§981ΑΘ. εἰ δʼ ἔχει τοῦτο οὕτως, τό γε πρῶτον ἡμῖν τοῦ πρώτου τῆς γενέσεως πιθανώτερον ἂν εἴη σχεδὸν ὑπηργμένον·
アテナイ人:しかし、もしこれがこのようであるならば、私たちにとって第一のものの生成に関する第一のことが、ほぼ、前提としてすでに存在していることになるでしょう。
καὶ θῶμεν δὴ τὴν ἀρχὴν τῆς ἀρχῆς εὐσχημονέστερον ἔχειν, καὶ τῶν μεγίστων σοφίας περὶ θεῶν γενέσεως ὀρθότατα ἐπιβαίνειν ἡμᾶς.
そして、始まりの始まりがより適切な状態にあり、私たちが神々の生成に関する最大の知恵に最も正しくアプローチしていると想定しましょう。
ΚΛ. ἔστω ταῦτα εἰς δύναμιν λεγόμενα.
クレイニアス:能力の及ぶ限り、そのように語られるとしましょう。
ΑΘ. φέρε δή, ζῷόν γε ἀληθέστατα λέγεσθαι κατὰ φύσιν φῶμεν τοῦτό γε, ὅταν μία συνελθοῦσα σύστασις ψυχῆς καὶ σώματος ἀποτέκῃ μίαν μορφήν;
アテナイ人:さあ、魂と身体が一つに組み合わさった構成体が、一つの形を産み出すとき、これこそが自然に従って最も真実に「生き物」と呼ばれていると、私たちは言うのでしょうか。
ΚΛ. ὀρθῶς.
クレイニアス:その通りです。
ΑΘ. ζῷον μὲν δὴ τὸ τοιοῦτον καλεῖται δικαιότατα;
アテナイ人:では、そのようなものが最も正当に「生き物」と呼ばれるのでしょうか。
ΚΛ. ναί.
クレイニアス:はい。
ΑΘ. στερεὰ δὲ σώματα λέγεσθαι χρὴ κατὰ τὸν εἰκότα λόγον πέντε, ἐξ ὧν κάλλιστα καὶ ἄριστά τις ἂν πλάττοι, τὸ δὲ ἄλλο γένος ἅπαν ἔχει μορφὴν μίαν·
アテナイ人:しかし、もっともな議論によれば、立体の身体は五つあると言われるべきであり、それらから人は最も美しく優れたものを形作りうるでしょう。 一方、他のすべての類は一つの形を持っています。
οὐ γάρ ἐστιν ἀσώματον ὅτι τʼ ἄλλο γίγνοιτʼ ἂν καὶ χρῶμα οὐδὲν οὐδαμῶς οὐδέποτʼ ἔχον, πλὴν τὸ θειότατον ὄντως ψυχῆς γένος.
というのも、真に最も神聖な魂の類を除いては、他のいかなるものも、完全に無体であり、いかなる方法でも決して色を持たないということはあり得ないからです。
τοῦτο δʼ ἐστὶ σχεδὸν ᾧ μόνῳ πλάττειν καὶ δημιουργεῖν προσήκει, σώματι δέ, ὃ λέγομεν, πλάττεσθαι καὶ γίγνεσθαι καὶ ὁρᾶσθαι·
そして、形作ることと制作することがほとんど唯一ふさわしいのはこれであり、一方、私たちが言うように、身体にとっては、形作られ、生じ、そして見られることがふさわしい。
τῷ δέ—λέγωμεν πάλιν· οὐ γὰρ ἅπαξ ῥητέον—ἀοράτῳ τε εἶναι καὶ γιγνώσκοντι νοητῷ τε, μνήμης μεταλαβόντι λογισμοῦ τε ἐν περιτταῖς τε καὶ ἀρτίαις ἅμα μεταβολαῖς.
しかし他方にとっては――もう一度言おう、一度だけ語るべきではないからだ――不可視であり、認識するものであり、知性にのみ捉えられるものであり、奇数と偶数の変化において同時に記憶と推論にあずかるものであることがふさわしい。
πέντε οὖν ὄντων τῶν σωμάτων, πῦρ χρὴ φάναι καὶ ὕδωρ εἶναι καὶ τρίτον ἀέρα, τέταρτον δὲ γῆν, πέμπτον δὲ αἰθέρα, τούτων δʼ ἐν ἡγεμονίαις ἕκαστον ζῷον πολὺ καὶ παντοδαπὸν ἀποτελεῖσθαι.
