§3.318ἔπειτα τὰ Δίωνος τοὺς οἰκείους ἔχειν ἠξίουν καὶ μὴ διανείμασθαι τοὺς διανειμαμένους, οὓς οἶσθα σύ· πρὸς δὲ τούτοις ᾤμην δεῖν τὰ κατʼ ἐνιαυτὸν ἕκαστον εἰωθότα αὐτῷ κομίζεσθαι καὶ μᾶλλον ἐγὼ ἔτι καὶ οὐχ ἧττον ἐμοῦ παραγενομένου πέμπεσθαι.
其次,我要求迪翁的亲属应当拥有他的财产,而不应由那些瓜分了它的人——你是知道他们的——继续瓜分;此外,我认为每年照例送给他的收入应当继续送去,而且由于我在场,更应当多送而不是少送。
τούτων οὐδενὸς τυγχάνων, ἠξίουν ἀπιέναι.
这些要求没有一样得到满足,于是我请求离去。
τὸ μετὰ ταῦτα ἔπειθές με μεῖναι τὸν ἐνιαυτόν, φάσκων τὴν Δίωνος ἀποδόμενος οὐσίαν πᾶσαν τὰ μὲν ἡμίσεα ἀποπέμψειν εἰς Κόρινθον, τὰ δʼ ἄλλα τῷ παιδὶ καταλείψειν αὐτοῦ.
随后,你劝说我留下来过完这一年,声称你将卖掉迪翁的所有财产,并把其中的一半寄往科林斯,而把其余的留给他在当地的儿子。
πολλὰ ἔχων εἰπεῖν ὧν ὑποσχόμενος οὐδὲν ἐποίησας, διὰ τὸ πλῆθος αὐτῶν συντέμνω.
虽然关于你曾允诺却未履行的事情我有很多话可说,但由于数量太多,我只做简述。
τὰ γὰρ δὴ χρήματα πάντα ἀποδόμενος, οὐ πείσας Δίωνα, φάσκων οὐ πωλήσειν ἄνευ τοῦ πείθειν, τὸν κολοφῶνα, ὦ θαυμάσιε, ταῖς ὑποσχέσεσιν ἁπάσαις νεανικώτατον ἐπέθηκας·
因为你确实在未经迪翁同意的情况下卖掉了他的全部财产,尽管你曾说过在说服他之前绝不售卖。 我的朋友,你给所有的诺言加上了一个最厚颜无耻的顶点。
μηχανὴν γὰρ οὔτε καλὴν οὔτε κομψὴν οὔτε δικαίαν οὔτε συμφέρουσαν ηὗρες, ἐμὲ ἐκφοβεῖν ὡς ἀγνοοῦντα τὰ τότε γιγνόμενα, ἵνα μηδὲ ἐγὼ ζητοίην τὰ χρήματα ἀποπέμπεσθαι.
因为你发明了一个既不体面、不巧妙、不公正也不有利的手段,即通过恐吓我,假装我对当时发生的事一无所知,好让我甚至不再要求汇出这些资产。
ἡνίκα γὰρ Ἡρακλείδην ἐξέβαλες, οὔτε Συρακοσίοις δοκοῦν δικαίως οὔτʼ ἐμοί, διότι μετὰ Θεοδότου καὶ Εὐρυβίου συνεδεήθην σου μὴ ποιεῖν ταῦτα, ταύτην λαβὼν ὡς ἱκανὴν πρόφασιν, εἶπες ὅτι καὶ πάλαι σοι δῆλος εἴην σοῦ μὲν οὐδὲν φροντίζων, Δίωνος δὲ καὶ τῶν Δίωνος φίλων καὶ οἰκείων, καὶ ἐπειδὴ νῦν Θεοδότης καὶ Ἡρακλείδης ἐν διαβολαῖς εἶεν, οἰκεῖοι Δίωνος ὄντες, πᾶν μηχανῴμην ὅπως οὗτοι μὴ δώσουσιν δίκην.
因为当你驱逐赫拉克雷德斯时——这在叙拉古人眼里和我眼里都是不公正的——由于我和狄奥多托斯及欧律比奥斯一同恳求你不要这样做,你便以此为充足的借口,说我早就显露出根本不关心你,而只关心迪翁和迪翁的朋友及亲属;并且由于现在作为迪翁亲属的狄奥多托斯和赫拉克雷德斯受到指控,我正千方百计地谋划让他们免受惩罚。
καὶ ταῦτα μὲν ταύτῃ περὶ τὰ πολιτικὰ κοινωνίας τῆς ἐμῆς καὶ σῆς· καὶ εἴ τινα ἑτέραν ἀλλοτριότητα ἐνεῖδες ἐν ἐμοὶ πρὸς σέ, εἰκότως οἴει ταύτῃ πάντα ταῦτα γεγονέναι.
