§7.332ὃς παραλαβὼν Σικελίας πολλὰς καὶ μεγάλας πόλεις ὑπὸ τῶν βαρβάρων ἐκπεπορθημένας, οὐχ οἷός τʼ ἦν κατοικίσας πολιτείας ἐν ἑκάσταις καταστήσασθαι πιστὰς ἑταίρων ἀνδρῶν, οὔτε ἄλλων δή ποθεν ὀθνείων οὔτε ἀδελφῶν, οὓς ἔθρεψέν τε αὐτὸς νεωτέρους ὄντας, ἔκ τε ἰδιωτῶν ἄρχοντας καὶ ἐκ πενήτων πλουσίους ἐπεποιήκει διαφερόντως.
この父親は、蛮族によって破壊し尽くされていたシケリアの多くの大都市を引き継いだものの、それらの各都市に入植させて、信頼できる仲間の男たちからなる安定した国制を樹立することはできなかった。 他所から来た他人のうちからも、また、彼自身が若い頃に養い、庶民から支配者に、貧者から際立って裕福な者にしてやった自分の兄弟たちのうちからも、誰一人としてそうすることはできなかった。
τούτων κοινωνὸν τῆς ἀρχῆς οὐδένα οἷός τʼ ἦν πειθοῖ καὶ διδαχῇ καὶ εὐεργεσίαις καὶ συγγενείαις ἀπεργασάμενος ποιήσασθαι, Δαρείου δὲ ἑπταπλασίῳ φαυλότερος ἐγένετο, ὃς οὐκ ἀδελφοῖς πιστεύσας οὐδʼ ὑφʼ αὑτοῦ τραφεῖσιν, κοινωνοῖς δὲ μόνον τῆς τοῦ Μήδου τε καὶ εὐνούχου χειρώσεως, διένειμέ τε μέρη μείζω ἕκαστα Σικελίας πάσης ἑπτά, καὶ πιστοῖς ἐχρήσατο τοῖς κοινωνοῖς καὶ οὐκ ἐπιτιθεμένοις οὔτε αὐτῷ οὔτε ἀλλήλοις, ἔδειξέν τε παράδειγμα οἷον χρὴ τὸν νομοθέτην καὶ βασιλέα τὸν ἀγαθὸν γίγνεσθαι·
説得や教示、恩恵や血縁によって、これら(兄弟や他人)の誰一人として、支配の共同者として作り上げ、味方にすることはできなかった。 彼はダレイオスよりも七倍も劣っていた。 ダレイオスは、兄弟たちを信頼したわけでも、自分が養った者たちを信頼したわけでもなく、ただメディア人と宦官の征服における共同参加者たちだけを信頼し、シケリア全土よりもそれぞれ大きい七つの地域に(帝国を)分割し、それらの共同参加者たちを信頼できる者として用い、彼らは彼自身にも互いにも襲いかかることはなかった。 そうして、優れた立法者および王がいかにあるべきかの手本を示したのである。
νόμους γὰρ κατασκευάσας ἔτι καὶ νῦν διασέσωκεν τὴν Περσῶν ἀρχήν.
なぜなら、彼は法律を制定することで、今なおペルシアの帝国を維持させているからである。
ἔτι δὲ Ἀθηναῖοι πρὸς τούτοις, οὐκ αὐτοὶ κατοικίσαντες, πολλὰς τῶν Ἑλλήνων πόλεις ὑπὸ βαρβάρων ἐμβεβλημένας ἀλλʼ οἰκουμένας παραλαβόντες, ὅμως ἑβδομήκοντα ἔτη διεφύλαξαν τὴν ἀρχὴν ἄνδρας φίλους ἐν ταῖς πόλεσιν ἑκάσταις κεκτημένοι.
