§7.328καταλέγων δὲ τήν τε ἀρχὴν τῆς Ἰταλίας καὶ Σικελίας καὶ τὴν αὑτοῦ δύναμιν ἐν αὐτῇ, καὶ τὴν νεότητα καὶ τὴν ἐπιθυμίαν τὴν Διονυσίου, φιλοσοφίας τε καὶ παιδείας ὡς ἔχοι σφόδρα λέγων, τούς τε αὑτοῦ ἀδελφιδοῦς καὶ τοὺς οἰκείους ὡς εὐπαράκλητοι εἶεν πρὸς τὸν ὑπʼ ἐμοῦ λεγόμενον ἀεὶ λόγον καὶ βίον, ἱκανώτατοί τε Διονύσιον συμπαρακαλεῖν, ὥστε εἴπερ ποτὲ καὶ νῦν ἐλπὶς πᾶσα ἀποτελεσθήσεται τοῦ τοὺς αὐτοὺς φιλοσόφους τε καὶ πόλεων ἄρχοντας μεγάλων συμβῆναι γενομένους.
[ディオンは]イタリアとシケリアの支配、そこにおける彼自身の権力、そしてディオニュシオスの若さと、彼が哲学と教養に対していかに強い情熱を抱いているかということ、さらには彼自身の甥たちや親族たちが、私の常に語る議論や生き方にいかに容易に誘われうるか、また彼らがディオニュシオスをともに説得するのにいかに適しているかを列挙しながら語り、それゆえ、もし過去にいつかあったとしてもまさに今こそ、哲学者と国邦の支配者が同一人物になるという、あの大きな[希望]が実現されるというすべての希望があると述べたのです。
τὰ μὲν δὴ παρακελεύματα ἦν ταῦτά τε καὶ τοιαῦτα ἕτερα πάμπολλα, τὴν δʼ ἐμὴν δόξαν τὸ μὲν περὶ τῶν νέων, ὅπῃ ποτὲ γενήσοιτο, εἶχεν φόβος—αἱ γὰρ ἐπιθυμίαι τῶν τοιούτων ταχεῖαι καὶ πολλάκις ἑαυταῖς ἐναντίαι φερόμεναι—τὸ δὲ Δίωνος ἦθος ἠπιστάμην τῆς ψυχῆς πέρι φύσει τε ἐμβριθὲς ὂν ἡλικίας τε ἤδη μετρίως ἔχον.
まさにこのような勧め、および他にこれに類する非常に多くの勧めがあったのですが、私自身の考えについて言えば、若者たちに関することがどうなるかについては、恐れが支配していました。 というのも、そうした若者たちの欲望は素早く、しばしば自分自身と反対の方向へ向かうからです。 他方、ディオンの魂のあり方については、それが本性上重厚であり、年齢もすでに適度なものであることを私は知っていました。
ὅθεν μοι σκοπουμένῳ καὶ διστάζοντι πότερον εἴη πορευτέον καὶ ὑπακουστέον ἢ πῶς, ὅμως ἔρρεψε δεῖν, εἴ ποτέ τις τὰ διανοηθέντα περὶ νόμων τε καὶ πολιτείας ἀποτελεῖν ἐγχειρήσοι, καὶ νῦν πειρατέον εἶναι·
それゆえ、行くべきで[ディオンの要請に]応じるべきか、それともどうすべきかを熟考し、ためらっていた私にとって、それでもなお、もし誰かがかつて法律や国制に関して考えたことを実現しようと試みるならば、今こそ試みるべきだという方に天秤が傾いたのです。
πείσας γὰρ ἕνα μόνον ἱκανῶς πάντα ἐξειργασμένος ἐσοίμην ἀγαθά.
というのも、ただ一人を十分に説得するだけで、すべての善きことを成し遂げたことになるだろうからです。
ταύτῃ μὲν δὴ τῇ διανοίᾳ τε καὶ τόλμῃ ἀπῆρα οἴκοθεν, οὐχ ᾗ τινες ἐδόξαζον, ἀλλʼ αἰσχυνόμενος μὲν ἐμαυτὸν τὸ μέγιστον, μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι λόγος μόνον ἀτεχνῶς εἶναι τίς, ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι, κινδυνεύσειν δὲ προδοῦναι πρῶτον μὲν τὴν Δίωνος ξενίαν τε καὶ ἑταιρίαν ἐν κινδύνοις ὄντως γεγονότος οὐ σμικροῖς.
