Humanitext Reader

柏拉图 · 法律篇 §9.880

殴打长者之罚与法律的双重目的

第 138 段,共 186 段 · 希腊语

内容简介

规定了同龄人及对年长者之间发生打斗时的处罚条例,对殴打长者的行为(包括外邦人和侨民)确立了严厉的惩罚。同时阐明法律具有教导善者与约束顽劣者双重目的。

§9.880ΑΘ. ἧλιξ δὲ ἥλικα καὶ τὸν ἄπαιδα προέχοντα ἡλικίᾳ ἑαυτοῦ ἐὰν τύπτῃ, γέρων τε γέροντα καὶ ἐὰν νέος νέον, ἀμυνέσθω κατὰ φύσιν ἄνευ βέλους ψιλαῖς ταῖς χερσίν·
阿典那人:如果同龄人殴打同龄人,或者殴打比自己年长但没有子女的人,又或者老人殴打老人、年轻人殴打年轻人,他应当顺应自然地用赤手空拳防卫,而不使用武器。
ὁ δὲ ὑπὲρ τετταράκοντα γεγονὼς ἔτη ἐὰν τολμᾷ τῳ μάχεσθαι, εἴτε ἄρχων εἴτε ἀμυνόμενος, ἄγροικος καὶ ἀνελεύθερος ἂν λεγόμενος ἀνδραποδώδης τε, δίκης ἂν ἐπονειδίστου τυγχάνων τὸ πρέπον ἔχοι.
但如果超过四十岁的人竟敢与人打斗,无论是主动挑衅还是自卫,他都会被称为粗野、无教养且奴性十足的人,并因遭受可耻的惩罚而得到应有的报应。
καὶ ἐὰν μέν τις τοιούτοις παραμυθίοις εὐπειθὴς γίγνηται, εὐήνιος ἂν εἴη· ὁ δὲ δυσπειθὴς καὶ μηδὲν προοιμίου φροντίζων δέχοιτʼ ἂν τὸν τοιόνδε ἑτοίμως νόμον· ἐάν τις τύπτῃ τὸν πρεσβύτερον εἴκοσιν ἔτεσιν ἢ πλείοσιν ἑαυτοῦ, πρῶτον μὲν ὁ προστυγχάνων, ἐὰν μὴ ἧλιξ μηδὲ νεώτερος ᾖ τῶν μαχομένων, διειργέτω ἢ κακὸς ἔστω κατὰ νόμον· ἐὰν δὲ ἐν τῇ τοῦ πληγέντος ἡλικίᾳ ἢ ἔτι νεώτερος, ἀμυνέτω ὡς ἀδελφῷ ἢ πατρὶ ἢ ἔτι ἀνωτέρω τῷ ἀδικουμένῳ.
如果有人顺从这样的劝告,他将是易于引导的;但对于那些不服从且完全不把序言放在眼里的人,则应随时接受以下法律:如果有人殴打比自己年长二十岁或以上的人,首先,任何在场的旁观者,如果既不与打斗者同龄,也不比他们年轻,就必须上前劝解阻拦,否则按律将被视为失职;但如果他与被打者的年龄相当或更年轻,则应像对待兄弟、父亲或更年长的长辈一样,去保护受害的一方。
πρὸς δʼ ἔτι δίκην ὑπεχέτω τῆς αἰκίας ὁ τὸν πρεσβύτερον, ὡς εἴρηται, τολμήσας τύπτειν, καὶ ἐὰν ὄφλῃ τὴν δίκην, δεδέσθω μηδὲν ἐνιαυτοῦ σμικρότερον· ἐὰν δὲ οἱ δικασταὶ τιμήσωσιν πλείονος, ἔστω κύριος ὁ τιμηθεὶς αὐτῷ χρόνος.
此外,正如前文所说,胆敢殴打长者的人还应当承担殴打侮辱罪的诉讼,如果他败诉,则必须被监禁不少于一年;如果法官判处更长的期限,则以判给他的时间为准。
ἐὰν δὲ ξένος ἢ τῶν μετοίκων τις τύπτῃ τὸν πρεσβύτερον εἴκοσιν ἔτεσιν ἢ πλείοσιν ἑαυτοῦ, περὶ μὲν τῶν παραγενομένων τῆς βοηθείας ὁ αὐτὸς νόμος ἐχέτω τὴν αὐτὴν δύναμιν, ὁ δὲ τὴν τοιαύτην δίκην ἡττηθείς, ξένος μὲν ὢν καὶ μὴ σύνοικος, δύο ἔτη δεδεμένος ἐκτινέτω ταύτην αὐτὴν τὴν δίκην, ὁ δὲ μέτοικός τε ὢν καὶ ἀπειθῶν τοῖς νόμοις τρία ἔτη δεδέσθω, ἐὰν μὴ τὸ δικαστήριον πλείονος αὐτῷ χρόνου τιμήσῃ τὴν δίκην.
