§2.310Πλάτων Διονυσίῳ εὖ πράττειν.
プラトンからディオニュシオスへ、つつがなく暮らさんことを。
ἤκουσα Ἀρχεδήμου ὅτι σὺ ἡγῇ χρῆναι περὶ σοῦ μὴ μόνον ἐμὲ ἡσυχίαν ἄγειν, ἀλλὰ καὶ τοὺς ἐμοὺς ἐπιτηδείους τοῦ φλαῦρόν τι ποιεῖν ἢ λέγειν περὶ σέ·
私はアルケデモスから、あなたは私自身があなたについて沈黙を守るべきであるだけでなく、私の仲間たちもあなたに関して何か悪いことを行ったり語ったりすること[を控えること]を必要と考えており、ディオンだけを例外としていると聞いた。
Δίωνα δὲ μόνον ἐξαίρετον ποιῇ. οὗτος δὲ ὁ λόγος σημαίνει, τὸ Δίωνα ἐξαίρετον εἶναι, ὅτι οὐκ ἄρχω ἐγὼ τῶν ἐμῶν ἐπιτηδείων·
しかし、「ディオンが例外である」というこの主張は、私が自分の仲間たちを支配していないということを意味している。
εἰ γὰρ ἦρχον ἐγὼ οὕτω τῶν τε ἄλλων καὶ σοῦ καὶ Δίωνος, πλείω ἂν ἦν ἡμῖν τε πᾶσιν ἀγαθὰ τοῖς τε ἄλλοις Ἕλλησιν, ὡς ἐγώ φημι.
なぜなら、もし私が他の者たちや、あなたやディオンをそのように支配していたなら、私が主張するように、我々全員にとっても、他のギリシア人たちにとっても、より多くの善きことがあっただろうからだ。
νῦν δὲ μέγας ἐγώ εἰμι ἐμαυτὸν παρέχων τῷ ἐμῷ λόγῳ ἑπόμενον.
だが現実には、私は自分自身を、自らの言論に従う者として示すことにおいて偉大なのだ。
καὶ ταῦτα λέγω ὡς οὐχ ὑγιές τι Κρατιστόλου καὶ Πολυξένου πρὸς σὲ εἰρηκότων, ὧν φασὶ λέγειν τὸν ἕτερον ὅτι ἀκούοι Ὀλυμπίασι πολλῶν τινων τῶν μετʼ ἐμοῦ σε κακηγορούντων.
そして私がこう語るのは、クラティストロスとポリュクセノスがあなたに対して何か不健全なことを語ったからであり、彼らのうち一方が「オリンピアで、私とともにいる多くの者たちがあなたを誹謗しているのを聞いた」と語っていると人々が言うからだ。
ἴσως γὰρ ὀξύτερον ἐμοῦ ἀκούει·
おそらく彼は私よりも鋭く聞き取れるのだろう。
ἐγὼ μὲν γὰρ οὐκ ἤκουσα.
というのも、私には聞こえなかったからだ。
χρὴ δέ, ὡς ἐμοὶ δοκεῖ, οὑτωσί σε ποιεῖν τοῦ λοιποῦ, ὅταν τι τοιοῦτον λέγῃ τις περὶ ἡμῶν τινος, γράμματα πέμψαντα ἐμὲ ἐρέσθαι·
しかし、私の思うところでは、今後は次のようにすべきである。 我々の誰かについて誰かがそのようなことを語ったときには、手紙を送って私に尋ねるがよい。
ἐγὼ γὰρ τἀληθῆ λέγειν οὔτε ὀκνήσω οὔτε αἰσχυνοῦμαι.
私は真実を語ることを躊躇いもしないし、恥じもしない。
ἐμοὶ δὲ δὴ καὶ σοὶ τὰ πρὸς ἀλλήλους οὑτωσὶ τυγχάνει ἔχοντα·
私とあなたの互いに対する関係は、実に次のような状態にある。
οὔτε αὐτοὶ ἀγνῶτές ἐσμεν οὐδενὶ Ἑλλήνων ὡς ἔπος εἰπεῖν, οὔτε ἡ συνουσία ἡμῶν σιγᾶται.
