§7.326καὶ τοῦ μὲν σκοπεῖν μὴ ἀποστῆναι μή ποτε ἄμεινον ἂν γίγνοιτο περί τε αὐτὰ ταῦτα καὶ δὴ καὶ περὶ τὴν πᾶσαν πολιτείαν, τοῦ δὲ πράττειν αὖ περιμένειν ἀεὶ καιρούς, τελευτῶντα δὲ νοῆσαι περὶ πασῶν τῶν νῦν πόλεων ὅτι κακῶς σύμπασαι πολιτεύονται—τὰ γὰρ τῶν νόμων αὐταῖς σχεδὸν ἀνιάτως ἔχοντά ἐστιν ἄνευ παρασκευῆς θαυμαστῆς τινος μετὰ τύχης—λέγειν τε ἠναγκάσθην, ἐπαινῶν τὴν ὀρθὴν φιλοσοφίαν, ὡς ἐκ ταύτης ἔστιν τά τε πολιτικὰ δίκαια καὶ τὰ τῶν ἰδιωτῶν πάντα κατιδεῖν·
そして、第一に、これらの事柄そのものや、さらには国制全体について観察することを決してやめず、いつかより良くなるのではないかと考えること、第二に、行動に移すことについては常に好機を待ち続けること、そして最後には、現在のすべてのポリスについて、そのすべてが誤って統治されている――というのも、それらの法律は、何か驚くべき備えが幸運と結びつかない限り、ほとんど不治の病にかかっているからである――ということを理解するに至り、私は正しい哲学を称賛しつつ、次のように言わざるを得なくなりました。 すなわち、この哲学からこそ、政治的定義(正義)も私人のそれも、すべてを見極めることができる。
κακῶν οὖν οὐ λήξειν τὰ ἀνθρώπινα γένη, πρὶν ἂν ἢ τὸ τῶν φιλοσοφούντων ὀρθῶς γε καὶ ἀληθῶς γένος εἰς ἀρχὰς ἔλθῃ τὰς πολιτικὰς ἢ τὸ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν ἔκ τινος μοίρας θείας ὄντως φιλοσοφήσῃ.
したがって、正しくかつ真に哲学する者の類が政治的支配権を握るか、あるいは諸ポリスの権力者たちが神的な配慮によって真に哲学するようになるまでは、人類は禍いから逃れることはないであろう、と。
ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον, ὅτε πρῶτον ἀφικόμην.
まさにこのような考えを抱いて、私は最初に到着したとき、イタリアとシケリアへと赴いたのです。
ἐλθόντα δέ με ὁ ταύτῃ λεγόμενος αὖ βίος εὐδαίμων, Ἰταλιωτικῶν τε καὶ Συρακουσίων τραπεζῶν πλήρης, οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ, καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ·
そこへ行った私を、かの地で『幸福』と呼ばれているあの生活、すなわちイタリアやシュラクサイの御馳走に満ちた生活は、いささかも喜ばせませんでした。 それは、一日に二度も満腹するまで食べ、夜には決して一人で眠る(独り寝をする)ことなく、この生活に付随するあらゆる習慣を伴うものでした。
ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτʼ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο—οὐχ οὕτως θαυμαστῇ φύσει κραθήσεται—σώφρων δὲ οὐδʼ ἂν μελλήσαι ποτὲ γενέσθαι, καὶ δὴ καὶ περὶ τῆς ἄλλης ἀρετῆς ὁ αὐτὸς λόγος ἂν εἴη, πόλις τε οὐδεμία ἂν ἠρεμήσαι κατὰ νόμους οὐδʼ οὑστινασοῦν ἀνδρῶν οἰομένων ἀναλίσκειν μὲν δεῖν πάντα εἰς ὑπερβολάς, ἀργῶν δὲ εἰς ἅπαντα ἡγουμένων αὖ δεῖν γίγνεσθαι πλὴν ἐς εὐωχίας καὶ πότους καὶ ἀφροδισίων σπουδὰς διαπονουμένας·
というのも、このような習慣からは、天の下にいる人間のうち、若い頃からこれを実践している者で、賢明になれる者は一人もいないからです。 ――それほど驚くべき天性に生まれついているわけではないのですから――。 また節制した人間になることなど、けっして望むべくもありません。 そして実際、その他の徳に関しても同じ議論が当てはまるでしょう。 また、いかなるポリスも、いかなる法律の下にあっても平穏を保つことはできないでしょう。 もし人々が、すべての富を過度な浪費に費やすべきだと考え、他方、宴会や飲酒、精魂を尽くして追求される性的な快楽以外のあらゆることに対しては、怠惰であるべきだと考えているならば。
ἀναγκαῖον δὲ εἶναι ταύτας τὰς πόλεις τυραννίδας τε καὶ ὀλιγαρχίας καὶ δημοκρατίας μεταβαλλούσας μηδέποτε λήγειν, δικαίου δὲ καὶ ἰσονόμου πολιτείας τοὺς ἐν αὐταῖς δυναστεύοντας μηδʼ ὄνομα ἀκούοντας ἀνέχεσθαι.