如果外邦人或侨民殴打比自己年长二十岁或以上的人,关于在场者的救助,同一法律应具有相同的效力,但在此类诉讼中败诉的人,如果是外邦人而非定居者,应被监禁两年以偿还这一刑罚;而如果是侨民且不服从法律,则应被监禁三年,除非法庭判处他更长的时间。
ζημιούσθω δὲ καὶ ὁ παραγενόμενος ὁτῳοῦν τούτων καὶ μὴ βοηθήσας κατὰ νόμον, ὁ μὲν μεγίστου τιμήματος ὢν μνᾷ, δευτέρου δὲ ὢν πεντήκοντα δραχμαῖς, τρίτου δὲ τριάκοντα, εἴκοσι δὲ τοῦ τετάρτου· δικαστήριον δὲ γιγνέσθω τοῖς τοιούτοισι στρατηγοὶ καὶ ταξίαρχοι φύλαρχοί τε καὶ ἵππαρχοι.
任何在场目睹这些事件却未依法提供帮助的人也应受到处罚:属于最高财产等级的人罚一米纳,第二等级的人罚五十德拉克马,第三等级的人罚三十德拉克马,第四等级的人罚二十德拉克马;对此类人员的审判,应由将军、步兵队长、部落首领和骑兵队长组成法庭。
νόμοι δέ, ὡς ἔοικεν, οἱ μὲν τῶν χρηστῶν ἀνθρώπων ἕνεκα γίγνονται, διδαχῆς χάριν τοῦ τίνα τρόπον ὁμιλοῦντες ἀλλήλοις ἂν φιλοφρόνως οἰκοῖεν, οἱ δὲ τῶν τὴν παιδείαν διαφυγόντων, ἀτεράμονι χρωμένων τινὶ φύσει καὶ μηδὲν τεγχθέντων ὥστε μὴ ἐπὶ πᾶσαν ἰέναι κάκην.
法律——正如人们所见——有些是为了善良的人而制定的,为了教导他们以何种方式交往才能友好地共同生活;而另一些则是为了那些逃避教育、具有某种顽固本性、且未受到任何感化以至于走向各种邪恶的人。
οὗτοι τοὺς μέλλοντας λόγους ῥηθήσεσθαι πεποιηκότες ἂν εἶεν· οἷς δὴ τοὺς νόμους ἐξ ἀνάγκης ὁ νομοθέτης ἂν νομοθετοῖ, βουλόμενος αὐτῶν μηδέποτε χρείαν γίγνεσθαι.
正是这些人使得即将被宣读的法律条文成为必要;立法者确实是迫于无奈才为他们立法,同时希望永远不会用到这些法律。

词汇与语法注释

  1. 880bἐὰν μὴ ἧλιξ μηδὲ νεώτερος ᾖ τῶν μαχομένων — 带有虚拟语气 ᾖ 的条件从句。属格 τῶν μαχομένων(正在打斗的人)取决于比较级 νεώτερος(更年轻的)和表示同等年龄的 ἧλιξ(同龄的)。它指的是旁观者既不与打斗者同龄,也不比他们年轻(具体指被打的年长者),即比他们年长的情况。
  2. 880eπεποιηκότες ἂν εἶεν — 由现在完成时主动分词 πεποιηκότες、第三人称复数祈愿语气 εἶεν 以及语气词 ἄν 组成的迂回表达。表示潜在祈愿(“可能已经造成”或“应当已经导致”),指出正是那些逃避教育、本性顽固的人,才使得随后将要叙述的严厉法律变得必要。

引用这一段

柏拉图, 法律篇 §9.880. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.880

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。