§7.328καταλέγων δὲ τήν τε ἀρχὴν τῆς Ἰταλίας καὶ Σικελίας καὶ τὴν αὑτοῦ δύναμιν ἐν αὐτῇ, καὶ τὴν νεότητα καὶ τὴν ἐπιθυμίαν τὴν Διονυσίου, φιλοσοφίας τε καὶ παιδείας ὡς ἔχοι σφόδρα λέγων, τούς τε αὑτοῦ ἀδελφιδοῦς καὶ τοὺς οἰκείους ὡς εὐπαράκλητοι εἶεν πρὸς τὸν ὑπʼ ἐμοῦ λεγόμενον ἀεὶ λόγον καὶ βίον, ἱκανώτατοί τε Διονύσιον συμπαρακαλεῖν, ὥστε εἴπερ ποτὲ καὶ νῦν ἐλπὶς πᾶσα ἀποτελεσθήσεται τοῦ τοὺς αὐτοὺς φιλοσόφους τε καὶ πόλεων ἄρχοντας μεγάλων συμβῆναι γενομένους.
[迪翁]列举了意大利和西西里的统治权,以及他在那里的自身实力,还有狄奥尼修斯的年轻以及他对哲学和教养所抱持的强烈渴望。 他提到,他自己的外甥和亲戚们是如何容易受到我一直以来所宣扬的言论和生活方式的感召,并且他们极有能力共同劝说狄奥尼修斯,因此,如果说过去曾有什么时候[有机会],那么现在正是实现所有希望的大好时机——即使同样的人同时成为哲学家和伟大城邦的统治者。
τὰ μὲν δὴ παρακελεύματα ἦν ταῦτά τε καὶ τοιαῦτα ἕτερα πάμπολλα, τὴν δʼ ἐμὴν δόξαν τὸ μὲν περὶ τῶν νέων, ὅπῃ ποτὲ γενήσοιτο, εἶχεν φόβος—αἱ γὰρ ἐπιθυμίαι τῶν τοιούτων ταχεῖαι καὶ πολλάκις ἑαυταῖς ἐναντίαι φερόμεναι—τὸ δὲ Δίωνος ἦθος ἠπιστάμην τῆς ψυχῆς πέρι φύσει τε ἐμβριθὲς ὂν ἡλικίας τε ἤδη μετρίως ἔχον.
这些以及其他许多类似的劝说非常多。 至于我个人的看法,一方面对于年轻人的未来会如何发展充满了恐惧——因为这类人的欲望总是来得极快,而且常常朝向与自身相反的方向发展——但另一方面,我也深知迪翁的灵魂性格,它天性沉稳,且他已届适中之年。
ὅθεν μοι σκοπουμένῳ καὶ διστάζοντι πότερον εἴη πορευτέον καὶ ὑπακουστέον ἢ πῶς, ὅμως ἔρρεψε δεῖν, εἴ ποτέ τις τὰ διανοηθέντα περὶ νόμων τε καὶ πολιτείας ἀποτελεῖν ἐγχειρήσοι, καὶ νῦν πειρατέον εἶναι·
因此,对于正在思量并犹豫着是否应该动身前往、听从其召唤,还是该如何是好的我来说,天平最终还是倾斜了:如果有人曾经企图将有关法律和政体的设想付诸实现,那么现在正是应当进行尝试的时候。
πείσας γὰρ ἕνα μόνον ἱκανῶς πάντα ἐξειργασμένος ἐσοίμην ἀγαθά.
因为,只要能说服这仅有的一人,我便能充分成就所有美妙的事业。
ταύτῃ μὲν δὴ τῇ διανοίᾳ τε καὶ τόλμῃ ἀπῆρα οἴκοθεν, οὐχ ᾗ τινες ἐδόξαζον, ἀλλʼ αἰσχυνόμενος μὲν ἐμαυτὸν τὸ μέγιστον, μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι λόγος μόνον ἀτεχνῶς εἶναι τίς, ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι, κινδυνεύσειν δὲ προδοῦναι πρῶτον μὲν τὴν Δίωνος ξενίαν τε καὶ ἑταιρίαν ἐν κινδύνοις ὄντως γεγονότος οὐ σμικροῖς.
