην, καθάπερ εἶπον νυνδή, δοκεῖ μοι Διονύσιος παντάπασιν φιλοτιμηθῆναι μή ποτέ τισιν δόξαιμι καταφρονῶν αὐτοῦ τῆς φύσεώς τε καὶ ἕξεως ἅμα καὶ τῆς διαίτης ἔμπειρος γεγονώς, οὐκέτʼ ἐθέλειν δυσχεραίνων παρʼ αὐτὸν ἀφικνεῖσθαι.
—— 因此,当我安全回到家中,并如我刚才所说拒绝了第二次邀请时,在我看来,狄奥尼修斯完全是被激怒了自尊心,唯恐别人会认为我是因为 ¦339a 亲身体验了他的天性、心境和生活方式而鄙视他,由于厌恶而不再愿意到他那里去。
δίκαιος δὴ λέγειν εἰμὶ τἀληθὲς καὶ ὑπομένειν, εἴ τις ἄρα τὰ γεγονότα ἀκούσας καταφρονήσει τῆς ἐμῆς φιλοσοφίας, τὸν τύραννον δὲ ἡγήσεται νοῦν ἔχειν.
因此,我有责任说出真话并承担后果,即便有人在听了发生的事情后会鄙视我的哲学,而认为这位僭主是有理智的。
ἔπεμψε μὲν γὰρ δὴ Διονύσιος τρίτον ἐπʼ ἐμὲ τριήρη ῥᾳστώνης ἕνεκα τῆς πορείας, ἔπεμψεν δὲ Ἀρχέδημον, ὃν ἡγεῖτό με τῶν ἐν Σικελίᾳ περὶ πλείστου ποιεῖσθαι, τῶν Ἀρχύτῃ συγγεγονότων ἕνα, καὶ ἄλλους γνωρίμους τῶν ἐν Σικελίᾳ·
因为狄奥尼修斯确实第三次派了一艘三段桨船来接我,以便于旅途,并派来了阿尔刻德摩斯——他认为在 ¦339b 西西里的人当中我最器重此人,他是曾与阿尔库塔斯交往的人之一——以及其他西西里的熟人。
οὗτοι δὲ ἡμῖν ἤγγελλον πάντες τὸν αὐτὸν λόγον, ὡς θαυμαστὸν ὅσον Διονύσιος ἐπιδεδωκὼς εἴη πρὸς φιλοσοφίαν.
他们都向我们报告了同样的话,说狄奥尼修斯在哲学上的进步大得令人惊异。
ἔπεμψεν δὲ ἐπιστολὴν πάνυ μακράν, εἰδὼς ὡς πρὸς Δίωνα διεκείμην καὶ τὴν αὖ Δίωνος προθυμίαν τοῦ ἐμὲ πλεῖν καὶ εἰς Συρακούσας ἐλθεῖν·
他还写了一封非常长的信,因为他知道我对迪翁的态度,也知道迪翁渴望我乘船前往叙拉古。
πρὸς γὰρ δὴ πάντα ταῦτα ἦν παρεσκευασμένη τὴν ἀρχὴν ἔχουσα ἡ ἐπιστολή, τῇδέ πῃ φράζουσα— Διονύσιος Πλάτωνι —τὰ νόμιμα ἐπὶ τούτοις εἰπὼν οὐδὲν τὸ μετὰ τοῦτο εἶπεν πρότερον ἢ ὡς ἂν εἰς Σικελίαν πεισθεὶς ὑφʼ ἡμῶν ἔλθῃς τὰ νῦν, πρῶτον μέν σοι τὰ περὶ Δίωνα ὑπάρξει ταύτῃ γιγνόμενα ὅπῃπερ ἂν αὐτὸς ἐθέλῃς—θελήσεις δὲ οἶδʼ ὅτι τὰ μέτρια, καὶ ἐγὼ συγχωρήσομαι—εἰ δὲ μή, οὐδέν σοι τῶν περὶ Δίωνα ἕξει πραγμάτων οὔτε περὶ τἆλλα οὔτε περὶ αὐτὸν κατὰ νοῦν γιγνόμενα.
这封信开篇就是针对所有这些事情而准备的,大致是这样写的: “狄奥尼修斯致 ¦339c 柏拉图。 ” ——在说完随后的常规问候之后,他接着没有先说别的事,而是说: “如果你现在听从我们的劝说来到西西里,首先,关于迪翁的事情将完全按照你自己的意愿去办——我知道你会要求适度的条件,而我也会同意——但如果不是这样,关于迪翁的事情,无论是其他方面还是他本人,都绝不会按照你的心愿解决。
ταῦθʼ οὕτως εἶπεν, τἆλλα δὲ μακρὰ ἂν εἴη καὶ ἄνευ καιροῦ λεγόμενα.
” 他就是这样写的,其他 ¦339d 长篇大论的话在这里说就不合时宜了。
ἐπιστολαὶ δὲ ἄλλαι ἐφοίτων παρά τε Ἀρχύτου καὶ τῶν ἐν Τάραντι, τήν τε φιλοσοφίαν ἐγκωμιάζουσαι τὴν Διονυσίου, καὶ ὅτι, ἂν μὴ ἀφίκωμαι νῦν, τὴν πρὸς Διονύσιον αὐτοῖς γενομένην φιλίαν διʼ ἐμοῦ, οὐ σμικρὰν οὖσαν πρὸς τὰ πολιτικά, παντάπασιν διαβαλοίην.
此外,阿尔库塔斯和塔兰托的人也陆续寄来其他信件,不仅赞美狄奥尼修斯的哲学,还说如果我这次不去,就会彻底破坏他们通过我与狄奥尼修斯建立的友谊,而这友谊在政治上绝非小事。
ταύτης δὴ τοιαύτης γενομένης ἐν τῷ τότε χρόνῳ τῆς μεταπέμψεως, τῶν μὲν ἐκ Σικελίας τε καὶ Ἰταλίας ἑλκόντων, τῶν δὲ Ἀθήνηθεν ἀτεχνῶς μετὰ δεήσεως οἷον ἐξωθούντων με, καὶ πάλιν ὁ λόγος ἧκεν ὁ αὐτός, τὸ μὴ δεῖν προδοῦναι Δίωνα μηδὲ τοὺς ἐν Τάραντι ξένους τε καὶ ἑταίρους,
当当时这种性质的召回发生时,一方面有来自西西里和意大利的人在拉扯我,另一方面有来自雅典的人简直是带着哀求像在 ¦339e 把我推出去一样,而且同样的说法再次传来,说不应当背叛迪翁和在塔兰托的客卿和同伴,

