Humanitext Reader

プラトン · 法律 §9.880

年長者への暴行罪の処罰と法律の両義的役割

138 / 186 箇所 · ギリシア語

要旨

同年代や年長者との喧嘩、特に年長者に対する暴行の不当性とそれに対する厳しい罰則を在留外国人や外国人も含めて規定する。また、法律が善良な人々のための教示と、頑なな人々のための矯正という二つの側面を持つことを論じる。

§9.880ΑΘ. ἧλιξ δὲ ἥλικα καὶ τὸν ἄπαιδα προέχοντα ἡλικίᾳ ἑαυτοῦ ἐὰν τύπτῃ, γέρων τε γέροντα καὶ ἐὰν νέος νέον, ἀμυνέσθω κατὰ φύσιν ἄνευ βέλους ψιλαῖς ταῖς χερσίν·
ΑΘ. 同年代の者が同年代の者を、あるいは自分より年上であっても子供のいない者を殴る場合、また老人が老人を、若者が若者を殴る場合には、武器を持たずに素手で、自然なやり方で身を守るべきである。
ὁ δὲ ὑπὲρ τετταράκοντα γεγονὼς ἔτη ἐὰν τολμᾷ τῳ μάχεσθαι, εἴτε ἄρχων εἴτε ἀμυνόμενος, ἄγροικος καὶ ἀνελεύθερος ἂν λεγόμενος ἀνδραποδώδης τε, δίκης ἂν ἐπονειδίστου τυγχάνων τὸ πρέπον ἔχοι.
しかし、40歳を超えた者が、自分から手を下すにせよ防衛するにせよ、誰かと敢えて戦おうとするなら、野蛮で、自由人にふさわしからぬ、奴隷のような者と言われ、不名誉な処罰を受けることで相応しい報いを得ることになるであろう。
καὶ ἐὰν μέν τις τοιούτοις παραμυθίοις εὐπειθὴς γίγνηται, εὐήνιος ἂν εἴη· ὁ δὲ δυσπειθὴς καὶ μηδὲν προοιμίου φροντίζων δέχοιτʼ ἂν τὸν τοιόνδε ἑτοίμως νόμον·
そして、もしある人がこのような勧告に従順であるなら、扱いやすい者となるであろうが、従順でなく、序言を全く気にかけない者は、次のような法律を甘んじて受けるべきである。
ἐάν τις τύπτῃ τὸν πρεσβύτερον εἴκοσιν ἔτεσιν ἢ πλείοσιν ἑαυτοῦ, πρῶτον μὲν ὁ προστυγχάνων, ἐὰν μὴ ἧλιξ μηδὲ νεώτερος ᾖ τῶν μαχομένων, διειργέτω ἢ κακὸς ἔστω κατὰ νόμον·
すなわち、もし誰かが、自分より20歳以上年上の者を殴るなら、第一に、居合わせた者は、もし戦っている者たちと同年代でもなくそれより若くもなければ、彼らを引き離さねばならず、さもなければ法律に従って不届き者とされる。
ἐὰν δὲ ἐν τῇ τοῦ πληγέντος ἡλικίᾳ ἢ ἔτι νεώτερος, ἀμυνέτω ὡς ἀδελφῷ ἢ πατρὶ ἢ ἔτι ἀνωτέρω τῷ ἀδικουμένῳ.
しかし、もし殴られている者と同年代、あるいはそれより若いなら、不当な扱いを受けている者を、兄弟、あるいは父親、あるいはさらに年上の親族のように守るべきである。
πρὸς δʼ ἔτι δίκην ὑπεχέτω τῆς αἰκίας ὁ τὸν πρεσβύτερον, ὡς εἴρηται, τολμήσας τύπτειν, καὶ ἐὰν ὄφλῃ τὴν δίκην, δεδέσθω μηδὲν ἐνιαυτοῦ σμικρότερον·
さらに、上記の通り年長者を敢えて殴った者は、暴行の訴訟に応じるべきであり、もしその訴訟で敗訴したならば、1年を下回らない期間、投獄されるべきである。
ἐὰν δὲ οἱ δικασταὶ τιμήσωσιν πλείονος, ἔστω κύριος ὁ τιμηθεὶς αὐτῷ χρόνος.
もし裁判官たちがより長い期間を査定するなら、その査定された期間が彼に対して効力を持つものとする。
ἐὰν δὲ ξένος ἢ τῶν μετοίκων τις τύπτῃ τὸν πρεσβύτερον εἴκοσιν ἔτεσιν ἢ πλείοσιν ἑαυτοῦ, περὶ μὲν τῶν παραγενομένων τῆς βοηθείας ὁ αὐτὸς νόμος ἐχέτω τὴν αὐτὴν δύναμιν, ὁ δὲ τὴν τοιαύτην δίκην ἡττηθείς, ξένος μὲν ὢν καὶ μὴ σύνοικος, δύο ἔτη δεδεμένος ἐκτινέτω ταύτην αὐτὴν τὴν δίκην, ὁ δὲ μέτοικός τε ὢν καὶ ἀπειθῶν τοῖς νόμοις τρία ἔτη δεδέσθω, ἐὰν μὴ τὸ δικαστήριον πλείονος αὐτῷ χρόνου τιμήσῃ τὴν δίκην.
