§7.328καταλέγων δὲ τήν τε ἀρχὴν τῆς Ἰταλίας καὶ Σικελίας καὶ τὴν αὑτοῦ δύναμιν ἐν αὐτῇ, καὶ τὴν νεότητα καὶ τὴν ἐπιθυμίαν τὴν Διονυσίου, φιλοσοφίας τε καὶ παιδείας ὡς ἔχοι σφόδρα λέγων, τούς τε αὑτοῦ ἀδελφιδοῦς καὶ τοὺς οἰκείους ὡς εὐπαράκλητοι εἶεν πρὸς τὸν ὑπʼ ἐμοῦ λεγόμενον ἀεὶ λόγον καὶ βίον, ἱκανώτατοί τε Διονύσιον συμπαρακαλεῖν, ὥστε εἴπερ ποτὲ καὶ νῦν ἐλπὶς πᾶσα ἀποτελεσθήσεται τοῦ τοὺς αὐτοὺς φιλοσόφους τε καὶ πόλεων ἄρχοντας μεγάλων συμβῆναι γενομένους.
[Dion,] enumerating the dominion of Italy and Sicily and his own power in it, and the youth of Dionysius and how strongly he was desirous of philosophy and education, and saying how easily his own nephews and relatives could be summoned to the discourse and life constantly spoken of by me, and how very capable they were of joint-summoning Dionysius, so that if ever indeed, now indeed all hope would be fulfilled of the same people turning out to be both philosophers and rulers of great cities.
τὰ μὲν δὴ παρακελεύματα ἦν ταῦτά τε καὶ τοιαῦτα ἕτερα πάμπολλα, τὴν δʼ ἐμὴν δόξαν τὸ μὲν περὶ τῶν νέων, ὅπῃ ποτὲ γενήσοιτο, εἶχεν φόβος—αἱ γὰρ ἐπιθυμίαι τῶν τοιούτων ταχεῖαι καὶ πολλάκις ἑαυταῖς ἐναντίαι φερόμεναι—τὸ δὲ Δίωνος ἦθος ἠπιστάμην τῆς ψυχῆς πέρι φύσει τε ἐμβριθὲς ὂν ἡλικίας τε ἤδη μετρίως ἔχον.
These indeed were his exhortations and many others of the same kind, but as for my own opinion, fear held it regarding the young people, as to how it would turn out—for the desires of such persons are swift and often carried in directions contrary to themselves—but I knew the character of Dion's soul, that it was by nature grave and already moderately advanced in age.
ὅθεν μοι σκοπουμένῳ καὶ διστάζοντι πότερον εἴη πορευτέον καὶ ὑπακουστέον ἢ πῶς, ὅμως ἔρρεψε δεῖν, εἴ ποτέ τις τὰ διανοηθέντα περὶ νόμων τε καὶ πολιτείας ἀποτελεῖν ἐγχειρήσοι, καὶ νῦν πειρατέον εἶναι· πείσας γὰρ ἕνα μόνον ἱκανῶς πάντα ἐξειργασμένος ἐσοίμην ἀγαθά.
Whence to me, considering and hesitating whether I should journey and obey or how, nevertheless the balance inclined that, if ever anyone should attempt to accomplish his designs concerning laws and government, even now it must be attempted; for by persuading only one person, I would have fully accomplished all good things.
ταύτῃ μὲν δὴ τῇ διανοίᾳ τε καὶ τόλμῃ ἀπῆρα οἴκοθεν, οὐχ ᾗ τινες ἐδόξαζον, ἀλλʼ αἰσχυνόμενος μὲν ἐμαυτὸν τὸ μέγιστον, μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι λόγος μόνον ἀτεχνῶς εἶναι τίς, ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι, κινδυνεύσειν δὲ προδοῦναι πρῶτον μὲν τὴν Δίωνος ξενίαν τε καὶ ἑταιρίαν ἐν κινδύνοις ὄντως γεγονότος οὐ σμικροῖς.
