Humanitext Reader

プラトン · 書簡集 §7.330-7.331

ディオニュシオスの執着と助言者としての原則

14 / 34 箇所 · ギリシア語

要旨

ディオニュシオスがプラトンに抱いた歪んだ執着と最初の滞在の結末を語り、個人や国家に対する「助言」の基本原則として、相手に従う意思がない限り決して暴力や強制を用いるべきではないという思慮ある者の態度を論じる。

§7.330οὔτʼ ἂν ἔμπορος οὔτε τῶν ἐν ταῖς τῆς χώρας ἐξόδοις ἀρχόντων οὐδʼ ἂν εἷς περιεῖδέν με μόνον ἐκπορευόμενον, ὃς οὐκ ἂν συλλαβὼν εὐθέως παρὰ Διονύσιον πάλιν ἀπήγαγεν, ἄλλως τε καὶ διηγγελμένον ἤδη ποτὲ τοὐναντίον ἢ τὸ πρότερον πάλιν, ὡς Πλάτωνα Διονύσιος θαυμαστῶς ὡς ἀσπάζεται.
商人の誰も、また国境の関所の役人の誰も、私が一人で出発するのを見過ごすことはなかったであろうし、彼らは私を捕らえて直ちにディオニュシオスのところへ連れ戻したであろう。 とりわけ、以前とは反対のことがすでに再び告げ回られており、ディオニュシオスがプラトンを驚くほど歓迎している、という噂が流れていたからである。
τὸ δʼ εἶχεν δὴ πῶς;
しかし、その実態はいったいどうであったのか。
τὸ γὰρ ἀληθὲς δεῖ φράζειν.
真実を語らねばならない。
ἠσπάζετο μὲν ἀεὶ προϊόντος τοῦ χρόνου μᾶλλον κατὰ τὴν τοῦ τρόπου τε καὶ ἤθους συνουσίαν, ἑαυτὸν δὲ ἐπαινεῖν μᾶλλον ἢ Δίωνα ἐβούλετό με καὶ φίλον ἡγεῖσθαι διαφερόντως μᾶλλον ἢ ʼκεῖνον, καὶ θαυμαστῶς ἐφιλονίκει πρὸς τὸ τοιοῦτον·
彼は、時が経つにつれて、私の人柄や性格との交わりに応じて、ますます私を歓迎するようになっていった。 しかし彼は、私がディオンよりも自分自身を称賛し、ディオンよりも自分を格別に友人と思うことを望んでおり、そのようなことに対して驚くほど張り合っていた。
ᾗ δʼ ἂν οὕτως ἐγένετο, εἴπερ ἐγίγνετο, κάλλιστα, ὤκνει ὡς δὴ μανθάνων καὶ ἀκούων τῶν περὶ φιλοσοφίαν λόγων οἰκειοῦσθαι καὶ ἐμοὶ συγγίγνεσθαι, φοβούμενος τοὺς τῶν διαβαλλόντων λόγους, μή πῃ παραποδισθείη καὶ δίων δὴ πάντα εἴη διαπεπραγμένος.
そして、もしそれが実現するならば、最も見事な方法でそうなるはずであったのだが、彼はためらっていた。 哲学に関する議論を学び聞き取ることで、私と親しくなり、交わることをためらっていたのである。 それは、中傷する者たちの言葉を恐れて、自分が何らかの形で妨げられ、ディオンこそがすべてを成し遂げたことになるのではないかという恐れによるものであった。
ἐγὼ δὲ πάντα ὑπέμενον, τὴν πρώτην διάνοιαν φυλάττων ᾗπερ ἀφικόμην, εἴ πως εἰς ἐπιθυμίαν ἔλθοι τῆς φιλοσόφου ζωῆς·
私は、自分がやって来たときの最初の意図を守りつつ、彼が何とかして哲学的な生き方への憧れを抱くようにならないかと、すべてを辛抱強く耐え忍んでいた。
ὁ δʼ ἐνίκησεν ἀντιτείνων.
しかし、彼は抵抗し続けて勝ち残った。
καὶ ὁ πρῶτος δὴ χρόνος τῆς εἰς Σικελίαν ἐμῆς ἐπιδημίας τε καὶ διατριβῆς διὰ πάντα ταῦτα συνέβη γενόμενος.
こうして、私の最初のシケリア滞在と逗留の全期間は、これらすべてのことのために過ぎ去ったのである。
μετὰ δὲ τοῦτο ἀπεδήμησά τε καὶ πάλιν ἀφικόμην πάσῃ σπουδῇ μεταπεμπομένου Διονυσίου·
この後、私は帰国したが、ディオニュシオスが非常な熱心さで私を呼び戻したため、再び赴いた。