さらにその上に、アテナイ人は、自分たちで入植したわけではなく、蛮族に襲われたギリシア人の多くの都市を人が住んでいる状態のまま引き継いだにもかかわらず、それでも各都市に友なる人々を確保することによって、七十年間その支配を維持した。
Διονύσιος δὲ εἰς μίαν πόλιν ἁθροίσας πᾶσαν Σικελίαν, ὑπὸ σοφίας πιστεύων οὐδενί, μόγις ἐσώθη·
これに対して、ディオニュシオスは、全シケリアを一つの都市に統合し、自らの知恵ゆえに誰も信用せず、かろうじて生き延びた。
πένης γὰρ ἦν ἀνδρῶν φίλων καὶ πιστῶν, οὗ μεῖζον σημεῖον εἰς ἀρετὴν καὶ κακίαν οὐκ ἔστιν οὐδέν, τοῦ ἔρημον ἢ μὴ τοιούτων ἀνδρῶν εἶναι.
なぜなら、彼は友であり信頼できる男たちを欠いていたからである。 徳と悪徳を示すこれ以上に大きな印は、そのような男たちを欠いているか、あるいは欠いていないか、ということ以外に何もない。
ἃ δὴ καὶ Διονυσίῳ συνεβουλεύομεν ἐγὼ καὶ δίων, ἐπειδὴ τὰ παρὰ τοῦ πατρὸς αὐτῷ συνεβεβήκει οὕτως, ἀνομιλήτῳ μὲν παιδείας, ἀνομιλήτῳ δὲ συνουσιῶν τῶν προσηκουσῶν γεγονέναι, πρῶτον ἔπειτα ταύτῃ ὁρμήσαντα φίλους ἄλλους αὑτῷ τῶν οἰκείων ἅμα καὶ ἡλικιωτῶν καὶ συμφώνους πρὸς ἀρετὴν κτήσασθαι, μάλιστα δʼ αὐτὸν αὑτῷ, τούτου γὰρ αὐτὸν θαυμαστῶς ἐνδεᾶ γεγονέναι, λέγοντες οὐκ ἐναργῶς οὕτως—οὐ γὰρ ἦν ἀσφαλές —αἰνιττόμενοι δὲ καὶ διαμαχόμενοι τοῖς λόγοις ὡς οὕτω μὲν πᾶς ἀνὴρ αὑτόν τε καὶ ἐκείνους ὧν ἂν ἡγεμὼν γίγνηται σώσει, μὴ ταύτῃ δὲ τραπόμενος τἀναντία πάντα ἀποτελεῖ·
まさにこれらのことを、私とディオンはディオニュシオス(二世)にも助言していた。 父親に由来する事情が彼にこのように生じており、教育にも、交わるべき適切な人々との交際にも触れずに育ってしまっていたので、まず第一に[自分自身を支配するようになり]、次いでこの方向へと進んで、身内の者や同世代の者たちの中から、徳において調和する他の友を自分自身のために獲得し、とりわけ自分自身を(自分の友として)獲得するようにと。 というのも、彼はこれ(自分自身との調和)が驚くほど欠けていたからである。 私たちは、このようにあからさまに言ったのではなく、安全ではなかったからであるが、言葉でほのめかし、議論で全力で主張して、このようにすれば、いかなる者も自分自身と、自分が指導者となる人々をも救うことになるが、この道に進まなければ、まったく正反対のことをもたらすことになる、と語ったのである。
πορευθεὶς δὲ ὡς λέγομεν, καὶ ἑαυτὸν ἔμφρονά τε καὶ σώφρονα ἀπεργασάμενος, εἰ τὰς ἐξηρημωμένας Σικελίας πόλεις κατοικίσειεν νόμοις τε συνδήσειεν καὶ πολιτείαις, ὥστε αὑτῷ τε οἰκείας καὶ ἀλλήλαις εἶναι πρὸς τὰς τῶν βαρβάρων βοηθείας, οὐ διπλασίαν τὴν πατρῴαν ἀρχὴν μόνον ποιήσοι, πολλαπλασίαν δὲ ὄντως·
そして、もし彼が私たちの言う通りに進み、自分自身を思慮深く自制的な者に作り上げた上で、荒廃したシケリアの諸都市に人々を再入植させ、法律と国制によってそれらを結びつけ、それらが彼自身にとっても互いにとっても身近なものとなり、蛮族に対する援助となるようにするならば、父親から受け継いだ支配領域を単に二倍にするだけでなく、真に何倍にもすることになるであろう(と語った)。
§7.333ἕτοιμον γὰρ εἶναι τούτων γενομένων πολὺ μᾶλλον δουλώσασθαι Καρχηδονίους τῆς ἐπὶ Γέλωνος αὐτοῖς γενομένης δουλείας, ἀλλʼ οὐχ ὥσπερ νῦν τοὐναντίον ὁ πατὴρ αὐτοῦ φόρον ἐτάξατο φέρειν τοῖς βαρβάροις.
