§3.318ἔπειτα τὰ Δίωνος τοὺς οἰκείους ἔχειν ἠξίουν καὶ μὴ διανείμασθαι τοὺς διανειμαμένους, οὓς οἶσθα σύ·
次に、私はディオンの財産を彼の親族が所有すべきであり、それを分け合った者たち――彼らが誰かはあなたも知っているが――が分配すべきではないと要求した。
πρὸς δὲ τούτοις ᾤμην δεῖν τὰ κατʼ ἐνιαυτὸν ἕκαστον εἰωθότα αὐτῷ κομίζεσθαι καὶ μᾶλλον ἐγὼ ἔτι καὶ οὐχ ἧττον ἐμοῦ παραγενομένου πέμπεσθαι.
さらにこれに加えて、彼に通例毎年送られていた財産を彼に送り届けるべきであり、私がそこに居合わせている間は、なおさら多く、決して少なくない額が送られるべきだと私は考えた。
τούτων οὐδενὸς τυγχάνων, ἠξίουν ἀπιέναι.
これらのことが何一つ叶わなかったので、私は立ち去りたいと要求した。
τὸ μετὰ ταῦτα ἔπειθές με μεῖναι τὸν ἐνιαυτόν, φάσκων τὴν Δίωνος ἀποδόμενος οὐσίαν πᾶσαν τὰ μὲν ἡμίσεα ἀποπέμψειν εἰς Κόρινθον, τὰ δʼ ἄλλα τῷ παιδὶ καταλείψειν αὐτοῦ.
その後、あなたはディオンの全財産を売却した上で、その半分をコリントスに送り、残りの半分は彼の息子に現地に残すと言って、私に一年間留まるよう説得した。
πολλὰ ἔχων εἰπεῖν ὧν ὑποσχόμενος οὐδὲν ἐποίησας, διὰ τὸ πλῆθος αὐτῶν συντέμνω.
あなたが約束したにもかかわらず実行しなかったことについて、言うべきことは多々あるが、その数が多すぎるため割愛する。
τὰ γὰρ δὴ χρήματα πάντα ἀποδόμενος, οὐ πείσας Δίωνα, φάσκων οὐ πωλήσειν ἄνευ τοῦ πείθειν, τὸν κολοφῶνα, ὦ θαυμάσιε, ταῖς ὑποσχέσεσιν ἁπάσαις νεανικώτατον ἐπέθηκας·
すなわち、ディオンを説得することなしには売却しないと言っていたにもかかわらず、彼を説得することなく財産をすべて売却してしまい、驚くべき人よ、あなたはすべての約束に対して最も厚かましい極めつけを置いたのである。
μηχανὴν γὰρ οὔτε καλὴν οὔτε κομψὴν οὔτε δικαίαν οὔτε συμφέρουσαν ηὗρες, ἐμὲ ἐκφοβεῖν ὡς ἀγνοοῦντα τὰ τότε γιγνόμενα, ἵνα μηδὲ ἐγὼ ζητοίην τὰ χρήματα ἀποπέμπεσθαι.
あなたが編み出した策は、美しくも、巧妙でも、正しくも、有益でもなく、私を当時起きていることから無知であるかのように脅し、私が財産を送るように求めることさえしないようにするためのものだった。
ἡνίκα γὰρ Ἡρακλείδην ἐξέβαλες, οὔτε Συρακοσίοις δοκοῦν δικαίως οὔτʼ ἐμοί, διότι μετὰ Θεοδότου καὶ Εὐρυβίου συνεδεήθην σου μὴ ποιεῖν ταῦτα, ταύτην λαβὼν ὡς ἱκανὴν πρόφασιν, εἶπες ὅτι καὶ πάλαι σοι δῆλος εἴην σοῦ μὲν οὐδὲν φροντίζων, Δίωνος δὲ καὶ τῶν Δίωνος φίλων καὶ οἰκείων, καὶ ἐπειδὴ νῦν Θεοδότης καὶ Ἡρακλείδης ἐν διαβολαῖς εἶεν, οἰκεῖοι Δίωνος ὄντες, πᾶν μηχανῴμην ὅπως οὗτοι μὴ δώσουσιν δίκην.
なぜなら、あなたがヘラクレイデスを追放したとき――これはシュラクサイ市民にとっても私にとっても正当なこととは思われなかったが――私がテオドトスやエウリュビオスとともに、そのようなことをしないようあなたに懇願したため、あなたはこれを十分な口実として捉え、私は以前からあなたのことなど少しも顧みず、ディオンやディオンの友人たち、親族たちばかりを気にかけていることが明らかであり、今やディオンの親族であるテオドトスとヘラクレイデスが中傷に晒されているので、彼らが罰を受けないようにあらゆる画策を私がしている、と言い放ったからである。
καὶ ταῦτα μὲν ταύτῃ περὶ τὰ πολιτικὰ κοινωνίας τῆς ἐμῆς καὶ σῆς·
私とあなたの政治的協働については、これらはこのようにして行われた。
καὶ εἴ τινα ἑτέραν ἀλλοτριότητα ἐνεῖδες ἐν ἐμοὶ πρὸς σέ, εἰκότως οἴει ταύτῃ πάντα ταῦτα γεγονέναι.