まさにこのような考えと勇気をもって、私は故郷を出発しました。 それは一部の人々が推測していたような理由からではなく、何よりも自分自身に対して、自分がまったく言葉だけの存在にすぎず、自ら進んでいかなる実践にも決して手を染めようとしない者であると自分自身に思われないか、ということを恥じたからです。 そして、実際に小さからぬ危機に陥っているディオンの、客分としての義理と友情を、まず第一に裏切ることになる危険を冒すのではないかと[恐れたからでした]。
εἴτʼ οὖν πάθοι τι, εἴτʼ ἐκπεσὼν ὑπὸ Διονυσίου καὶ τῶν ἄλλων ἐχθρῶν ἔλθοι παρʼ ἡμᾶς φεύγων καὶ ἀνέροιτο εἰπών·
そこで、もし彼が何か災難に遭うか、あるいはディオニュシオスや他の敵たちによって追放されて、亡命者として私たちのところへやって来て、このように私を問い正すとしたらどうでしょうか。
ὦ Πλάτων, ἥκω σοι φυγὰς οὐχ ὁπλιτῶν δεόμενος οὐδὲ ἱππέων ἐνδεὴς γενόμενος τοῦ ἀμύνασθαι τοὺς ἐχθρούς, ἀλλὰ λόγων καὶ πειθοῦς, ᾗ σὲ μάλιστα ἠπιστάμην ἐγὼ δυνάμενον ἀνθρώπους νέους ἐπὶ τὰ ἀγαθὰ καὶ τὰ δίκαια προτρέποντα εἰς φιλίαν τε καὶ ἑταιρίαν ἀλλήλοις καθιστάναι ἑκάστοτε·
『プラトンよ、私は亡命者として君のもとに来た。 敵に報復するために重装歩兵を求めてでもなく、騎兵を欠いてのことでもなく、言葉と説得を求めてである。 君が何よりも、若い人々を善と正義へと促し、彼らを互いに友情と仲間関係へと常に導くことができると私は確信していたからだ。
ὧν ἐνδείᾳ κατὰ τὸ σὸν μέρος νῦν ἐγὼ καταλιπὼν Συρακούσας ἐνθάδε πάρειμι.
君の側からのそれらの欠如のために、今私はシュラクサイを去って、ここにいるのだ。
καὶ τὸ μὲν ἐμὸν ἔλαττον ὄνειδός σοι φέρει· φιλοσοφία δέ, ἣν ἐγκωμιάζεις ἀεὶ καὶ ἀτίμως φῂς ὑπὸ τῶν λοιπῶν ἀνθρώπων φέρεσθαι, πῶς οὐ προδέδοται τὰ νῦν μετʼ ἐμοῦ μέρος ὅσον ἐπὶ σοὶ γέγονεν;
そして私個人の不名誉は君にとってより小さな不名誉をもたらすが、君が常に称賛し、他の人々によって不当に扱われていると言うあの哲学は、今回の私の件において、君に関する限り、裏切られたことにならないだろうか』そして、もし私たちがメガラに住んでいたなら、君はきっと、私が求めたことのために助けに来てくれただろう。
§7.329καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ἦλθες δήπου ἄν μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν·
さもなければ自分を最も卑劣な人間だと思っただろう。
νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε;
しかし今、道のりの長さや航海の大変さ、そして労苦を口実にして、自分が卑劣だという評判をいつか免れることができると思っているのだろうか。
πολλοῦ καὶ δεήσει.
決してそんなことはない。
λεχθέντων δὲ τούτων τίς ἂν ἦν μοι πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις;
これらのことが語られたとして、私にはこれに対してどんな体裁の良い返答ができただろうか。
οὐκ ἔστιν.
あるはずがない。
ἀλλʼ ἦλθον μὲν κατὰ λόγον ἐν δίκῃ τε ὡς οἷόν τε ἀνθρώπῳ μάλιστα, διά τε τὰ τοιαῦτα καταλιπὼν τὰς ἐμαυτοῦ διατριβάς, οὔσας οὐκ ἀσχήμονας, ὑπὸ τυραννίδα δοκοῦσαν οὐ πρέπειν τοῖς ἐμοῖς λόγοις οὐδὲ ἐμοί·
いや、私は道理にかない、人間としてできる限り最も正当な理由に基づいて出発したのだ。 そのような理由から、みっともなくはない私の学問的営みを捨て、私の言葉にも私自身にもふさわしくないと思われる僭主制のもとへと赴いたのだ。
ἐλθών τε ἐμαυτὸν ἠλευθέρωσα Διὸς ξενίου καὶ τῆς φιλοσόφου ἀνέγκλητον μοίρας παρέσχον, ἐπονειδίστου γενομένης ἄν, εἴ τι καταμαλθακισθεὶς καὶ ἀποδειλιῶν αἰσχύνης μετέσχον κακῆς.
