§7.326καὶ τοῦ μὲν σκοπεῖν μὴ ἀποστῆναι μή ποτε ἄμεινον ἂν γίγνοιτο περί τε αὐτὰ ταῦτα καὶ δὴ καὶ περὶ τὴν πᾶσαν πολιτείαν, τοῦ δὲ πράττειν αὖ περιμένειν ἀεὶ καιρούς, τελευτῶντα δὲ νοῆσαι περὶ πασῶν τῶν νῦν πόλεων ὅτι κακῶς σύμπασαι πολιτεύονται—τὰ γὰρ τῶν νόμων αὐταῖς σχεδὸν ἀνιάτως ἔχοντά ἐστιν ἄνευ παρασκευῆς θαυμαστῆς τινος μετὰ τύχης—λέγειν τε ἠναγκάσθην, ἐπαινῶν τὴν ὀρθὴν φιλοσοφίαν, ὡς ἐκ ταύτης ἔστιν τά τε πολιτικὰ δίκαια καὶ τὰ τῶν ἰδιωτῶν πάντα κατιδεῖν· κακῶν οὖν οὐ λήξειν τὰ ἀνθρώπινα γένη, πρὶν ἂν ἢ τὸ τῶν φιλοσοφούντων ὀρθῶς γε καὶ ἀληθῶς γένος εἰς ἀρχὰς ἔλθῃ τὰς πολιτικὰς ἢ τὸ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν ἔκ τινος μοίρας θείας ὄντως φιλοσοφήσῃ.
一方面,绝不放弃观察这些事情本身,以及整个政体是否会在某个时候变得更好,另一方面,在行动上则始终等待时机,但最终,当意识到目前所有的城邦都治理得很糟糕——因为如果不通过某种结合了运气的非凡准备,它们的法律几乎已无可救药——时,我被迫在赞美正确的哲学的同时宣称:唯有通过哲学,人们才能看清政治上的正义以及私人的一切事务;因此,人类的祸乱将不会终止,直到那些正确且真实地研究哲学的人掌握政治权力,或者城邦中的统治者们因某种神圣的分配而真正开始研究哲学。
ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον, ὅτε πρῶτον ἀφικόμην.
怀着这样的信念,在我首次出行时,我前往了意大利和西西里。
ἐλθόντα δέ με ὁ ταύτῃ λεγόμενος αὖ βίος εὐδαίμων, Ἰταλιωτικῶν τε καὶ Συρακουσίων τραπεζῶν πλήρης, οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ, καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ·
而当我到达后,那里被称为“幸福”的生活,即充斥着意大利和叙拉古式丰盛宴席的生活,却无法在任何方面让我感到满意。 那种一天吃饱两次、夜里从不独处(不独寝)的生活,以及所有伴随这种生活而来的习惯,都是我不赞同的。
ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτʼ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο—οὐχ οὕτως θαυμαστῇ φύσει κραθήσεται—σώφρων δὲ οὐδʼ ἂν μελλήσαι ποτὲ γενέσθαι, καὶ δὴ καὶ περὶ τῆς ἄλλης ἀρετῆς ὁ αὐτὸς λόγος ἂν εἴη, πόλις τε οὐδεμία ἂν ἠρεμήσαι κατὰ νόμους οὐδʼ οὑστινασοῦν ἀνδρῶν οἰομένων ἀναλίσκειν μὲν δεῖν πάντα εἰς ὑπερβολάς, ἀργῶν δὲ εἰς ἅπαντα ἡγουμένων αὖ δεῖν γίγνεσθαι πλὴν ἐς εὐωχίας καὶ πότους καὶ ἀφροδισίων σπουδὰς διαπονουμένας·
因为在这些习惯中,天底下的任何人如果从年轻时起就如此生活,绝不可能变得聪明——他不会拥有如此奇妙的天性以至于能免受影响——也绝不可能指望变得节制;实际上,对于其他的德行,同样的道理也适用。 而且,如果人们认为应当把一切都耗费在过度奢华上,而另一方面又认为除了宴乐、饮酒和对性欲的极力追求之外,在一切事情上都应当懒散,那么任何城邦在任何法律之下都无法保持安宁。
ἀναγκαῖον δὲ εἶναι ταύτας τὰς πόλεις τυραννίδας τε καὶ ὀλιγαρχίας καὶ δημοκρατίας μεταβαλλούσας μηδέποτε λήγειν, δικαίου δὲ καὶ ἰσονόμου πολιτείας τοὺς ἐν αὐταῖς δυναστεύοντας μηδʼ ὄνομα ἀκούοντας ἀνέχεσθαι.
