§7.330οὔτʼ ἂν ἔμπορος οὔτε τῶν ἐν ταῖς τῆς χώρας ἐξόδοις ἀρχόντων οὐδʼ ἂν εἷς περιεῖδέν με μόνον ἐκπορευόμενον, ὃς οὐκ ἂν συλλαβὼν εὐθέως παρὰ Διονύσιον πάλιν ἀπήγαγεν, ἄλλως τε καὶ διηγγελμένον ἤδη ποτὲ τοὐναντίον ἢ τὸ πρότερον πάλιν, ὡς Πλάτωνα Διονύσιος θαυμαστῶς ὡς ἀσπάζεται.
无论是商人还是边境关口的官吏,绝无一人会放任我独自离去,他们肯定会立即将我逮捕并押送回狄奥尼修斯那里,尤其是因为与先前相反的传言已经再次被宣告,即狄奥尼修斯对柏拉图表示了惊人的欢迎。
τὸ δʼ εἶχεν δὴ πῶς;
然而,实情究竟如何呢?
τὸ γὰρ ἀληθὲς δεῖ φράζειν.
必须说明真相。
ἠσπάζετο μὲν ἀεὶ προϊόντος τοῦ χρόνου μᾶλλον κατὰ τὴν τοῦ τρόπου τε καὶ ἤθους συνουσίαν, ἑαυτὸν δὲ ἐπαινεῖν μᾶλλον ἢ Δίωνα ἐβούλετό με καὶ φίλον ἡγεῖσθαι διαφερόντως μᾶλλον ἢ ʼκεῖνον, καὶ θαυμαστῶς ἐφιλονίκει πρὸς τὸ τοιοῦτον·
事实上,随着时间的推移,由于我们在性格和习性上的相处,他确实越来越喜欢我,但他更希望我赞美他而非迪翁,并视他为比迪翁更格外的友人,而且在这件事上他表现出了惊人的争胜心。
ᾗ δʼ ἂν οὕτως ἐγένετο, εἴπερ ἐγίγνετο, κάλλιστα, ὤκνει ὡς δὴ μανθάνων καὶ ἀκούων τῶν περὶ φιλοσοφίαν λόγων οἰκειοῦσθαι καὶ ἐμοὶ συγγίγνεσθαι, φοβούμενος τοὺς τῶν διαβαλλόντων λόγους, μή πῃ παραποδισθείη καὶ δίων δὴ πάντα εἴη διαπεπραγμένος.
然而,如果这件事能以最完美的方式实现,他本该如此,但他却犹豫了。 他在通过学习和聆听有关哲学的言论来与我亲近和交往上感到迟疑,因为他害怕那些中伤者的言辞,担心自己会因此受到某种阻碍,而让迪翁成就了所有的事情。
ἐγὼ δὲ πάντα ὑπέμενον, τὴν πρώτην διάνοιαν φυλάττων ᾗπερ ἀφικόμην, εἴ πως εἰς ἐπιθυμίαν ἔλθοι τῆς φιλοσόφου ζωῆς· ὁ δʼ ἐνίκησεν ἀντιτείνων.
但我忍受了一切,坚守着我到来时的最初意图,期望他能以某种方式产生对哲学生活的渴望;然而他通过抗拒而占据了上风。
καὶ ὁ πρῶτος δὴ χρόνος τῆς εἰς Σικελίαν ἐμῆς ἐπιδημίας τε καὶ διατριβῆς διὰ πάντα ταῦτα συνέβη γενόμενος.
就这样,我首次在西西里的访问和逗留,由于这所有的事情而虚度了。
μετὰ δὲ τοῦτο ἀπεδήμησά τε καὶ πάλιν ἀφικόμην πάσῃ σπουδῇ μεταπεμπομένου Διονυσίου·
在此之后,我离开了,但由于狄奥尼修斯极力召回,我又再次前往。
ὧν δὲ ἕνεκα καὶ ὅσα ἔπραξα, ὡς εἰκότα τε καὶ δίκαια, ὑμῖν πρῶτον μὲν συμβουλεύσας ἃ χρὴ ποιεῖν ἐκ τῶν νῦν γεγονότων, ὕστερον τὰ περὶ ταῦτα διέξειμι, τῶν ἐπανερωτώντων ἕνεκα τί δὴ βουλόμενος ἦλθον τὸ δεύτερον, ἵνα μὴ τὰ πάρεργα ὡς ἔργα μοι συμβαίνῃ λεγόμενα.