そして行くことによって、私は「もてなしのゼウス」に対して自らの義務を果たし、哲学者の本分を非難されることのないものとした。 もし私がいくらかでも軟弱になり、臆病風を吹かせて恥ずべき不名誉を分かち合っていたなら、それは非難されるべきものとなっていただろうから。
ἐλθὼν δέ—οὐ γὰρ δεῖ μηκύνειν—ηὗρον στάσεως τὰ περὶ Διονύσιον μεστὰ σύμπαντα καὶ διαβολῶν πρὸς τὴν τυραννίδα Δίωνος πέρι·
しかし、行ってみると――長々と話す必要はないが――ディオニュシオスの周囲は完全に党争と、ディオンが僭主政治を狙っているという中傷で満ちているのを見出した。
ἤμυνον μὲν οὖν καθʼ ὅσον ἠδυνάμην, σμικρὰ δʼ οἷός τʼ ἦ, μηνὶ δὲ σχεδὸν ἴσως τετάρτῳ Δίωνα Διονύσιος αἰτιώμενος ἐπιβουλεύειν τῇ τυραννίδι, σμικρὸν εἰς πλοῖον ἐμβιβάσας, ἐξέβαλεν ἀτίμως.
そこで私はできる限りの防護を試みたが、わずかなことしかできなかった。 そして、おそらくほぼ四ヶ月目に、ディオニュシオスはディオンが僭主制に対して陰謀を企てていると非難し、彼を小さな船に乗せて、不名誉にも追放した。
οἱ δὴ Δίωνος τὸ μετὰ τοῦτο πάντες φίλοι ἐφοβούμεθα μή τινα ἐπαιτιώμενος τιμωροῖτο ὡς συναίτιον τῆς Δίωνος ἐπιβουλῆς·
その結果、その後にディオンの友人たちは皆、[ディオニュシオスが]誰かを共犯者として非難し、処罰するのではないかと恐れた。
περὶ δʼ ἐμοῦ καὶ διῆλθε λόγος τις ἐν Συρακούσαις, ὡς τεθνεὼς εἴην ὑπὸ Διονυσίου τούτων ὡς πάντων τῶν τότε γεγονότων αἴτιος.
そして、私自身についても、シュラクサイである噂が流れた。 すなわち、当時起こったこれらすべての出来事の原因であるとして、私がディオニュシオスによって処刑されたという噂である。
ὁ δὲ αἰσθανόμενος πάντας ἡμᾶς οὕτω διατεθέντας, φοβούμενος μὴ μεῖζον ἐκ τῶν φόβων γένοιτό τι, φιλοφρόνως πάντας ἀνελάμβανεν, καὶ δὴ καὶ τὸν ἐμὲ παρεμυθεῖτό τε καὶ θαρρεῖν διεκελεύετο καὶ ἐδεῖτο πάντως μένειν·
しかし彼は、私たちが皆そのように怯えているのを察知し、その恐怖から何かさらに重大なことが起こるのではないかと恐れて、私たち全員を懇切に引き留め、とりわけ私を慰めて安心するようにと強く促し、何としても留まってほしいと懇請した。
ἐγίγνετο γάρ οἱ τὸ μὲν ἐμὲ φυγεῖν ἀπʼ αὐτοῦ καλὸν οὐδέν, τὸ δὲ μένειν—διὸ δὴ καὶ σφόδρα προσεποιεῖτο δεῖσθαι.
というのも、私を彼のもとから逃がすことは彼にとって不名誉なことであり、留まらせることこそが[彼に名誉をもたらす]からであった。 ――それゆえ、彼は激しく留まるよう求めるふりをしたのである。
τὰς δὲ τῶν τυράννων δεήσεις ἴσμεν ὅτι μεμειγμέναι ἀνάγκαις εἰσίν—ὃ δὴ μηχανώμενος διεκώλυέν μου τὸν ἔκπλουν, εἰς ἀκρόπολιν ἀγαγὼν καὶ κατοικίσας ὅθεν οὐδʼ ἂν εἷς ἔτι με ναύκληρος μὴ ὅτι κωλύοντος ἐξήγαγε Διονυσίου, ἀλλʼ οὐδʼ εἰ μὴ πέμπων αὐτὸς τὸν κελεύοντα ἐξαγαγεῖν ἐπέστελλεν,
そして、僭主たちの懇請には強制が混ざっていることを私たちは知っている。 まさにそのことを企てて、彼は私をアクロポリスへ連れて行き、そこに住まわせることで、私の出港を妨げた。 そこからは、ディオニュシオスが引き留める場合はもちろん、彼自身が出港を命じる使者を送らない限り、いかなる船長も私を連れ出すことはできなかったのである。