正是怀着这样的想法和勇气,我离开了家园,绝非如某些人所猜测的那样,而是最主要因为对自己感到羞耻——不希望有一天觉得自己完全只是一个空谈的人,却从来不愿亲自动手去做任何工作,而且我还可能面临首先背叛迪翁的款待与交情的危险,而他当时确实处于不小的危机之中。
εἴτʼ οὖν πάθοι τι, εἴτʼ ἐκπεσὼν ὑπὸ Διονυσίου καὶ τῶν ἄλλων ἐχθρῶν ἔλθοι παρʼ ἡμᾶς φεύγων καὶ ἀνέροιτο εἰπών· ὦ Πλάτων, ἥκω σοι φυγὰς οὐχ ὁπλιτῶν δεόμενος οὐδὲ ἱππέων ἐνδεὴς γενόμενος τοῦ ἀμύνασθαι τοὺς ἐχθρούς, ἀλλὰ λόγων καὶ πειθοῦς, ᾗ σὲ μάλιστα ἠπιστάμην ἐγὼ δυνάμενον ἀνθρώπους νέους ἐπὶ τὰ ἀγαθὰ καὶ τὰ δίκαια προτρέποντα εἰς φιλίαν τε καὶ ἑταιρίαν ἀλλήλοις καθιστάναι ἑκάστοτε· ὧν ἐνδείᾳ κατὰ τὸ σὸν μέρος νῦν ἐγὼ καταλιπὼν Συρακούσας ἐνθάδε πάρειμι.
因此,如果他遭遇不幸,或者被狄奥尼修斯及其他敌人驱逐,作为流亡者来到我们这里,并质问说: ‘哦,柏拉图,我作为一个流亡者来到你身边,并不是因为需要重装步兵,也不是因为缺乏骑兵来抵御敌人,而是需要言语和说服力,而我深知,你在这方面最能通过引导年轻的人走向善良与正义,从而在他们彼此之间建立起友谊与同盟;而如今,正是因为你在你这方面未能提供这些,我才被迫离开叙拉古来到这里。
καὶ τὸ μὲν ἐμὸν ἔλαττον ὄνειδός σοι φέρει· φιλοσοφία δέ, ἣν ἐγκωμιάζεις ἀεὶ καὶ ἀτίμως φῂς ὑπὸ τῶν λοιπῶν ἀνθρώπων φέρεσθαι, πῶς οὐ προδέδοται τὰ νῦν μετʼ ἐμοῦ μέρος ὅσον ἐπὶ σοὶ γέγονεν;
我个人的耻辱带给你的指责尚且较轻,但是你一向赞美并宣称被其余人类轻视的那个哲学,在如今我这件事上,就你而言,难道不是被背叛了吗?
§7.329καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ἦλθες δήπου ἄν μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε;
’ ‘而且,如果我们恰巧住在麦加拉,你肯定会为了我所请求你的事情而前来相助,否则你一定会认为自己是所有人中最卑劣的;但如今,你却以路途遥远、航程艰巨以及劳苦为借口,难道你认为你能够永远逃脱懦弱的恶名吗?
πολλοῦ καὶ δεήσει.
绝对不可能。
λεχθέντων δὲ τούτων τίς ἂν ἦν μοι πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις;
’ 如果这些话被说出来,我该如何体面地予以回应呢?
οὐκ ἔστιν.
没有办法。
ἀλλʼ ἦλθον μὲν κατὰ λόγον ἐν δίκῃ τε ὡς οἷόν τε ἀνθρώπῳ μάλιστα, διά τε τὰ τοιαῦτα καταλιπὼν τὰς ἐμαυτοῦ διατριβάς, οὔσας οὐκ ἀσχήμονας, ὑπὸ τυραννίδα δοκοῦσαν οὐ πρέπειν τοῖς ἐμοῖς λόγοις οὐδὲ ἐμοί·
不,我确实是出于理性与正义而出行的,在人类所能做到的最大限度上。 正是由于这些原因,我放弃了自己并不失体面的学术活动,前往一个似乎既不适合我的言论、也不适合我自身的僭主统治之下。
ἐλθών τε ἐμαυτὸν ἠλευθέρωσα Διὸς ξενίου καὶ τῆς φιλοσόφου ἀνέγκλητον μοίρας παρέσχον, ἐπονειδίστου γενομένης ἄν, εἴ τι καταμαλθακισθεὶς καὶ ἀποδειλιῶν αἰσχύνης μετέσχον κακῆς.
