§2.310Πλάτων Διονυσίῳ εὖ πράττειν.
柏拉图致狄奥尼修斯,祝安好。
ἤκουσα Ἀρχεδήμου ὅτι σὺ ἡγῇ χρῆναι περὶ σοῦ μὴ μόνον ἐμὲ ἡσυχίαν ἄγειν, ἀλλὰ καὶ τοὺς ἐμοὺς ἐπιτηδείους τοῦ φλαῦρόν τι ποιεῖν ἢ λέγειν περὶ σέ· Δίωνα δὲ μόνον ἐξαίρετον ποιῇ.
我从阿凯德穆斯那里听说,你认为不仅我自己应该对你保持沉默,而且我的同伴们也应该[克制]不对你做任何坏事或说任何坏话;而你唯独将迪翁视为例外。
οὗτος δὲ ὁ λόγος σημαίνει, τὸ Δίωνα ἐξαίρετον εἶναι, ὅτι οὐκ ἄρχω ἐγὼ τῶν ἐμῶν ἐπιτηδείων· εἰ γὰρ ἦρχον ἐγὼ οὕτω τῶν τε ἄλλων καὶ σοῦ καὶ Δίωνος, πλείω ἂν ἦν ἡμῖν τε πᾶσιν ἀγαθὰ τοῖς τε ἄλλοις Ἕλλησιν, ὡς ἐγώ φημι.
但是,“迪翁是例外”这一说法意味着我并不支配我的同伴;因为如果我对其他人和你以及迪翁都拥有这样的支配权,那么正如我所说,对于我们所有人以及其余的希腊人来说,都会有更多的福祉。
νῦν δὲ μέγας ἐγώ εἰμι ἐμαυτὸν παρέχων τῷ ἐμῷ λόγῳ ἑπόμενον.
但事实是,我因表现出自己遵循自己的言论而显得伟大。
καὶ ταῦτα λέγω ὡς οὐχ ὑγιές τι Κρατιστόλου καὶ Πολυξένου πρὸς σὲ εἰρηκότων, ὧν φασὶ λέγειν τὸν ἕτερον ὅτι ἀκούοι Ὀλυμπίασι πολλῶν τινων τῶν μετʼ ἐμοῦ σε κακηγορούντων.
我这样说,是因为克拉提斯托洛斯和波吕克塞诺斯对你说了些不健康的话,人们说他们中的一人声称,他在奥林匹亚听到许多与我同行的人在诽谤你。
ἴσως γὰρ ὀξύτερον ἐμοῦ ἀκούει· ἐγὼ μὲν γὰρ οὐκ ἤκουσα.
因为也许他听得比我更敏锐;因为我确实没有听到。
χρὴ δέ, ὡς ἐμοὶ δοκεῖ, οὑτωσί σε ποιεῖν τοῦ λοιποῦ, ὅταν τι τοιοῦτον λέγῃ τις περὶ ἡμῶν τινος, γράμματα πέμψαντα ἐμὲ ἐρέσθαι· ἐγὼ γὰρ τἀληθῆ λέγειν οὔτε ὀκνήσω οὔτε αἰσχυνοῦμαι.
但在我看来,你今后应该这样做:每当有人对我们中的任何人说这样的话时,送封信来问我;因为我既不会犹豫,也不会羞于说出真话。
ἐμοὶ δὲ δὴ καὶ σοὶ τὰ πρὸς ἀλλήλους οὑτωσὶ τυγχάνει ἔχοντα· οὔτε αὐτοὶ ἀγνῶτές ἐσμεν οὐδενὶ Ἑλλήνων ὡς ἔπος εἰπεῖν, οὔτε ἡ συνουσία ἡμῶν σιγᾶται.
对我与你而言,我们彼此之间的关系确实是这样的:我们自己对任何希腊人来说都不是默默无闻的,几乎可以说是家喻户晓,我们的交往也未曾被保持沉默。
μὴ λανθανέτω δέ σε ὅτι οὐδʼ εἰς τὸν ἔπειτα χρόνον σιγηθήσεται· τοιοῦτοι οἱ παραδεδεγμένοι εἰσὶν αὐτήν, ἅτε οὐκ ὀλίγην γεγενημένην οὐδʼ ἠρέμα.