With this intention, indeed, and with this boldness, I set sail from home, not for the reasons some suspected, but feeling ashamed before myself most of all, lest I should ever seem to myself to be altogether merely a kind of talk, and never willing to lay hand to any work, and that I should risk betraying, first of all, the hospitality and friendship of Dion, who was indeed in dangers not small.
εἴτʼ οὖν πάθοι τι, εἴτʼ ἐκπεσὼν ὑπὸ Διονυσίου καὶ τῶν ἄλλων ἐχθρῶν ἔλθοι παρʼ ἡμᾶς φεύγων καὶ ἀνέροιτο εἰπών· ὦ Πλάτων, ἥκω σοι φυγὰς οὐχ ὁπλιτῶν δεόμενος οὐδὲ ἱππέων ἐνδεὴς γενόμενος τοῦ ἀμύνασθαι τοὺς ἐχθρούς, ἀλλὰ λόγων καὶ πειθοῦς, ᾗ σὲ μάλιστα ἠπιστάμην ἐγὼ δυνάμενον ἀνθρώπους νέους ἐπὶ τὰ ἀγαθὰ καὶ τὰ δίκαια προτρέποντα εἰς φιλίαν τε καὶ ἑταιρίαν ἀλλήλοις καθιστάναι ἑκάστοτε· ὧν ἐνδείᾳ κατὰ τὸ σὸν μέρος νῦν ἐγὼ καταλιπὼν Συρακούσας ἐνθάδε πάρειμι.
If then he should suffer some fate, or if, being cast out by Dionysius and his other enemies, he should come to us as an exile and ask, saying: 'O Plato, I come to you as a fugitive, not needing heavy-armed soldiers nor lacking horsemen to ward off my enemies, but needing words and persuasion, by which I knew you were most of all able, by exhorting young men to good and just things, to establish friendship and companionship with one another on each occasion; in lack of which, on your part, I have now left Syracuse and am present here.
καὶ τὸ μὲν ἐμὸν ἔλαττον ὄνειδός σοι φέρει· φιλοσοφία δέ, ἣν ἐγκωμιάζεις ἀεὶ καὶ ἀτίμως φῂς ὑπὸ τῶν λοιπῶν ἀνθρώπων φέρεσθαι, πῶς οὐ προδέδοται τὰ νῦν μετʼ ἐμοῦ μέρος ὅσον ἐπὶ σοὶ γέγονεν; §7.329καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ἦλθες δήπου ἄν μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε;
And indeed my own disgrace brings less reproach to you; but philosophy, which you always praise and say is treated dishonorably by the rest of mankind, how has it not now been betrayed, as far as lies in you, along with my portion?' 'And indeed, if we happened to be dwelling in Megara, you would surely have come to my aid in the things for which I called upon you, or you would have deemed yourself the basest of all; but now, accusing the length of the journey and the magnitude of the voyage and the labor, do you think you will ever escape the reputation of cowardice?
πολλοῦ καὶ δεήσει. λεχθέντων δὲ τούτων τίς ἂν ἦν μοι πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις;
Far from it.' If these things were said, what honorable answer would there be for me to them?
οὐκ ἔστιν.
None.
ἀλλʼ ἦλθον μὲν κατὰ λόγον ἐν δίκῃ τε ὡς οἷόν τε ἀνθρώπῳ μάλιστα, διά τε τὰ τοιαῦτα καταλιπὼν τὰς ἐμαυτοῦ διατριβάς, οὔσας οὐκ ἀσχήμονας, ὑπὸ τυραννίδα δοκοῦσαν οὐ πρέπειν τοῖς ἐμοῖς λόγοις οὐδὲ ἐμοί· ἐλθών τε ἐμαυτὸν ἠλευθέρωσα Διὸς ξενίου καὶ τῆς φιλοσόφου ἀνέγκλητον μοίρας παρέσχον, ἐπονειδίστου γενομένης ἄν, εἴ τι καταμαλθακισθεὶς καὶ ἀποδειλιῶν αἰσχύνης μετέσχον κακῆς.