そして、そのような諸ポリスは、僭主制、寡頭制、民主制へと変遷を繰り返してやむことがなく、またそこでの権力者たちは、正義に満ち法の下に平等な国制の名を聞くことさえ耐えられないのが必然です。
ταῦτα δὴ πρὸς τοῖς πρόσθε διανοούμενος, εἰς Συρακούσας διεπορεύθην, ἴσως μὲν κατὰ τύχην, ἔοικεν μὴν τότε μηχανωμένῳ τινὶ τῶν κρειττόνων ἀρχὴν βαλέσθαι τῶν νῦν γεγονότων πραγμάτων περὶ Δίωνα καὶ τῶν περὶ Συρακούσας·
これまでのことに加えてこれらのことを考えながら、私はシュラクサイへと旅立ちました。 それはおそらく偶然であったかもしれませんが、しかし当時、より優れた者(神的な力)の誰かが、ディオンをめぐる、またシュラクサイをめぐる、現在の出来事の端緒を開こうと画策していたようでもあります。
δέος δὲ μὴ καὶ πλειόνων ἔτι, ἐὰν μὴ νῦν ὑμεῖς ἐμοὶ πείθησθε τὸ δεύτερον συμβουλεύοντι.
そして、もし今あなた方が、二度目の助言をしている私に従わないならば、さらに多くの災いが生じるのではないかという恐れがあります。
§7.327πῶς οὖν δὴ λέγω πάντων ἀρχὴν γεγονέναι τὴν τότε εἰς Σικελίαν ἐμὴν ἄφιξιν;
では、当時の私のシケリア到着が、すべての発端となったと私が言うのは、一体どういう意味なのでしょうか。
ἐγὼ συγγενόμενος Δίωνι τότε νέῳ κινδυνεύω, τὰ δοκοῦντα ἐμοὶ βέλτιστα ἀνθρώποις εἶναι μηνύων διὰ λόγων καὶ πράττειν αὐτὰ συμβουλεύων, ἀγνοεῖν ὅτι τυραννίδος τινὰ τρόπον κατάλυσιν ἐσομένην μηχανώμενος ἐλάνθανον ἐμαυτόν.
当時若かったディオンと交わった私は、人間にとって最善と思われることを言葉によって示し、それを実行するよう勧めることで、僭主政治の何らかの形での崩壊が将来起こるように、自分でも気づかないうちに画策していたのではないかと思われます(その恐れがあります)。
δίων μὲν γὰρ δή, μάλʼ εὐμαθὴς ὢν πρός τε τἆλλα καὶ πρὸς τοὺς τότε ὑπʼ ἐμοῦ λόγους γενομένους, οὕτως ὀξέως ὑπήκουσεν καὶ σφόδρα, ὡς οὐδεὶς πώποτε ὧν ἐγὼ προσέτυχον νέων, καὶ τὸν ἐπίλοιπον βίον ζῆν ἠθέλησεν διαφερόντως τῶν πολλῶν Ἰταλιωτῶν τε καὶ Σικελιωτῶν, ἀρετὴν περὶ πλείονος ἡδονῆς τῆς τε ἄλλης τρυφῆς ἠγαπηκώς·
というのも、ディオンは他の事柄に対しても、また当時私によってなされた議論に対しても、非常に物わかりがよく、私がこれまでに出会ったどの若者よりも素早く、また熱烈に従ったからです。 そして彼は残りの人生を、多くのイタリア人やシケリア人とは全く異なる仕方で生きることを望み、快楽やその他の贅沢よりも美徳を重んじるようになりました。
ὅθεν ἐπαχθέστερον τοῖς περὶ τὰ τυραννικὰ νόμιμα ζῶσιν ἐβίω μέχρι τοῦ θανάτου τοῦ περὶ Διονύσιον γενομένου.