なぜなら、これらのことが実現すれば、ゲロンの時代にカルタゴ人が被った隷属よりもはるかに徹底して彼らを隷属させることが容易になるからであり、現在のように彼の父親が逆に蛮族に貢納を支払うよう定めたのとは正反対になるからである。
ταῦτα ἦν τὰ λεγόμενα καὶ παρακελευόμενα ὑφʼ ἡμῶν τῶν ἐπιβουλευόντων Διονυσίῳ, ὡς πολλαχόθεν ἐχώρουν οἱ τοιοῦτοι λόγοι, οἳ δὴ καὶ κρατήσαντες παρὰ Διονυσίῳ ἐξέβαλον μὲν Δίωνα, ἡμᾶς δʼ εἰς φόβον κατέβαλον·
これらこそが、ディオニュシオスに対して陰謀を企てている(と中傷された)私たちによって語られ、勧められていた事柄であった。 その種の話は方々から広まっており、それらがディオニュシオスのところで優勢となって、ディオンを追放し、私たちを恐怖に陥れたのである。
ἵνα δʼ ἐκπεράνωμεν οὐκ ὀλίγα πράγματα τὰ ἐν ὀλίγῳ χρόνῳ, ἐλθὼν ἐκ Πελοποννήσου καὶ Ἀθηνῶν δίων ἔργῳ τὸν Διονύσιον ἐνουθέτησεν.
しかし、短い時間の中に少なからぬ出来事を手短にまとめるために言うなら、ペロポネソスとアテナイからやって来たディオンは、行動をもってディオニュシオスを諭したのである。
ἐπειδὴ δʼ οὖν ἠλευθέρωσέν τε καὶ ἀπέδωκεν αὐτοῖς δὶς τὴν πόλιν, ταὐτὸν πρὸς Δίωνα Συρακόσιοι τότε ἔπαθον ὅπερ καὶ Διονύσιος, ὅτε αὐτὸν ἐπεχείρει παιδεύσας καὶ θρέψας βασιλέα τῆς ἀρχῆς ἄξιον, οὕτω κοινωνεῖν αὐτῷ τοῦ βίου παντός, ὁ δὲ τοῖς διαβάλλουσιν καὶ λέγουσιν ὡς ἐπιβουλεύων τῇ τυραννίδι δίων πράττοι πάντα ὅσα ἔπραττεν ἐν τῷ τότε χρόνῳ, ἵνα ὁ μὲν παιδείᾳ δὴ τὸν νοῦν κηληθεὶς ἀμελοῖ τῆς ἀρχῆς ἐπιτρέψας ἐκείνῳ, ὁ δὲ σφετερίσαιτο καὶ Διονύσιον ἐκβάλοι ἐκ τῆς ἀρχῆς δόλῳ.