这些城邦不可避免地要在僭主制、寡头制和民主制之间不断更迭而永无休止,而其中的权力者们甚至连正义和法治政体的名字都无法容忍。
ταῦτα δὴ πρὸς τοῖς πρόσθε διανοούμενος, εἰς Συρακούσας διεπορεύθην, ἴσως μὲν κατὰ τύχην, ἔοικεν μὴν τότε μηχανωμένῳ τινὶ τῶν κρειττόνων ἀρχὴν βαλέσθαι τῶν νῦν γεγονότων πραγμάτων περὶ Δίωνα καὶ τῶν περὶ Συρακούσας· δέος δὲ μὴ καὶ πλειόνων ἔτι, ἐὰν μὴ νῦν ὑμεῖς ἐμοὶ πείθησθε τὸ δεύτερον συμβουλεύοντι.
在思考了这些以及之前的事情后,我前往了叙拉古,或许是由于偶然,但当时似乎确实有某种更高的力量在策划,为现在发生的关于迪翁和叙拉古的事件奠定开端;而且我担心,如果你们现在不听从我这第二次的建议,还会发生更多的灾难。
§7.327πῶς οὖν δὴ λέγω πάντων ἀρχὴν γεγονέναι τὴν τότε εἰς Σικελίαν ἐμὴν ἄφιξιν;
那么,我怎么能说我当时前往西西里的旅程成为了所有事情的开端呢?
ἐγὼ συγγενόμενος Δίωνι τότε νέῳ κινδυνεύω, τὰ δοκοῦντα ἐμοὶ βέλτιστα ἀνθρώποις εἶναι μηνύων διὰ λόγων καὶ πράττειν αὐτὰ συμβουλεύων, ἀγνοεῖν ὅτι τυραννίδος τινὰ τρόπον κατάλυσιν ἐσομένην μηχανώμενος ἐλάνθανον ἐμαυτόν.
我当时与年轻的迪翁交往,通过言语向他展示我认为对人类最美好的事物,并建议他付诸实践,这其实是在我未曾发觉的情况下,策划着某种颠覆未来僭主统治的行动。
δίων μὲν γὰρ δή, μάλʼ εὐμαθὴς ὢν πρός τε τἆλλα καὶ πρὸς τοὺς τότε ὑπʼ ἐμοῦ λόγους γενομένους, οὕτως ὀξέως ὑπήκουσεν καὶ σφόδρα, ὡς οὐδεὶς πώποτε ὧν ἐγὼ προσέτυχον νέων, καὶ τὸν ἐπίλοιπον βίον ζῆν ἠθέλησεν διαφερόντως τῶν πολλῶν Ἰταλιωτῶν τε καὶ Σικελιωτῶν, ἀρετὴν περὶ πλείονος ἡδονῆς τῆς τε ἄλλης τρυφῆς ἠγαπηκώς·
因为迪翁不仅在其他事情上极具领悟力,而且对于我当时的言论也理解得极其迅速且深刻,这在我所遇到过的年轻人中是前所未有的。 他渴望以一种与大多数意大利人和西西里人截然不同的方式度过余生,将美德看得高于享乐和其他奢华。
ὅθεν ἐπαχθέστερον τοῖς περὶ τὰ τυραννικὰ νόμιμα ζῶσιν ἐβίω μέχρι τοῦ θανάτου τοῦ περὶ Διονύσιον γενομένου.