ὧν δὲ ἕνεκα καὶ ὅσα ἔπραξα, ὡς εἰκότα τε καὶ δίκαια, ὑμῖν πρῶτον μὲν συμβουλεύσας ἃ χρὴ ποιεῖν ἐκ τῶν νῦν γεγονότων, ὕστερον τὰ περὶ ταῦτα διέξειμι, τῶν ἐπανερωτώντων ἕνεκα τί δὴ βουλόμενος ἦλθον τὸ δεύτερον, ἵνα μὴ τὰ πάρεργα ὡς ἔργα μοι συμβαίνῃ λεγόμενα.
私がどのような目的で、また何をなしたか、それが適切かつ正当なものであったかについては、まず第一に、現在の出来事から何をなすべきかをあなた方に助言した上で、後からそれらのことについて詳しく説明することにしよう。 それは、「いったい何のために二度目に行ったのか」と問い返す人々のためであり、私の本来の目的ではない副次的な事柄が、あたかも主たる目的であるかのように語られることのないようにするためである。
λέγω δὴ τάδε ἐγώ—τὸν συμβουλεύοντα ἀνδρὶ κάμνοντι καὶ δίαιταν διαιτωμένῳ μοχθηρὰν πρὸς ὑγίειαν ἄλλο τι χρὴ πρῶτον μὲν μεταβάλλειν τὸν βίον, καὶ ἐθέλοντι μὲν πείθεσθαι καὶ τἆλλα ἤδη παραινεῖν·
私は次のように言う。 病気にかかっており、健康にとって有害な生活習慣を送っている人に助言する者は、何よりもまず、彼にその生活を変えさせねばならない。 そして、もし彼が自発的に従う意思があるならば、その上で他のことを勧告すべきである。
μὴ ἐθέλοντι δέ, φεύγοντα ἀπὸ τῆς τοῦ τοιούτου συμβουλῆς ἄνδρα τε ἡγοίμην ἂν καὶ ἰατρικόν, τὸν δὲ ὑπομένοντα τοὐναντίον ἄνανδρόν τε καὶ ἄτεχνον.
しかし、従う意思がないならば、そのような人への助言から身を引く人こそが、一人前の男であり医者であると私はみなす。 これに対して、居残り続ける者は、逆に臆病であり無能である。
ταὐτὸν δὴ καὶ πόλει, εἴτε αὐτῆς εἷς εἴη κύριος εἴτε καὶ πλείους, εἰ μὲν κατὰ τρόπον ὀρθῇ πορευομένης ὁδῷ τῆς πολιτείας συμβουλεύοιτό τι τῶν προσφόρων, νοῦν ἔχοντος τὸ τοῖς τοιούτοις συμβουλεύειν·
まさに同じことが国家についても言える。 その支配者が一人であれ複数であれ、もし国家が正しい道に従って国制を適切に運営しており、何か有益なことについて助言を求めるならば、そのような人々に対して助言を与えることは理にかなっている。
§7.331τοῖς δʼ ἔξω τὸ παράπαν βαίνουσι τῆς ὀρθῆς πολιτείας καὶ μηδαμῇ ἐθέλουσιν αὐτῆς εἰς ἴχνος ἰέναι, προαγορεύουσιν δὲ τῷ συμβούλῳ τὴν μὲν πολιτείαν ἐᾶν καὶ μὴ κινεῖν, ὡς ἀποθανουμένῳ ἐὰν κινῇ, ταῖς δὲ βουλήσεσιν καὶ ἐπιθυμίαις αὐτῶν ὑπηρετοῦντας συμβουλεύειν κελεύοιεν, τίνα τρόπον γίγνοιτʼ ἂν ῥᾷστά τε καὶ τάχιστα εἰς τὸν ἀεὶ χρόνον, τὸν μὲν ὑπομένοντα συμβουλὰς τοιαύτας ἡγοίμην ἂν ἄνανδρον, τὸν δʼ οὐχ ὑπομένοντα ἄνδρα.
これに対して、正しい国制の軌道から完全に外れており、その足跡にさえ入ろうとせず、助言者に対しては「国制には手を触れず、それを動かしてはならない。 もし動かすなら死刑に処する」とあらかじめ警告し、自分たちの意向や欲望に仕えつつ、それが今後いつでも、いかにして最も容易かつ迅速に実現されるかを助言せよと命じるような者たちに対しては、そのような助言を引き受ける者を私は臆病者とみなし、引き受けない者こそを一人前の男とみなす。
ταύτην δὴ τὴν διάνοιαν ἐγὼ κεκτημένος, ὅταν τίς μοι συμβουλεύηται περί τινος τῶν μεγίστων περὶ τὸν αὑτοῦ βίον, οἷον περὶ χρημάτων κτήσεως ἢ περὶ σώματος ἢ ψυχῆς ἐπιμελείας, ἂν μέν μοι τὸ καθʼ ἡμέραν ἔν τινι τρόπῳ δοκῇ ζῆν ἢ συμβουλεύσαντος ἂν ἐθέλειν πείθεσθαι περὶ ὧν ἀνακοινοῦται, προθύμως συμβουλεύω καὶ οὐκ ἀφοσιωσάμενος μόνον ἐπαυσάμην.