そして、もしあなたが私の中にあなたに対する他の不和を見て取ったのなら、当然あなたはこうしたことのためにこれらすべてが起きたのだと考えるだろう。
καὶ μὴ θαύμαζε·
そして驚いてはならない。
κακὸς γὰρ ἂν ἔχοντί γε νοῦν ἀνδρὶ φαινοίμην ἐνδίκως, πεισθεὶς ὑπὸ τοῦ μεγέθους τῆς σῆς ἀρχῆς τὸν μὲν παλαιὸν φίλον καὶ ξένον κακῶς πράττοντα διὰ σέ, μηδὲν σοῦ χείρω, ἵνα οὕτως εἴπω, τοῦτον μὲν προδοῦναι, σὲ δὲ τὸν ἀδικοῦντα ἑλέσθαι καὶ πᾶν δρᾶν ὅπῃ σὺ προσέταττες, ἕνεκα χρημάτων δῆλον ὅτι·
なぜなら、理性を備えた者から見れば、私は正当にも、あなたの権力の大きさに惑わされて、あなたのせいで不遇を託っている、言ってみればあなたに劣ることもない古い友であり客人を裏切り、不正を行うあなたを選んで、あなたが命じるままに何でも行うような邪悪な人間に見えるだろうから。
οὐδὲν γὰρ ἂν ἕτερον ἔφησεν αἴτιόν τις εἶναι τῆς ἐμῆς μεταβολῆς, εἰ μετεβαλόμην.
明らかに金銭のために。
ἀλλὰ ταῦτα μὲν ταύτῃ γενόμενα τὴν ἐμὴν καὶ σὴν λυκοφιλίαν καὶ ἀκοινωνίαν διὰ σὲ ἀπηργάσατο.
というのも、もし私が態度を変えていたなら、誰も私の変節の理由として金銭以外のものを挙げはしなかっただろうからである。
§3.319σχεδὸν δʼ εἰς λόγον ὁ λόγος ἥκει μοι συνεχὴς τῷ νυνδὴ γενόμενος, περὶ οὗ μοι τὸ δεύτερον ἀπολογητέον ἔφην εἶναι.
しかし、これらのことがこのように起きたことによって、あなたのせいで私とあなたの「狼の友情」と不和がもたらされたのである。
σκόπει δὴ καὶ πρόσεχε πάντως, ἄν σοί τι ψεύδεσθαι δόξω καὶ μὴ τἀληθῆ λέγειν.
さて、私の議論は、先ほど述べた事柄に直接続く、私が二番目に弁明せねばならないと言った話にほぼ達している。
φημὶ γάρ σε Ἀρχεδήμου παρόντος ἐν τῷ κήπῳ καὶ Ἀριστοκρίτου, σχεδὸν ἡμέραις πρότερον εἴκοσι τῆς ἐμῆς ἐκ Συρακουσῶν οἴκαδʼ ἀποδημίας, ἃ νῦν δὴ λέγεις ἐμοὶ μεμφόμενος, ὡς Ἡρακλείδου τέ μοι καὶ τῶν ἄλλων πάντων μᾶλλον ἢ σοῦ μέλοι.
それゆえ、私が嘘をついて真実を語っていないと思われる点があるかどうか、よく考え、十分に注意してほしい。
καί με τούτων ἐναντίον διηρώτησας εἰ μνημονεύω, κατʼ ἀρχὰς ὅτʼ ἦλθον, κελεύων σε τὰς πόλεις τὰς Ἑλληνίδας κατοικίζειν·
というのも、私がシュラクサイから帰国するおよそ20日前に、庭園でアルケデモスとアリストクリトスが同席する中、あなたが現在私を非難して言っていること、すなわち私にとってあなたよりもヘラクレイデスや他のすべての人々のことの方が大事なのだ、ということをあなたが言ったと私は主張するからである。
ἐγὼ δὲ συνεχώρουν μεμνῆσθαι καὶ ἔτι νῦν μοι δοκεῖν ταῦτʼ εἶναι βέλτιστα.
そして、あなたは彼らの前で、私が最初に到着したとき、あなたにギリシア人の諸都市を再建するよう勧めたことを覚えているか、と私に問い詰めた。
ῥητέον δέ, ὦ Διονύσιε, καὶ τοὐπὶ τούτῳ τότε λεχθέν.