もし外国人または在留外国人の誰かが、自分より20歳以上年上の者を殴るなら、居合わせて救助することに関しては、同じ法律が同じ効力を持つものとする。 しかし、そのような訴訟において敗訴した者が、定住していない外国人であるなら、2年間投獄されることでこの同じ刑罰を果たすべきであり、在留外国人でありながら法律に従わない者は、3年間投獄されるべきである(ただし、裁判所が彼に対してより長い期間の刑を査定しない限り)。
ζημιούσθω δὲ καὶ ὁ παραγενόμενος ὁτῳοῦν τούτων καὶ μὴ βοηθήσας κατὰ νόμον, ὁ μὲν μεγίστου τιμήματος ὢν μνᾷ, δευτέρου δὲ ὢν πεντήκοντα δραχμαῖς, τρίτου δὲ τριάκοντα, εἴκοσι δὲ τοῦ τετάρτου·
また、これらの事件のいずれかに居合わせながら、法律に従って救助しなかった者も罰せられるべきであり、第1等級の者は1ミナ、第2等級の者は50ドラクマ、第3等級の者は30ドラクマ、第4等級の者は20ドラクマの罰金に処されるべきである。
δικαστήριον δὲ γιγνέσθω τοῖς τοιούτοισι στρατηγοὶ καὶ ταξίαρχοι φύλαρχοί τε καὶ ἵππαρχοι.
このような者たちに対する裁判所は、将軍たち、歩兵隊長たち、部族長たち、および騎兵隊長たちによって構成されるべきである。
νόμοι δέ, ὡς ἔοικεν, οἱ μὲν τῶν χρηστῶν ἀνθρώπων ἕνεκα γίγνονται, διδαχῆς χάριν τοῦ τίνα τρόπον ὁμιλοῦντες ἀλλήλοις ἂν φιλοφρόνως οἰκοῖεν, οἱ δὲ τῶν τὴν παιδείαν διαφυγόντων, ἀτεράμονι χρωμένων τινὶ φύσει καὶ μηδὲν τεγχθέντων ὥστε μὴ ἐπὶ πᾶσαν ἰέναι κάκην.
法律というものは、どうやら、あるものは善良な人々のために、どのような交わり方をすれば互いに親密に暮らせるかを教示するために制定されるが、あるものは、教育を受け損ない、頑なな本性を持ち、あらゆる悪行に走らないように心が和らげられることが全くなかった人々のために制定される。
οὗτοι τοὺς μέλλοντας λόγους ῥηθήσεσθαι πεποιηκότες ἂν εἶεν·
このような人々こそが、これから語られようとしている規定を必要とさせたのであろう。
οἷς δὴ τοὺς νόμους ἐξ ἀνάγκης ὁ νομοθέτης ἂν νομοθετοῖ, βουλόμενος αὐτῶν μηδέποτε χρείαν γίγνεσθαι.
彼らのためにこそ、立法者はやむを得ず法律を制定するのである(それらの法律が必要とされることが決してないようにと願いつつも)。

語釈・文法注

  1. 880bἐὰν μὴ ἧλιξ μηδὲ νεώτερος ᾖ τῶν μαχομένων — 接続法 ᾖ を伴う条件節。τῶν μαχομένων(戦っている者たち)の属格は、比較級 νεώτερος(より若い)および同等を示す ἧλιξ(同年齢の)に掛かる。「戦っている両者(特に攻撃されている年長者)と同年齢でも、それより若くもない場合」、すなわち「彼らより年上である場合」を指す。
  2. 880eπεποιηκότες ἂν εἶεν — 完了能動分詞 πεποιηκότες と 3人称複数希求法 εἶεν に小辞 ἄν が組み合わさった迂言的表現。潜在的希求法(「〜したかもしれない」「〜したであろう」)の意味を表し、教育を受けずに頑なな本性を有する人々が、これから語られる厳しい法律(罰則規定)を必要とさせた張本人であることを示す。

この箇所を引用する

プラトン, 法律 §9.880. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.880

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。