しかしとにかく、彼がその都市を二度も解放し、市民たちに返還してやったとき、シュラクサイ市民は当時、ディオンに対して、かつてディオニュシオスが被ったのと同じことをしたのである。 すなわち、ディオンが彼(ディオニュシオス)を教育し、その支配にふさわしい王として育て、そうして彼とともに全生涯を共にしようと試みていたときに、彼(ディオニュシオス)が、ディオンは僭主の地位を狙って陰謀を企てており、当時行っていたすべてのことは、ディオニュシオスが教育によって心を眩まされて支配を疎かにし、彼(ディオン)にそれを委ねるようにし、彼(ディオン)がそれを横領して、策略によってディオニュシオスを支配から追い出すためのものである、と主張する中傷者たちを信じてしまった、それと同じことである。
ταῦτα τότε ἐνίκησεν καὶ τὸ δεύτερον ἐν Συρακοσίοις λεγόμενα, καὶ μάλα ἀτόπῳ τε καὶ αἰσχρᾷ νίκῃ τοῖς τῆς νίκης αἰτίοις.
これらの言説が当時、シュラクサイ人たちの間でも二度目に勝利を収め、その勝利をもたらした者たちにとっては非常に奇妙で不名誉な勝利となった。
οἷον γὰρ γέγονεν, ἀκοῦσαι χρὴ τοὺς ἐμὲ παρακαλοῦντας πρὸς τὰ νῦν πράγματα.
それがどのようなものであったか、現在の事態において私に助言を求めている人々は聞かねばならない。
ἦλθον Ἀθηναῖος ἀνὴρ ἐγώ, ἑταῖρος Δίωνος, σύμμαχος αὐτῷ, πρὸς τὸν τύραννον, ὅπως ἀντὶ πολέμου φιλίαν ποιήσαιμι·
アテナイの男である私、ディオンの仲間であり、彼の同盟者である私は、戦争の代わりに友好を確立するために僭主のもとへ赴いた。
διαμαχόμενος δὲ τοῖς διαβάλλουσιν ἡττήθην.
しかし、中傷する者たちと戦ったものの、私は敗れた。
πείθοντος δὲ Διονυσίου τιμαῖς καὶ χρήμασιν γενέσθαι μετʼ αὐτοῦ ἐμὲ μάρτυρά τε καὶ φίλον πρὸς τὴν εὐπρέπειαν τῆς ἐκβολῆς τῆς Δίωνος αὐτῷ γίγνεσθαι, τούτων δὴ τὸ πᾶν διήμαρτεν.
そして、ディオニュシオスが名誉や富によって、私を自分の側に引き入れ、ディオン追放を体裁の良いものにするための彼の証人かつ友人にしようと説得したものの、これらの点において彼は完全に失敗した。
ὕστερον δὲ δὴ κατιὼν οἴκαδε δίων ἀδελφὼ δύο προσλαμβάνει Ἀθήνηθεν, οὐκ ἐκ φιλοσοφίας γεγονότε φίλω, ἀλλʼ ἐκ τῆς περιτρεχούσης ἑταιρίας ταύτης τῆς τῶν πλείστων φίλων, ἣν ἐκ τοῦ ξενίζειν τε καὶ μυεῖν καὶ ἐποπτεύειν πραγματεύονται, καὶ δὴ καὶ τούτω τὼ συγκαταγαγόντε αὐτὸν φίλω ἐκ τούτων τε καὶ ἐκ τῆς πρὸς τὴν κάθοδον ὑπηρεσίας ἐγενέσθην ἑταίρω·
しかしその後、帰還するにあたって、ディオンはアテナイから二人の兄弟を仲間に加えた。 彼らは哲学を通じて友人になったのではなく、もてなしや神秘儀式への入信や参観を通じて構築される、世間の多くの友人関係にありがちな、あの浅薄な交友関係によって友人となった者たちであった。 そしてまさに、彼の帰還をともに助けたこれら二人の友人は、そのような背景と、帰還に向けた奉仕を通じて、彼の仲間となったのである。