このような考えを抱いているからこそ、誰かがその人生の最重要事項、たとえば財産の獲得や、身体あるいは魂の配慮について私に助言を求めるとき、もしその人が日々何らかの道理にかなった方法で生きていると思われるか、あるいは私が助言した後に、相談している事柄について従う意思があるならば、私は喜んで助言を与え、ただ形式的な義務を果たすだけで終わらせるようなことはしない。
ἐὰν δὲ μὴ συμβουλεύηταί μοι τὸ παράπαν ἢ συμβουλεύοντι δῆλος ᾖ μηδαμῇ πεισόμενος, αὐτόκλητος ἐπὶ τὸν τοιοῦτον οὐκ ἔρχομαι συμβουλεύσων, βιασόμενος δὲ οὐδʼ ἂν ὑὸς ᾖ μου.
しかし、もしその人が私にまったく助言を求めないか、あるいは私が助言しても決して従う気がないことが明らかならば、私は自ら進んでそのような人に助言をしに行くことはしない。 また、たとえ自分の息子であっても、強制することはない。
δούλῳ δὲ συμβουλεύσαιμʼ ἂν καὶ μὴ ἐθέλοντά γε προσβιαζοίμην·
奴隷に対してなら助言を与え、従おうとしないなら強制することもあるだろう。
πατέρα δὲ ἢ μητέρα οὐχ ὅσιον ἡγοῦμαι προσβιάζεσθαι μὴ νόσῳ παραφροσύνης ἐχομένους, ἐὰν δέ τινα καθεστῶτα ζῶσι βίον, ἑαυτοῖς ἀρέσκοντα, ἐμοὶ δὲ μή, μήτε ἀπεχθάνεσθαι μάτην νουθετοῦντα μήτε δὴ κολακεύοντά γε ὑπηρετεῖν αὐτοῖς, πληρώσεις ἐπιθυμιῶν ἐκπορίζοντα ἃς αὐτὸς ἀσπαζόμενος οὐκ ἂν ἐθέλοιμι ζῆν.
しかし、父親や母親に対しては、彼らが精神の病にかかっていない限り、強制することは神聖な法に反すると私は考える。 もし彼らが自分たち自身にとって満足のいく、しかし私にとってはそうではない、ある確立された生活を送っているとしても、無駄に訓戒して彼らから憎まれるようなことも、あるいはお世辞を言って彼らに仕え、自分なら受け入れて生きたいとは思わないような欲望を満たす手段を提供してやるようなこともすべきではない。
ταὐτὸν δὴ καὶ περὶ πόλεως αὑτοῦ διανοούμενον χρὴ ζῆν τὸν ἔμφρονα·
思慮ある人は、自らの国家についても、全く同じ考えを抱いて生きるべきである。
λέγειν μέν, εἰ μὴ καλῶς αὐτῷ φαίνοιτο πολιτεύεσθαι, εἰ μέλλοι μήτε ματαίως ἐρεῖν μήτε ἀποθανεῖσθαι λέγων, βίαν δὲ πατρίδι πολιτείας μεταβολῆς μὴ προσφέρειν, ὅταν ἄνευ φυγῆς καὶ σφαγῆς ἀνδρῶν μὴ δυνατὸν ᾖ γίγνεσθαι τὴν ἀρίστην, ἡσυχίαν δὲ ἄγοντα εὔχεσθαι τὰ ἀγαθὰ αὑτῷ τε καὶ τῇ πόλει.
すなわち、もし国家が良くない方法で統治されていると思われるなら、無駄に語ることなく、また語ることで命を落とすこともない見込みがある場合に限り、意見を述べるべきである。 しかし、追放や市民の虐殺なしには最善の国制が実現され得ないならば、祖国に対して国制変更の暴力を加えてはならない。 むしろ、静かに暮らしながら、自分自身と国家にとっての善きことを祈るべきである。
κατὰ δὴ τοῦτον τὸν τρόπον ἐγὼ ὑμῖν τʼ ἂν συμβουλεύοιμι, συνεβούλευον δὲ καὶ Διονυσίῳ μετὰ Δίωνος, ζῆν μὲν τὸ καθʼ ἡμέραν πρῶτον, ὅπως ἐγκρατὴς αὐτὸς αὑτοῦ ὅτι μάλιστα ἔσεσθαι μέλλοι καὶ πιστοὺς φίλους τε καὶ ἑταίρους κτήσεσθαι, ὅπως μὴ πάθοι ἅπερ ὁ πατὴρ αὐτοῦ,
まさにこの方法に従って、私はあなた方に助言したいと思うし、かつてディオンとともにディオニュシオスに対しても、何よりもまず日々の生活において、自分自身を最大限に支配できるようになり、信頼できる友人や仲間を得るようにと助言していたのである。 それは彼が、自分の父親が被ったような運命に陥らないようにするためであった。