以上这些就是关于我和你在政治事务上合作的经过;如果你在我对你的态度中察觉到了任何其他的疏远,你自然会认为这一切都是因为这个缘故而发生的。
καὶ μὴ θαύμαζε· κακὸς γὰρ ἂν ἔχοντί γε νοῦν ἀνδρὶ φαινοίμην ἐνδίκως, πεισθεὶς ὑπὸ τοῦ μεγέθους τῆς σῆς ἀρχῆς τὸν μὲν παλαιὸν φίλον καὶ ξένον κακῶς πράττοντα διὰ σέ, μηδὲν σοῦ χείρω, ἵνα οὕτως εἴπω, τοῦτον μὲν προδοῦναι, σὲ δὲ τὸν ἀδικοῦντα ἑλέσθαι καὶ πᾶν δρᾶν ὅπῃ σὺ προσέταττες, ἕνεκα χρημάτων δῆλον ὅτι·
你也不必感到惊讶;因为在任何有理性的人看来,我若因被你的庞大权力所动摇,而背叛了我那因你而处境悲惨的、说实话在各方面都不亚于你的老友兼客友,却选择站在行不义之事的你这一边,并按照你的吩咐去做一切事情,那我就理所当然地会被视为一个卑鄙的小人,而这显然是为了金钱的缘故。
οὐδὲν γὰρ ἂν ἕτερον ἔφησεν αἴτιόν τις εἶναι τῆς ἐμῆς μεταβολῆς, εἰ μετεβαλόμην.
因为如果我改变了立场,人们决不会认为我改变态度的原因会是金钱以外的任何其他事物。
ἀλλὰ ταῦτα μὲν ταύτῃ γενόμενα τὴν ἐμὴν καὶ σὴν λυκοφιλίαν καὶ ἀκοινωνίαν διὰ σὲ ἀπηργάσατο.
但这些事情如此发生,因你的缘故,造成了我们之间虚假的友谊以及互不合作。
§3.319σχεδὸν δʼ εἰς λόγον ὁ λόγος ἥκει μοι συνεχὴς τῷ νυνδὴ γενόμενος, περὶ οὗ μοι τὸ δεύτερον ἀπολογητέον ἔφην εἶναι.
我的陈述现在已经几乎到了与刚才所说的内容相衔接的部分,也就是我说过我必须进行第二项辩护的地方。
σκόπει δὴ καὶ πρόσεχε πάντως, ἄν σοί τι ψεύδεσθαι δόξω καὶ μὴ τἀληθῆ λέγειν.
那么请仔细审视并务必留心,看看你是否认为我在撒谎、没有说真话。
φημὶ γάρ σε Ἀρχεδήμου παρόντος ἐν τῷ κήπῳ καὶ Ἀριστοκρίτου, σχεδὸν ἡμέραις πρότερον εἴκοσι τῆς ἐμῆς ἐκ Συρακουσῶν οἴκαδʼ ἀποδημίας, ἃ νῦν δὴ λέγεις ἐμοὶ μεμφόμενος, ὡς Ἡρακλείδου τέ μοι καὶ τῶν ἄλλων πάντων μᾶλλον ἢ σοῦ μέλοι.
因为我声称,在阿尔克德摩斯和阿里斯托克利托斯在场的庭院里,大约在我离开叙拉古回国前的二十天,你说了你现在用来指责我的那些话,即比起你来,我更关心赫拉克雷德斯及其他所有人。
καί με τούτων ἐναντίον διηρώτησας εἰ μνημονεύω, κατʼ ἀρχὰς ὅτʼ ἦλθον, κελεύων σε τὰς πόλεις τὰς Ἑλληνίδας κατοικίζειν· ἐγὼ δὲ συνεχώρουν μεμνῆσθαι καὶ ἔτι νῦν μοι δοκεῖν ταῦτʼ εἶναι βέλτιστα.
并且你在他们面前质问我是否还记得,当我刚来的时候,我曾敦促你重建那些希腊城市;我承认我还记得,并且直到现在我依然认为这些是最好的。
ῥητέον δέ, ὦ Διονύσιε, καὶ τοὐπὶ τούτῳ τότε λεχθέν.