至于我此行的目的以及我所做的一切——由于这些是合理且正当的——我将在首先根据当下的变故向你们建议应当做些什么之后,再行详细叙述这些事情,这是为了向那些追问我“究竟为什么要第二次前往”的人做出交代,以免我那些副次的工作在叙述中被当作主要的工作。
λέγω δὴ τάδε ἐγώ—τὸν συμβουλεύοντα ἀνδρὶ κάμνοντι καὶ δίαιταν διαιτωμένῳ μοχθηρὰν πρὸς ὑγίειαν ἄλλο τι χρὴ πρῶτον μὲν μεταβάλλειν τὸν βίον, καὶ ἐθέλοντι μὲν πείθεσθαι καὶ τἆλλα ἤδη παραινεῖν· μὴ ἐθέλοντι δέ, φεύγοντα ἀπὸ τῆς τοῦ τοιούτου συμβουλῆς ἄνδρα τε ἡγοίμην ἂν καὶ ἰατρικόν, τὸν δὲ ὑπομένοντα τοὐναντίον ἄνανδρόν τε καὶ ἄτεχνον.
我确实是这样认为的:对于向一个生病且正过着有害于健康习惯生活的人建言者来说,最主要的是必须先改变他的生活方式,如果他愿意听从,则可进一步提出其他劝告;如果他不愿意,我认为那些避开向此类人建言的人,才是真正的男子汉和医生,而相反,那些留下来继续建言的人,则是懦弱且无能的。
ταὐτὸν δὴ καὶ πόλει, εἴτε αὐτῆς εἷς εἴη κύριος εἴτε καὶ πλείους, εἰ μὲν κατὰ τρόπον ὀρθῇ πορευομένης ὁδῷ τῆς πολιτείας συμβουλεύοιτό τι τῶν προσφόρων, νοῦν ἔχοντος τὸ τοῖς τοιούτοις συμβουλεύειν· §7.331τοῖς δʼ ἔξω τὸ παράπαν βαίνουσι τῆς ὀρθῆς πολιτείας καὶ μηδαμῇ ἐθέλουσιν αὐτῆς εἰς ἴχνος ἰέναι, προαγορεύουσιν δὲ τῷ συμβούλῳ τὴν μὲν πολιτείαν ἐᾶν καὶ μὴ κινεῖν, ὡς ἀποθανουμένῳ ἐὰν κινῇ, ταῖς δὲ βουλήσεσιν καὶ ἐπιθυμίαις αὐτῶν ὑπηρετοῦντας συμβουλεύειν κελεύοιεν, τίνα τρόπον γίγνοιτʼ ἂν ῥᾷστά τε καὶ τάχιστα εἰς τὸν ἀεὶ χρόνον, τὸν μὲν ὑπομένοντα συμβουλὰς τοιαύτας ἡγοίμην ἂν ἄνανδρον, τὸν δʼ οὐχ ὑπομένοντα ἄνδρα.
城邦也是同样的道理,无论其统治者是一人还是多人,如果城邦沿着正确的政治道路前进,并就某些有益的事项寻求建言,那么向这样的人提出建言便是明智之举;但对于那些完全脱离正确政体轨道、绝不愿意踏入其足迹,并预先向建言者警告不得触动或改变既有政体,否则若有触动便处以死刑,并要求通过服务于他们的意愿和欲望来提供建言,指示如何能以最容易、最迅速的方式永远实现这些欲望的人,我认为接受此类建言要求的人是懦弱的,而不接受的人才是真正的男子汉。
ταύτην δὴ τὴν διάνοιαν ἐγὼ κεκτημένος, ὅταν τίς μοι συμβουλεύηται περί τινος τῶν μεγίστων περὶ τὸν αὑτοῦ βίον, οἷον περὶ χρημάτων κτήσεως ἢ περὶ σώματος ἢ ψυχῆς ἐπιμελείας, ἂν μέν μοι τὸ καθʼ ἡμέραν ἔν τινι τρόπῳ δοκῇ ζῆν ἢ συμβουλεύσαντος ἂν ἐθέλειν πείθεσθαι περὶ ὧν ἀνακοινοῦται, προθύμως συμβουλεύω καὶ οὐκ ἀφοσιωσάμενος μόνον ἐπαυσάμην.