因此,在直到关于狄奥尼修斯之死发生之前,他的生活方式在那些依循僭主习俗生活的人看来,显得更加令人难以容忍(令人不快)。
μετὰ δὲ τοῦτο διενοήθη μὴ μόνον ἐν αὑτῷ ποτʼ ἂν γενέσθαι ταύτην τὴν διάνοιαν, ἣν αὐτὸς ὑπὸ τῶν ὀρθῶν λόγων ἔσχεν, ἐγγιγνομένην δὲ αὐτὴν καὶ ἐν ἄλλοις ὁρῶν κατενόει, πολλοῖς μὲν οὔ, γιγνομένην δʼ οὖν ἔν τισιν, ὧν καὶ Διονύσιον ἡγήσατο ἕνα γενέσθαι τάχʼ ἂν συλλαμβανόντων θεῶν, γενομένου δʼ αὖ τοῦ τοιούτου τόν τε αὐτοῦ βίον καὶ τὸν τῶν ἄλλων Συρακουσίων ἀμήχανον ἂν μακαριότητι συμβῆναι γενόμενον.
此后,他意识到,他自己因正确的言论而抱持的这一意图,绝非仅存在于他一人之中;当他看到它也在其他人身上产生时,他便确信了这一点。 虽然不是在很多人中,但确实在一些人中产生了,他认为如果神明相助,狄奥尼修斯也可以成为其中之一。 而一旦这种事情发生,他自己的生活以及其他叙拉古人的生活都将获得无法估量的幸福。
πρὸς δὴ τούτοις ᾠήθη δεῖν ἐκ παντὸς τρόπου εἰς Συρακούσας ὅτι τάχιστα ἐλθεῖν ἐμὲ κοινωνὸν τούτων, μεμνημένος τήν τε αὑτοῦ καὶ ἐμὴν συνουσίαν ὡς εὐπετῶς ἐξηργάσατο εἰς ἐπιθυμίαν ἐλθεῖν αὐτὸν τοῦ καλλίστου τε καὶ ἀρίστου βίου·
在此之上,他认为我必须不惜一切代价,尽快前往叙拉古作为这些事务的合作者。 他记得他与我的交往曾如何轻易地使他产生了追求最美妙、最优秀生活的愿望。
ὃ δὴ καὶ νῦν εἰ διαπράξαιτο ἐν Διονυσίῳ ὡς ἐπεχείρησε, μεγάλας ἐλπίδας εἶχεν ἄνευ σφαγῶν καὶ θανάτων καὶ τῶν νῦν γεγονότων κακῶν βίον ἂν εὐδαίμονα καὶ ἀληθινὸν ἐν πάσῃ τῇ χώρᾳ κατασκευάσαι.
如果他现在能像他尝试的那样在狄奥尼修斯身上实现这一点,他抱有极大的希望,能够在不发生屠杀、死亡以及现在所发生的这些灾难的情况下,在整个国家建立起幸福而真实的政治生活。
ταῦτα δίων ὀρθῶς διανοηθεὶς ἔπεισε μεταπέμπεσθαι Διονύσιον ἐμέ, καὶ αὐτὸς ἐδεῖτο πέμπων ἥκειν ὅτι τάχιστα ἐκ παντὸς τρόπου, πρίν τινας ἄλλους ἐντυχόντας Διονυσίῳ ἐπʼ ἄλλον βίον αὐτὸν τοῦ βελτίστου παρατρέψαι.
迪翁在正确地思考了这些之后,说服了狄奥尼修斯召见我,他自己也派人送信,请求我不惜一切代价尽快赶来,以免其他人在接触狄奥尼修斯后,将他从最优秀的生活引向另一种生活。
λέγων δὲ τάδε ἐδεῖτο, εἰ καὶ μακρότερα εἰπεῖν. τίνας γὰρ καιρούς, ἔφη, μείζους περιμενοῦμεν τῶν νῦν παραγεγονότων θείᾳ τινὶ τύχῃ;
迪翁在请求时说出了这些话,即使说得有些冗长:“因为,”他说,“我们还要等待比因某种神圣的运气而呈现在眼前的这些时机更大的时机吗? ”