語釈・文法注

  1. 330aὃς οὐκ ἂν ... ἀπήγαγεν — 関係代名詞 ὃς に ἄν +直説法過去(ἀπήγαγεν)が続く。これは先行詞を否定的に限定する文脈(οὐδʼ ἂν εἷς...)において、反実仮想の帰結節を導き、「〜しないような者は一人もいなかっただろう(もし見つかれば誰もが連れ戻しただろう)」という強い仮定的な主張を表す。
  2. 330aδιηγγελμένον — 分詞 διηγγελμένον は、接続詞 ὡς を伴う名詞節(ὡς Πλάτωνα...)を主語とする、非人称動詞の対格絶対(absolute accusative)として機能している。ここでは、理由や当時の状況を表す副詞句として機能している。
  3. 331bἂν μέν μοι τὸ καθʼ ἡμέραν ... δοκῇ ζῆν — ἂν ... δοκῇ は ἄν +接続法による現在の一般的・潜在的な条件節。主格の補語として機能する不定詞 ζῆν の意味上の主語は、前文の「助言を求める誰か(τις)」である。
  4. 331dβίαν δὲ πατρίδι πολιτείας μεταβολῆς μὴ προσφέρειν — βίαν... μὴ προσφέρειν は、主節の主動詞である非人称動詞 χρή(331c末尾)に依存する不定詞句。πατρίδι は与格で「祖国に対して(暴力を加える)」、πολιτείας μεταβολῆς は属格で βίαν を修飾し「国制の変更という(暴力)」を表す。

この箇所を引用する

プラトン, 書簡集 §7.330-7.331. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:7.330-7.331

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。