我々自身、ギリシア人の誰にも知られていないわけではなく、いわば言い知れぬ者ではなく、我々の交わりも沈黙されているわけではない。
μὴ λανθανέτω δέ σε ὅτι οὐδʼ εἰς τὸν ἔπειτα χρόνον σιγηθήσεται·
そして、それが後の時代にも沈黙されることはないということを、あなたは見落としてはならない。
τοιοῦτοι οἱ παραδεδεγμένοι εἰσὶν αὐτήν, ἅτε οὐκ ὀλίγην γεγενημένην οὐδʼ ἠρέμα.
それを聞き及んだ人々はそのような者たちであり、我々の交わりは小さくもなく、静かでもなかったからだ。
τί οὖν δὴ λέγω νυνί;
では、私は今、何のためにこう語っているのだろうか。
ἐρῶ ἄνωθεν ἀρξάμενος.
最初から始めて説明しよう。
§2.311πέφυκε συνιέναι εἰς ταὐτὸν φρόνησίς τε καὶ δύναμις μεγάλη, καὶ ταῦτʼ ἄλληλα ἀεὶ διώκει καὶ ζητεῖ καὶ συγγίγνεται·
思慮と大いなる権力は本性上、同じ場所へと集まるものであり、これらは常に互いを追い求め、求め合い、結びつくものである。
ἔπειτα καὶ οἱ ἄνθρωποι χαίρουσιν περὶ τούτων αὐτοί τε διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες ἔν τε ἰδίαις συνουσίαις καὶ ἐν ταῖς ποιήσεσιν.
さらにまた、人間はプライベートな交わりにおいても、詩作品の中においても、これらについて自分自身で語り合ったり、他人が語るのを聞いたりして喜ぶものである。
οἷον καὶ περὶ Ἱέρωνος ὅταν διαλέγωνται ἄνθρωποι καὶ Παυσανίου τοῦ Λακεδαιμονίου, χαίρουσι τὴν Σιμωνίδου συνουσίαν παραφέροντες, ἅ τε ἔπραξεν καὶ εἶπεν πρὸς αὐτούς·
例えば、人々がヒエロンやラケダイモン人パウサニアスについて語るとき、彼らがシモニデスと交わったこと、また彼が彼らに対して行い、語ったことを持ち出して喜ぶ。
καὶ Περίανδρον τὸν Κορίνθιον καὶ Θαλῆν τὸν Μιλήσιον ὑμνεῖν εἰώθασιν ἅμα, καὶ Περικλέα καὶ Ἀναξαγόραν, καὶ Κροῖσον αὖ καὶ Σόλωνα ὡς σοφοὺς καὶ Κῦρον ὡς δυνάστην.
また、コリントス人ペリアンドロスとミレトス人タレスを共に称え、ペリクレスとアナクサゴラスを、さらにクロイソスとソロンを知者として、またキュロスを支配者として称えるのが常である。
καὶ δὴ ταῦτα μιμούμενοι οἱ ποιηταὶ Κρέοντα μὲν καὶ Τειρεσίαν συνάγουσιν, Πολύειδον δὲ καὶ Μίνω, Ἀγαμέμνονα δὲ καὶ Νέστορα καὶ Ὀδυσσέα καὶ Παλαμήδη—ὡς δʼ ἐμοὶ δοκεῖ, καὶ Προμηθέα Διὶ ταύτῃ πῃ συνῆγον οἱ πρῶτοι ἄνθρωποι—τούτων δὲ τοὺς μὲν εἰς διαφοράν, τοὺς δʼ εἰς φιλίαν ἀλλήλοις ἰόντας, τοὺς δὲ τοτὲ μὲν εἰς φιλίαν, τοτὲ δʼ εἰς διαφοράν, καὶ τὰ μὲν ὁμονοοῦντας, τὰ δὲ διαφερομένους ᾄδουσι.
そして実に、詩人たちもこれらを模倣して、クレオンとテイレイシアスを、ポリュイドスとミノスを、アガメムノンとネストル、オデュッセウスとパラメデスを引き合わせる。 ――そして私の思うところでは、太古の人々もまた、プロメテウスとゼウスをこのような方法で引き合わせたのだ。 ――そして詩人たちは、これらの人々があるときは互いに反目し、あるときは友情へと至り、あるときは友情へ、あるときは反目へと至り、あることでは合意し、あることでは対立する様子を歌う。
πάντα δὴ ταῦτα λέγω τόδε βουλόμενος ἐνδείξασθαι, ὅτι οὐκ, ἐπειδὰν ἡμεῖς τελευτήσωμεν, καὶ οἱ λόγοι οἱ περὶ ἡμῶν αὐτῶν σεσιγήσονται·
私がこれらすべてのことを語るのは、次のことを示したいからである。 すなわち、我々が死んだとき、我々自身についての言説もまた沈黙に付されるわけではない。
ὥστʼ ἐπιμελητέον αὐτῶν ἐστιν.