词汇与语法注释

  1. 338cχαίρειν τότε γε πολλὰ καὶ Δίωνα καὶ Διονύσιον ἐᾶν — 此处将两个不定式 `χαίρειν`(道别、告辞)和 `ἐᾶν`(任其自然、置之不理)结合在一起,整体表示“向迪翁和狄奥尼修斯双方道别,不再插手他们的事情”。`χαίρειν ἐᾶν` 是惯用法,意为“置之不理、回绝”。
  2. 339aδίκαιος δὴ λέγειν εἰμὶ τἀληθὲς καὶ ὑπομένειν — 形容词 `δίκαιός εἰμι` 后接不定式(`λέγειν` 和 `ὑπομένειν`),这是一种表示个人义务的常用人称句式,意为“我理当说出真话并承担(接受)后果”。其功能等同于非人称句式 `δίκαιόν ἐστι` 后接对格加不定式结构。
  3. 339cοὐδὲν τὸ μετὰ τοῦτο εἶπεν πρότερον ἢ ὡς... — 使用了比较结构 `πρότερον ἤ`(在……之前)。直译为“在说了接下来的常规问候之后,他接着没有在说……之前说任何别的话”,转译为“他首先说了……,甚至在说其他任何话之前”,用以强调该陈述的优先性和紧迫性。
  4. 339eταύτης δὴ τοιαύτης γενομένης... καὶ πάλιν ὁ λόγος ἧκεν... — 该句通过一系列由 `ταύτης... τῆς μεταπέμψεως` 开始的属格独立结构(genitive absolute)来陈述背景,随后由 `καὶ πάλιν ὁ λόγος ἧκεν...`(同样的说法再次传来)开始主句。然而,在同位语不定式从句 `τὸ μὴ δεῖν...`(不应当……)中途,本章节便告结束,其句法完整性有待下一章节完成。

引用这一段

柏拉图, 书信集 §7.338-7.339. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:7.338-7.339

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。