そのため、彼はディオニュシオスをめぐって起こったあの死に至るまで、僭主的な慣習に従って生きる人々にとって、いっそう煙たい(不快な)存在として生きたのです。
μετὰ δὲ τοῦτο διενοήθη μὴ μόνον ἐν αὑτῷ ποτʼ ἂν γενέσθαι ταύτην τὴν διάνοιαν, ἣν αὐτὸς ὑπὸ τῶν ὀρθῶν λόγων ἔσχεν, ἐγγιγνομένην δὲ αὐτὴν καὶ ἐν ἄλλοις ὁρῶν κατενόει, πολλοῖς μὲν οὔ, γιγνομένην δʼ οὖν ἔν τισιν, ὧν καὶ Διονύσιον ἡγήσατο ἕνα γενέσθαι τάχʼ ἂν συλλαμβανόντων θεῶν, γενομένου δʼ αὖ τοῦ τοιούτου τόν τε αὐτοῦ βίον καὶ τὸν τῶν ἄλλων Συρακουσίων ἀμήχανον ἂν μακαριότητι συμβῆναι γενόμενον.
その後、彼は、自分が正しい議論によって抱くようになったこの考えが、自分一人の中だけに存在するのではなく、それが他の人々の中にも生じつつあるのを見て取り、それを確信しました。 多くの人の中にではないにせよ、ある人々の中に。 そして、もし神々が味方してくださるなら、ディオニュシオスもその一人になり得るのではないかと考えました。 そして、もしそのようなことが実現したなら、彼自身の人生も他のシュラクサイ人の人生も、計り知れないほど幸福なものになるだろうと考えたのです。
πρὸς δὴ τούτοις ᾠήθη δεῖν ἐκ παντὸς τρόπου εἰς Συρακούσας ὅτι τάχιστα ἐλθεῖν ἐμὲ κοινωνὸν τούτων, μεμνημένος τήν τε αὑτοῦ καὶ ἐμὴν συνουσίαν ὡς εὐπετῶς ἐξηργάσατο εἰς ἐπιθυμίαν ἐλθεῖν αὐτὸν τοῦ καλλίστου τε καὶ ἀρίστου βίου·
これらのことに加えて、彼は、自分が最も美しく最善の生き方を望むようになる上で、彼と私との交わりがいかに容易にそれを成し遂げたかを覚えており、私がこれらのことの協力者として何としても一刻も早くシュラクサイに来るべきだと考えました。
ὃ δὴ καὶ νῦν εἰ διαπράξαιτο ἐν Διονυσίῳ ὡς ἐπεχείρησε, μεγάλας ἐλπίδας εἶχεν ἄνευ σφαγῶν καὶ θανάτων καὶ τῶν νῦν γεγονότων κακῶν βίον ἂν εὐδαίμονα καὶ ἀληθινὸν ἐν πάσῃ τῇ χώρᾳ κατασκευάσαι.
そして、もし彼が試みたように、ディオニュシオスにおいてこのことを今実現できるならば、虐殺や死、そして現在生じている諸々の災いを伴うことなく、国中に幸福で真実な生活を打ち立てることができるという大きな希望を抱いていました。
ταῦτα δίων ὀρθῶς διανοηθεὶς ἔπεισε μεταπέμπεσθαι Διονύσιον ἐμέ, καὶ αὐτὸς ἐδεῖτο πέμπων ἥκειν ὅτι τάχιστα ἐκ παντὸς τρόπου, πρίν τινας ἄλλους ἐντυχόντας Διονυσίῳ ἐπʼ ἄλλον βίον αὐτὸν τοῦ βελτίστου παρατρέψαι.
ディオンは、このように正しく考えた上で、ディオニュシオスを説得して私を招かせ、また彼自身も手紙を送って、他の誰かがディオニュシオスに接触して彼を最善の生き方から別の生き方へと逸らせてしまう前に、何としても一刻も早く来るようにと私に懇請しました。
λέγων δὲ τάδε ἐδεῖτο, εἰ καὶ μακρότερα εἰπεῖν.
そして、彼は次のように言って懇請したのです、たとえ長々と語るとしても。
τίνας γὰρ καιρούς, ἔφη, μείζους περιμενοῦμεν τῶν νῦν παραγεγονότων θείᾳ τινὶ τύχῃ;
「というのも、神的な幸運によって今訪れている時機よりも、これ以上大きな好機を私たちは待つというのだろうか」と彼は言ったのです。