你不要忽视这一点:即使在往后的时间里,它也不会被保持沉默;因为接受了它的人就是这样的人,由于它既不小也不静。
τί οὖν δὴ λέγω νυνί;
那么,我现在到底在说什么呢?
ἐρῶ ἄνωθεν ἀρξάμενος.
我将从头说起。
§2.311πέφυκε συνιέναι εἰς ταὐτὸν φρόνησίς τε καὶ δύναμις μεγάλη, καὶ ταῦτʼ ἄλληλα ἀεὶ διώκει καὶ ζητεῖ καὶ συγγίγνεται· ἔπειτα καὶ οἱ ἄνθρωποι χαίρουσιν περὶ τούτων αὐτοί τε διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες ἔν τε ἰδίαις συνουσίαις καὶ ἐν ταῖς ποιήσεσιν.
智慧与大权本性上会结合在同一处,这两者总是相互追求、相互寻找、相互交往;此外,人们也乐于在私人交往中和诗歌中,自己谈论这些事情,或听别人谈论。
οἷον καὶ περὶ Ἱέρωνος ὅταν διαλέγωνται ἄνθρωποι καὶ Παυσανίου τοῦ Λακεδαιμονίου, χαίρουσι τὴν Σιμωνίδου συνουσίαν παραφέροντες, ἅ τε ἔπραξεν καὶ εἶπεν πρὸς αὐτούς· καὶ Περίανδρον τὸν Κορίνθιον καὶ Θαλῆν τὸν Μιλήσιον ὑμνεῖν εἰώθασιν ἅμα, καὶ Περικλέα καὶ Ἀναξαγόραν, καὶ Κροῖσον αὖ καὶ Σόλωνα ὡς σοφοὺς καὶ Κῦρον ὡς δυνάστην.
例如,当人们谈论希罗和拉刻代蒙人保萨尼阿斯时,他们乐于提起他们与西摩尼得斯的交往,以及西摩尼得斯对他们的所作所为和所说的话;他们也习惯于同时颂扬科林斯人佩里安德和米利都人泰勒斯,以及伯里克利和阿那克萨哥拉,还有克罗伊索斯和所罗门作为智者,以及居鲁士作为统治者。
καὶ δὴ ταῦτα μιμούμενοι οἱ ποιηταὶ Κρέοντα μὲν καὶ Τειρεσίαν συνάγουσιν, Πολύειδον δὲ καὶ Μίνω, Ἀγαμέμνονα δὲ καὶ Νέστορα καὶ Ὀδυσσέα καὶ Παλαμήδη—ὡς δʼ ἐμοὶ δοκεῖ, καὶ Προμηθέα Διὶ ταύτῃ πῃ συνῆγον οἱ πρῶτοι ἄνθρωποι—τούτων δὲ τοὺς μὲν εἰς διαφοράν, τοὺς δʼ εἰς φιλίαν ἀλλήλοις ἰόντας, τοὺς δὲ τοτὲ μὲν εἰς φιλίαν, τοτὲ δʼ εἰς διαφοράν, καὶ τὰ μὲν ὁμονοοῦντας, τὰ δὲ διαφερομένους ᾄδουσι.
确实,诗人们模仿这些,将克瑞翁与提瑞西阿斯、波吕伊多斯与米诺斯、阿伽门农与涅斯托尔、奥德修斯与帕拉墨得斯结合在一起——在我看来,最早的人类也以某种类似的方式将普罗米修斯与宙斯结合在一起——诗人们歌颂他们,他们有的互不相容,有的走向友好,有的时而友好,时而互不相容,有的在某些事情上一致,在某些事情上分歧。
πάντα δὴ ταῦτα λέγω τόδε βουλόμενος ἐνδείξασθαι, ὅτι οὐκ, ἐπειδὰν ἡμεῖς τελευτήσωμεν, καὶ οἱ λόγοι οἱ περὶ ἡμῶν αὐτῶν σεσιγήσονται· ὥστʼ ἐπιμελητέον αὐτῶν ἐστιν.