それゆえ、身体が五つあるとすれば、火、水、第三に空気、第四に土、第五にアイテールが存在すると言うべきであり、これらのそれぞれが支配的であることによって、多くの、そしてあらゆる種類の生き物が作り出されるのです。
μαθεῖν δὲ καθʼ ἓν ὧδʼ ἔστιν χρεών.
そして、それぞれを一つずつこのように理解しなければなりません。
γήινον μὲν τιθῶμεν τὸ πρῶτον ἡμῖν ἕν, πάντας μὲν ἀνθρώπους, πάντα δὲ ὅσα πολύποδα καὶ ἄποδα, καὶ ὅσα πορεύσιμα καὶ ὅσα μόνιμα, διειλημμένα ῥίζαις·
まず、私たちのために第一のものとして土のものを置こう。 すなわち、すべての人間、多足および無足のすべてのもの、歩行するもの、そして根によって固定されて動かないすべてのものです。
τὸ δὲ ἓν αὐτοῦ τόδε νομίζειν δεῖ, ὡς πάντα μὲν ἐξ ἁπάντων ταῦτʼ ἔστιν τῶν γενῶν, τὸ δὲ πολὺ τούτου γῆς ἐστιν καὶ τῆς στερεμνίας φύσεως.
しかし、これの唯一の特徴として次のことを考えねばなりません。 すなわち、これらすべてはあらゆる類から成っているが、その大部分は土および固体の本性から成っているということです。
ἄλλο δὲ χρὴ ζῴου γένος θεῖναι δεύτερον γιγνόμενον ἅμα καὶ δυνατὸν ὁρᾶσθαι·
また、生じると同時に見ることが可能である第二の生き物の類を置かねばなりません。
τὸ γὰρ πλεῖστον πυρὸς ἔχει, ἔχει μὴν γῆς τε καὶ ἀέρος, ἔχει δὲ καὶ ἁπάντων τῶν ἄλλων βραχέα μέρη, διὸ δὴ ζῷά τε ἐξ αὐτῶν παντοδαπὰ γίγνεσθαι χρὴ φάναι καὶ ὁρώμενα, νομίσαι δὲ δὴ δεῖ πάλιν τὰ κατʼ οὐρανὸν ζῴων γένη, ὃ δὴ πᾶν χρὴ φάναι θεῖον γένος ἄστρων γεγονέναι, σώματος μὲν τυχὸν καλλίστου, ψυχῆς δʼ εὐδαιμονεστάτης τε καὶ ἀρίστης.
というのも、それは火を最も多く含んでおり、さらに土と空気も含んでおり、他のすべてのもののわずかな部分をも含んでいるからです。 それゆえ、それらからあらゆる種類の、そして目に見える生き物が生じると言うべきです。 そしてまた、天にある生き物の類を考えねばなりません。 これこそは、すべて星々の神的な類が生じたのであり、最も美しい身体と、最も幸福で最も優れた魂を得ているものであると言うべきです。
δυοῖν δὲ αὐτοῖς μοιρῶν τὴν ἑτέραν χρὴ δόξῃ μεταδιδόναι σχεδόν·
そして、私たちはそれらに、二つの運命のうちのほぼどちらか一方を考えによって分け与えねばなりません。
ἢ γὰρ ἀνώλεθρόν τε καὶ ἀθάνατον ἕκαστον αὐτῶν εἶναι καὶ θεῖον τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης, ἤ τινα μακραίωνα βίον ἔχειν ἱκανὸν ἑκάστῳ ζωῆς, ἧς οὐδέν τι πλείονος ἂν προσδεῖσθαί ποτε.
すなわち、それらのそれぞれが、すべての必然性から完全に不滅かつ不死であり神的であるか、あるいは、それぞれの寿命にとって十分な、非常に長い生涯を持っており、それ以上のものを決して必要としないか、のいずれかです。