したがって、それら(言説)に心を配らねばならない。
ἀνάγκη γάρ, ὡς ἔοικε, μέλειν ἡμῖν καὶ τοῦ ἔπειτα χρόνου, ἐπειδὴ καὶ τυγχάνουσιν κατά τινα φύσιν οἱ μὲν ἀνδραποδωδέστατοι οὐδὲν φροντίζοντες αὐτοῦ, οἱ δʼ ἐπιεικέστατοι πᾶν ποιοῦντες ὅπως ἂν εἰς τὸν ἔπειτα χρόνον εὖ ἀκούσωσιν.
というのも、どうやら我々は後の時間(未来)をも気にかけざるを得ないようだからだ。 本性上、最も奴隷的な人々はそれを全く顧みないのに対し、最も優れた人々は、後の時間に良く言われるために、あらゆることを行うからである。
ὃ δὴ καὶ ἐγὼ τεκμήριον ποιοῦμαι ὅτι ἔστιν τις αἴσθησις τοῖς τεθνεῶσιν τῶν ἐνθάδε·
そして、まさにこのことを私もまた、死者たちにもこちらの事柄に対する何らかの知覚があるということの証拠とする。
αἱ γὰρ βέλτισται ψυχαὶ μαντεύονται ταῦτα οὕτως ἔχειν, αἱ δὲ μοχθηρόταται οὔ φασι, κυριώτερα δὲ τὰ τῶν θείων ἀνδρῶν μαντεύματα ἢ τὰ τῶν μή.
なぜなら、最善の魂たちはこれらのことがそうである(知覚がある)と予見しているが、最も卑しい魂たちはそうではないと言っており、神的な人々の予見はそうでない者たちのそれよりも説得力があるからだ。
οἶμαι δʼ ἔγωγε τοῖς ἔμπροσθεν, περὶ ὧν λέγω, εἰ ἐξείη αὐτοῖς ἐπανορθώσασθαι τὰς αὑτῶν συνουσίας, πάνυ ἂν σπουδάσαι ὥστε βελτίω λέγεσθαι περὶ αὑτῶν ἢ νῦν.
そして私としては、先ほど語った昔の人々について、もし彼らが自らの交わりを正すことができるなら、今よりも自分たちについてより良く語られるようにと、大いに努めるだろうと思う。
τοῦτο οὖν ἡμῖν ἔτι, σὺν θεῷ εἰπεῖν, ἔξεστιν, εἴ τι ἄρα μὴ καλῶς πέπρακται κατὰ τὴν ἔμπροσθεν συνουσίαν, ἐπανορθώσασθαι καὶ ἔργῳ καὶ λόγῳ·
それゆえ、もし以前の交わりにおいて何か良くないことがなされていたとしても、神の助けによって言えば、我々には行動と言論においてそれを正すことがまだ許されている。
περὶ γὰρ φιλοσοφίαν φημὶ ἐγὼ τὴν ἀληθινὴν δόξαν ἔσεσθαι καὶ λόγον ἡμῶν μὲν ὄντων ἐπιεικῶν βελτίω, φαύλων δέ, τοὐναντίον.
なぜなら、我々が優れていれば哲学に関する真の評判と言説はより良くなり、不道徳であればその逆になると私は主張するからだ。
καίτοι περὶ τούτου ἡμεῖς ἐπιμελούμενοι οὐδὲν ἂν εὐσεβέστερον πράττοιμεν, οὐδʼ ἀμελοῦντες ἀσεβέστερον.
しかし、このことに心を配ることで我々がこれ以上に敬虔に振る舞うことはないし、怠ることでこれ以上に不敬虔になることもない。
ὡς δὴ δεῖ γίγνεσθαι, καὶ τὸ δίκαιον ᾗ ἔχει, ἐγὼ φράσω.
どのようにしてそうなるべきか、また正しさがどこにあるのかを、私は説明しよう。