而通过前往,我向‘好客的宙斯’履行了自我的义务,并使哲学家的本分无可指责——因为如果我表现出任何软弱或退缩,从而分担了可耻的恶名,哲学本身就会遭到指责。
ἐλθὼν δέ—οὐ γὰρ δεῖ μηκύνειν—ηὗρον στάσεως τὰ περὶ Διονύσιον μεστὰ σύμπαντα καὶ διαβολῶν πρὸς τὴν τυραννίδα Δίωνος πέρι·
然而,到了那里之后——无需赘述——我发现狄奥尼修斯的周围完全充斥着党争,以及向僭主中伤迪翁的谗言。
ἤμυνον μὲν οὖν καθʼ ὅσον ἠδυνάμην, σμικρὰ δʼ οἷός τʼ ἦ, μηνὶ δὲ σχεδὸν ἴσως τετάρτῳ Δίωνα Διονύσιος αἰτιώμενος ἐπιβουλεύειν τῇ τυραννίδι, σμικρὸν εἰς πλοῖον ἐμβιβάσας, ἐξέβαλεν ἀτίμως.
因此,我尽我所能予以辩护,但我所能做的微乎其微。 大约在第四个月,狄奥尼修斯指控迪翁密谋反对僭主统治,将他送上一艘小船,极不名誉地驱逐了出去。
οἱ δὴ Δίωνος τὸ μετὰ τοῦτο πάντες φίλοι ἐφοβούμεθα μή τινα ἐπαιτιώμενος τιμωροῖτο ὡς συναίτιον τῆς Δίωνος ἐπιβουλῆς·
在此之后,我们这些迪翁所有的朋友都感到害怕,担心他会指控某人是共犯而进行报复。
περὶ δʼ ἐμοῦ καὶ διῆλθε λόγος τις ἐν Συρακούσαις, ὡς τεθνεὼς εἴην ὑπὸ Διονυσίου τούτων ὡς πάντων τῶν τότε γεγονότων αἴτιος.
在叙拉古甚至还流传着关于我的谣言,说我已被狄奥尼修斯处死,作为当时所发生的一切变故的罪魁祸首。
ὁ δὲ αἰσθανόμενος πάντας ἡμᾶς οὕτω διατεθέντας, φοβούμενος μὴ μεῖζον ἐκ τῶν φόβων γένοιτό τι, φιλοφρόνως πάντας ἀνελάμβανεν, καὶ δὴ καὶ τὸν ἐμὲ παρεμυθεῖτό τε καὶ θαρρεῖν διεκελεύετο καὶ ἐδεῖτο πάντως μένειν·
而他察觉到我们所有人都陷入了这种境地,因担心由于这些恐惧而产生更大的变故,便非常亲切地安抚所有人,特别是安慰我、鼓励我放心,并百般请求我务必留下来。
ἐγίγνετο γάρ οἱ τὸ μὲν ἐμὲ φυγεῖν ἀπʼ αὐτοῦ καλὸν οὐδέν, τὸ δὲ μένειν—διὸ δὴ καὶ σφόδρα προσεποιεῖτο δεῖσθαι.
因为如果我从他身边逃走,对他来说绝非什么光彩的事,而让我留下来[才是光彩的]——正因如此,他极力表现出恳求我留下来的样子。
τὰς δὲ τῶν τυράννων δεήσεις ἴσμεν ὅτι μεμειγμέναι ἀνάγκαις εἰσίν—ὃ δὴ μηχανώμενος διεκώλυέν μου τὸν ἔκπλουν, εἰς ἀκρόπολιν ἀγαγὼν καὶ κατοικίσας ὅθεν οὐδʼ ἂν εἷς ἔτι με ναύκληρος μὴ ὅτι κωλύοντος ἐξήγαγε Διονυσίου, ἀλλʼ οὐδʼ εἰ μὴ πέμπων αὐτὸς τὸν κελεύοντα ἐξαγαγεῖν ἐπέστελλεν,
然而我们知道,僭主的请求中是夹带着强迫的。 正是出于这种图谋,他通过将我带入阿克罗波利斯并安顿在那里,阻碍了我坐船离去,从而使任何船长都无法再带我离开——这不仅是在狄奥尼修斯阻止的情况下,甚至只要他自己不亲自派遣使者下达放行的命令,我也无法离开。 ”