我怀着这样的想法,当有人就他生活中的某些重大事情向我咨询时,例如关于财产的获得或身体、魂的照料,如果他的日常生活看起来是以某种合理的方式度过的,或者在我建言之后,他愿意就所商讨的事情听从劝告,我便会积极地提供建言,绝不只是为了应付形式上的义务而作罢。
ἐὰν δὲ μὴ συμβουλεύηταί μοι τὸ παράπαν ἢ συμβουλεύοντι δῆλος ᾖ μηδαμῇ πεισόμενος, αὐτόκλητος ἐπὶ τὸν τοιοῦτον οὐκ ἔρχομαι συμβουλεύσων, βιασόμενος δὲ οὐδʼ ἂν ὑὸς ᾖ μου.
但如果他根本不向我咨询,或者在我建言时明显看出他绝不会听从,我绝不会主动去向这样的人建言,即使是我的儿子,我也不会去强迫他。
δούλῳ δὲ συμβουλεύσαιμʼ ἂν καὶ μὴ ἐθέλοντά γε προσβιαζοίμην· πατέρα δὲ ἢ μητέρα οὐχ ὅσιον ἡγοῦμαι προσβιάζεσθαι μὴ νόσῳ παραφροσύνης ἐχομένους, ἐὰν δέ τινα καθεστῶτα ζῶσι βίον, ἑαυτοῖς ἀρέσκοντα, ἐμοὶ δὲ μή, μήτε ἀπεχθάνεσθαι μάτην νουθετοῦντα μήτε δὴ κολακεύοντά γε ὑπηρετεῖν αὐτοῖς, πληρώσεις ἐπιθυμιῶν ἐκπορίζοντα ἃς αὐτὸς ἀσπαζόμενος οὐκ ἂν ἐθέλοιμι ζῆν.
不过,对于奴隶,我会提供建言,若他不情愿,我甚至会强迫他;但对于父亲或母亲,我认为除非他们患有精神错乱的疾病,否则强迫他们是不敬神的。 如果他们过着某种既定的生活,对他们自己而言很满意,但对我而言却不满意,我既不会因为徒劳的规劝而招致他们的怨恨,也不会通过阿谀奉承来服务于他们,为他们提供那些我自己绝不愿接受并以此生活下去的欲望的满足。
ταὐτὸν δὴ καὶ περὶ πόλεως αὑτοῦ διανοούμενον χρὴ ζῆν τὸν ἔμφρονα· λέγειν μέν, εἰ μὴ καλῶς αὐτῷ φαίνοιτο πολιτεύεσθαι, εἰ μέλλοι μήτε ματαίως ἐρεῖν μήτε ἀποθανεῖσθαι λέγων, βίαν δὲ πατρίδι πολιτείας μεταβολῆς μὴ προσφέρειν, ὅταν ἄνευ φυγῆς καὶ σφαγῆς ἀνδρῶν μὴ δυνατὸν ᾖ γίγνεσθαι τὴν ἀρίστην, ἡσυχίαν δὲ ἄγοντα εὔχεσθαι τὰ ἀγαθὰ αὑτῷ τε καὶ τῇ πόλει.
有智慧的人在对待自己的城邦时也应当抱有完全相同的想法去生活:如果他认为统治得不好,只要有可能既不徒劳发声、也不因发言而送命,他就应当说出自己的看法,但在无需通过流放和屠杀市民便无法实现最完美政体的情况下,绝不应对祖国施加政体变革的暴力,而应保持静默,为自己和城邦祈求福祉。
κατὰ δὴ τοῦτον τὸν τρόπον ἐγὼ ὑμῖν τʼ ἂν συμβουλεύοιμι, συνεβούλευον δὲ καὶ Διονυσίῳ μετὰ Δίωνος, ζῆν μὲν τὸ καθʼ ἡμέραν πρῶτον, ὅπως ἐγκρατὴς αὐτὸς αὑτοῦ ὅτι μάλιστα ἔσεσθαι μέλλοι καὶ πιστοὺς φίλους τε καὶ ἑταίρους κτήσεσθαι, ὅπως μὴ πάθοι ἅπερ ὁ πατὴρ αὐτοῦ,
正是按照这种方式,我愿意向你们提出建言,而且过去我也曾与迪翁一起向狄奥尼修斯建言,首先要度过好日常生活,以便他自己能最大程度地掌控自己,并获得忠实的友人与同伴,以免他遭受与他父亲相同的命运。