我之所以说这一切,是想表明这点,即在我们去世之后,关于我们自己的言论并不会归于沉寂;因此必须对其加以关注。
ἀνάγκη γάρ, ὡς ἔοικε, μέλειν ἡμῖν καὶ τοῦ ἔπειτα χρόνου, ἐπειδὴ καὶ τυγχάνουσιν κατά τινα φύσιν οἱ μὲν ἀνδραποδωδέστατοι οὐδὲν φροντίζοντες αὐτοῦ, οἱ δʼ ἐπιεικέστατοι πᾶν ποιοῦντες ὅπως ἂν εἰς τὸν ἔπειτα χρόνον εὖ ἀκούσωσιν.
因为,正如看起来的那样,我们必须关注未来的时间,因为根据某种天性,最奴性的人对此毫不关心,而最优秀的人则竭尽全力,以便在未来的时间里能获得好名声。
ὃ δὴ καὶ ἐγὼ τεκμήριον ποιοῦμαι ὅτι ἔστιν τις αἴσθησις τοῖς τεθνεῶσιν τῶν ἐνθάδε· αἱ γὰρ βέλτισται ψυχαὶ μαντεύονται ταῦτα οὕτως ἔχειν, αἱ δὲ μοχθηρόταται οὔ φασι, κυριώτερα δὲ τὰ τῶν θείων ἀνδρῶν μαντεύματα ἢ τὰ τῶν μή.
而我本人也以此为证据,证明死者对这里的事情仍有某种感知;因为最优秀的灵魂预见到事情就是这样,而最恶劣的灵魂则予以否认,而神圣之人的预见比非神圣之人的更具权威。
οἶμαι δʼ ἔγωγε τοῖς ἔμπροσθεν, περὶ ὧν λέγω, εἰ ἐξείη αὐτοῖς ἐπανορθώσασθαι τὰς αὑτῶν συνουσίας, πάνυ ἂν σπουδάσαι ὥστε βελτίω λέγεσθαι περὶ αὑτῶν ἢ νῦν.
我至少认为,对于我所说的前人,如果允许他们纠正自己的交往,他们一定会非常努力地使人们对他们的评价比现在更好。
τοῦτο οὖν ἡμῖν ἔτι, σὺν θεῷ εἰπεῖν, ἔξεστιν, εἴ τι ἄρα μὴ καλῶς πέπρακται κατὰ τὴν ἔμπροσθεν συνουσίαν, ἐπανορθώσασθαι καὶ ἔργῳ καὶ λόγῳ· περὶ γὰρ φιλοσοφίαν φημὶ ἐγὼ τὴν ἀληθινὴν δόξαν ἔσεσθαι καὶ λόγον ἡμῶν μὲν ὄντων ἐπιεικῶν βελτίω, φαύλων δέ, τοὐναντίον.
因此,靠着神明的庇佑,如果说我们在以前的交往中确实有什么做得不好的地方,我们现在仍然可以行动上和言语上加以纠正;因为关于哲学,我声称,如果我们是优秀的,那么真实的舆论和言论就会更好,但如果我们是平庸的,则相反。
καίτοι περὶ τούτου ἡμεῖς ἐπιμελούμενοι οὐδὲν ἂν εὐσεβέστερον πράττοιμεν, οὐδʼ ἀμελοῦντες ἀσεβέστερον.
然而,在关注这件事上,我们不会做出任何更虔敬的事,在忽视它时,也不会做出任何更不虔敬的事。
ὡς δὴ δεῖ γίγνεσθαι, καὶ τὸ δίκαιον ᾗ ἔχει, ἐγὼ φράσω.
究竟应当如何进行,其正义在何处,我将予以说明。