私は覚えていると認め、今でもそれが最善であると考えていると答えた。
ἠρόμην γὰρ δή σε πότερον αὐτὸ τοῦτό σοι συμβουλεύσαιμι μόνον ἤ τι καὶ ἄλλο πρὸς τούτῳ·
ディオニュシオスよ、しかしその時にその後に言われたことも言わねばならない。
σὺ δὲ καὶ μάλʼ ἀπεκρίνω μεμηνιμένως καὶ ὑβριστικῶς εἰς ἐμέ, ὡς ᾤου—διὸ τὸ τότε σοι ὕβρισμα νῦν ὕπαρ ἀντʼ ὀνείρατος γέγονεν—εἶπες δὲ καὶ μάλα πλαστῶς γελῶν, εἰ μέμνημαι, ὡς
παιδευθέντα με ἐκέλευες ποιεῖν πάντα ταῦτα ἢ μὴ ποιεῖν.
というのも、私はあなたに、私があなたに助言したのはこのことだけだったのか、それともこれに加えて別のこともあったのか、と尋ねたからである。 するとあなたは、自分ではそう思っていたのだろうが、きわめて立腹し、私を侮辱するように答えた。 ――だからこそ、当時のあなたの侮辱は、今や夢ではなく現実となったのである。 ――そしてあなたは、実に作り笑いをしながら、私が覚えているとすれば、次のように言った。 「教育を受けてから、これらすべてを行うか行わないかするよう、あなたは私に命じていたのだ」と。
ἔφην ἐγὼ κάλλιστα μνημονεῦσαί σε.
私は、あなたが実に見事に覚えている、と言った。
οὐκοῦν παιδευθέντα,
ἔφησθα,
γεωμετρεῖν, ἢ πῶς;
「それでは、教育を受けるというのは、」とあなたは言った、「幾何学を学ぶということか、それともどうなのか」と。
κἀγὼ τὸ μετὰ ταῦτα ὃ ἐπῄει μοι εἰπεῖν οὐκ εἶπον, φοβούμενος μὴ σμικροῦ ῥήματος ἕνεκα τὸν ἔκπλουν ὃν προσεδόκων, μή μοι στενὸς γίγνοιτο ἀντʼ εὐρυχωρίας.
そして私は、その後に口をついて出ようとした言葉を言わなかった。 わずか一言のせいで、私が期待していた出港が、広い水路ではなく狭い窮地に陥ることを恐れたからである。
ἀλλʼ οὖν ὧν ἕνεκα πάντʼ εἴρηται ταῦτʼ ἐστί·
しかしながら、これらすべてを語った目的は、次の点にある。
μή με διάβαλλε λέγων ὡς οὐκ εἴων ἐγώ σε πόλεις Ἑλληνίδας ἐρρούσας ὑπὸ βαρβάρων οἰκίζειν, οὐδὲ Συρακουσίους ἐπικουφίσαι βασιλείαν ἀντὶ τυραννίδος μεταστήσαντα.
すなわち、私があなたに、異民族によって滅ぼされたギリシア人の諸都市を再建させまいとしたとか、シュラクサイ市民に対して僭主政を王政へと移行させて彼らの負担を軽減させまいとした、などと言って私を中傷しないでほしいということである。
τούτων γὰρ οὔθʼ ἧττον ἐμοὶ πρέποντα ἔχοις ἄν ποτε λέγων μου καταψεύσασθαι, πρὸς δὲ τούτοις ἔτι σαφεστέρους τούτων εἰς ἔλεγχον λόγους ἐγὼ δοίην ἄν, εἴ τις ἱκανή που φαίνοιτο κρίσις, ὡς ἐγὼ μὲν ἐκέλευον, σὺ δʼ οὐκ ἤθελες πράττειν αὐτά·
なぜなら、このようなことを言って私について偽りを語ることは、私に最もふさわしくない不名誉なことであり、これに加えて、もしどこかで十分な審査が行われるなら、私は自分がこれらを命じていたのに対し、あなたがそれらを実行することを望まなかったということを示す、これらよりもさらに明白な反証の議論を提示できるからである。
καὶ μὴν οὐ χαλεπὸν εἰπεῖν ἐναργῶς ὡς ἦν ταῦτα ἄριστα πραχθέντα καὶ σοὶ καὶ Συρακοσίοις καὶ Σικελιώταις πᾶσιν.
そして実際、これらのことが実行されることが、あなたにとってもシュラクサイ市民にとっても、シケリアのすべての人々にとっても、最善であったことは明らかに示すのが困難なことではない。
ἀλλʼ ὦ τᾶν, εἰ μὲν μὴ φῂς εἰρηκέναι εἰρηκὼς ταῦτα, ἔχω τὴν δίκην·
しかし、親愛なる友よ、もしあなたがこれらを言っておきながら、言っていないと主張するなら、私は満足しよう。
εἰ δʼ ὁμολογεῖς, τὸ μετὰ τοῦτο ἡγησάμενος εἶναι σοφὸν τὸν Στησίχορον, τὴν παλινῳδίαν αὐτοῦ μιμησάμενος, ἐκ τοῦ ψεύδους εἰς τὸν ἀληθῆ λόγον μεταστήσῃ.
だが、もし認めるなら、その次は、ステシコロスを賢明な人物と考え、彼の『パリノーディア』を模倣して、虚偽から真実の言葉へと立ち戻りなさい。