But I went in accordance with reason and justice, as much as is possible for a man, leaving on account of such things my own occupations, which were not dishonorable, to go under a tyranny which seemed to befit neither my words nor myself; and having gone, I freed myself from the debt to Zeus Xenios and presented the lot of philosophy blameless, which would have become a matter of reproach if, through some softness and cowardice, I had shared in bad disgrace.
ἐλθὼν δέ—οὐ γὰρ δεῖ μηκύνειν—ηὗρον στάσεως τὰ περὶ Διονύσιον μεστὰ σύμπαντα καὶ διαβολῶν πρὸς τὴν τυραννίδα Δίωνος πέρι·
And having come—for there is no need to prolong the story—I found the affairs around Dionysius completely full of faction and of slanders to the tyranny concerning Dion.
ἤμυνον μὲν οὖν καθʼ ὅσον ἠδυνάμην, σμικρὰ δʼ οἷός τʼ ἦ, μηνὶ δὲ σχεδὸν ἴσως τετάρτῳ Δίωνα Διονύσιος αἰτιώμενος ἐπιβουλεύειν τῇ τυραννίδι, σμικρὸν εἰς πλοῖον ἐμβιβάσας, ἐξέβαλεν ἀτίμως.
I indeed defended him as far as I was able, but I was capable of little; and in about the fourth month, Dionysius, accusing Dion of plotting against the tyranny, put him into a small boat and cast him out dishonorably.
οἱ δὴ Δίωνος τὸ μετὰ τοῦτο πάντες φίλοι ἐφοβούμεθα μή τινα ἐπαιτιώμενος τιμωροῖτο ὡς συναίτιον τῆς Δίωνος ἐπιβουλῆς· περὶ δʼ ἐμοῦ καὶ διῆλθε λόγος τις ἐν Συρακούσαις, ὡς τεθνεὼς εἴην ὑπὸ Διονυσίου τούτων ὡς πάντων τῶν τότε γεγονότων αἴτιος.
We indeed, all the friends of Dion after this, were afraid lest accusing someone as an accomplice he might take vengeance on him; and concerning me also a rumor went abroad in Syracuse that I had been put to death by Dionysius as being the cause of all these events that had then occurred.
ὁ δὲ αἰσθανόμενος πάντας ἡμᾶς οὕτω διατεθέντας, φοβούμενος μὴ μεῖζον ἐκ τῶν φόβων γένοιτό τι, φιλοφρόνως πάντας ἀνελάμβανεν, καὶ δὴ καὶ τὸν ἐμὲ παρεμυθεῖτό τε καὶ θαρρεῖν διεκελεύετο καὶ ἐδεῖτο πάντως μένειν· ἐγίγνετο γάρ οἱ τὸ μὲν ἐμὲ φυγεῖν ἀπʼ αὐτοῦ καλὸν οὐδέν, τὸ δὲ μένειν—διὸ δὴ καὶ σφόδρα προσεποιεῖτο δεῖσθαι.
But he, perceiving that we were all in this state of mind, and fearing lest some greater danger should arise from our fears, received us all with hospitality, and in particular comforted me and exhorted me to have courage, begging me by all means to remain; for it would bring him no honor if I fled from him, but to remain [would bring him honor]—which is why indeed he made a great pretense of begging me to stay.
τὰς δὲ τῶν τυράννων δεήσεις ἴσμεν ὅτι μεμειγμέναι ἀνάγκαις εἰσίν—ὃ δὴ μηχανώμενος διεκώλυέν μου τὸν ἔκπλουν, εἰς ἀκρόπολιν ἀγαγὼν καὶ κατοικίσας ὅθεν οὐδʼ ἂν εἷς ἔτι με ναύκληρος μὴ ὅτι κωλύοντος ἐξήγαγε Διονυσίου, ἀλλʼ οὐδʼ εἰ μὴ πέμπων αὐτὸς τὸν κελεύοντα ἐξαγαγεῖν ἐπέστελλεν,
But the requests of tyrants, we know, are mixed with necessity; which indeed planning, he prevented my departure, bringing me into the acropolis and lodging me there, whence no shipmaster would have taken me away, not only if Dionysius prevented it, but not even if he himself did not send a messenger ordering them to take me out.