狄奥尼西奥斯,但当时在那之后说的话也必须说出来。
ἠρόμην γὰρ δή σε πότερον αὐτὸ τοῦτό σοι συμβουλεύσαιμι μόνον ἤ τι καὶ ἄλλο πρὸς τούτῳ· σὺ δὲ καὶ μάλʼ ἀπεκρίνω μεμηνιμένως καὶ ὑβριστικῶς εἰς ἐμέ, ὡς ᾤου—διὸ τὸ τότε σοι ὕβρισμα νῦν ὕπαρ ἀντʼ ὀνείρατος γέγονεν—εἶπες δὲ καὶ μάλα πλαστῶς γελῶν, εἰ μέμνημαι, ὡς
παιδευθέντα με ἐκέλευες ποιεῖν πάντα ταῦτα ἢ μὴ ποιεῖν.
因为我当时问你,我是仅向你提出了这一项建议,还是在此之外还提出了别建议;而你的回答非常愤怒,并且对我极尽侮辱之能事——因此,你当时的侮辱如今已然美梦成真——你非常虚假地笑着说,如果我还记得的话,那就是:“你命令我在接受了教育之后,再去决定是否做这一切。
ἔφην ἐγὼ κάλλιστα μνημονεῦσαί σε.
”我说你记得非常清楚。
οὐκοῦν παιδευθέντα,
ἔφησθα,
γεωμετρεῖν, ἢ πῶς;
“那么,接受了教育,”你说道,“就是去学几何学,还是怎么着?
κἀγὼ τὸ μετὰ ταῦτα ὃ ἐπῄει μοι εἰπεῖν οὐκ εἶπον, φοβούμενος μὴ σμικροῦ ῥήματος ἕνεκα τὸν ἔκπλουν ὃν προσεδόκων, μή μοι στενὸς γίγνοιτο ἀντʼ εὐρυχωρίας. ἀλλʼ οὖν ὧν ἕνεκα πάντʼ εἴρηται ταῦτʼ ἐστί·
”而我没有说出接下来涌上心头想说的话,因为我担心仅因一句话的缘故,我所期待的离航出路会变得狭窄而非宽广。
μή με διάβαλλε λέγων ὡς οὐκ εἴων ἐγώ σε πόλεις Ἑλληνίδας ἐρρούσας ὑπὸ βαρβάρων οἰκίζειν, οὐδὲ Συρακουσίους ἐπικουφίσαι βασιλείαν ἀντὶ τυραννίδος μεταστήσαντα.
但无论如何,说这一切的目的在于:不要诽谤我,说我不让你重建那些被蛮族摧毁的希腊城市,也不让你通过将僭主制转变为君主制来减轻叙拉古人的负担。
τούτων γὰρ οὔθʼ ἧττον ἐμοὶ πρέποντα ἔχοις ἄν ποτε λέγων μου καταψεύσασθαι, πρὸς δὲ τούτοις ἔτι σαφεστέρους τούτων εἰς ἔλεγχον λόγους ἐγὼ δοίην ἄν, εἴ τις ἱκανή που φαίνοιτο κρίσις, ὡς ἐγὼ μὲν ἐκέλευον, σὺ δʼ οὐκ ἤθελες πράττειν αὐτά·
因为你对我的诽谤中,没有什么比这些指控更不符合我的人格了。 不仅如此,如果能在某个地方进行充分的审判,我还能提供比这更清晰的证据来证明:我确实曾督促去做这些,而你却不愿付诸行动。
καὶ μὴν οὐ χαλεπὸν εἰπεῖν ἐναργῶς ὡς ἦν ταῦτα ἄριστα πραχθέντα καὶ σοὶ καὶ Συρακοσίοις καὶ Σικελιώταις πᾶσιν.
而且,这件事情如果办成了,对你、对叙拉古人以及所有西西里希腊人来说都是最好的选择,这一点也并不难明确地阐明。
ἀλλʼ ὦ τᾶν, εἰ μὲν μὴ φῂς εἰρηκέναι εἰρηκὼς ταῦτα, ἔχω τὴν δίκην· εἰ δʼ ὁμολογεῖς, τὸ μετὰ τοῦτο ἡγησάμενος εἶναι σοφὸν τὸν Στησίχορον, τὴν παλινῳδίαν αὐτοῦ μιμησάμενος, ἐκ τοῦ ψεύδους εἰς τὸν ἀληθῆ λόγον μεταστήσῃ.
但是,我的朋友,如果你说了这些话却矢口否认,那我便已得到了公道;但如果你承认了,那么接下来,你就应当视斯特西科罗斯为智者,效仿他的《回转歌》,从谎言转向真理。