Humanitext Reader

プラトン · 法律 §9.876-9.877

裁判所の裁量権の範囲と殺意ある傷害罪の罰則

135 / 186 箇所 · ギリシア語

要旨

アテネ人は、裁判所の教育水準や機能に応じて裁量の範囲を決定する原則を説明し、その後、殺意を持った故意の傷害罪に対する具体的な罰則と、その場合の財産・家系の相続に関する法規定を提示する。

§9.876ΑΘ. ἓν μὲν γὰρ κατὰ πάντων ἀναγκαῖον ἐπιτρέπειν κρῖναι, τὸ πότερον ἐγένετο ἢ οὐκ ἐγένετο ἕκαστον τούτων·
ΑΘ. というのも、すべての事柄について裁判所に判断させるよう委ねることが必然的なものが一つある、それは、これらの一つ一つが実際に起こったか起こらなかったかということである。
τὸ δὲ μηδὲν ἐπιτρέπειν αὖ περὶ τοῦ τί δεῖ ζημιοῦσθαι καὶ πάσχειν τί χρεὼν τὸν ἀδικήσαντα τούτων τι, ἀλλʼ αὐτὸν περὶ πάντων νομοθετῆσαι σμικρῶν καὶ μεγάλων, σχεδὸν ἀδύνατον.
これに対して、これらのことのいずれかを犯した者がどのような刑罰を受けるべきか、どのような目にあうべきかについて全く何も委ねず、むしろ立法者自身が大小すべての事柄について立法することは、ほぼ不可能だからである。
ΚΛ. τίς οὖν ὁ μετὰ τοῦτον λόγος;
ΚΛ. では、その次に続く議論は何ですか。
ΑΘ. ὅδε, ὅτι τὰ μὲν ἐπιτρεπτέον δικαστηρίοις, τὰ δὲ οὐκ ἐπιτρεπτέον, ἀλλʼ αὐτῷ νομοθετητέον.
ΑΘ. それはこれである。 すなわち、ある事柄は裁判所に委ねるべきであり、他の事柄は委ねるべきではなく、立法者自身が法を定めるべきだ、ということである。
ΚΛ. ποῖα δὴ νομοθετητέον τε καὶ ποῖα ἀποδοτέον κρίνειν τοῖς δικαστηρίοις;
ΚΛ. どのようなことを立法すべきであり、またどのようなことを裁判所に判断させるために委ねるべきなのでしょうか。
ΑΘ. τάδε δὴ μετὰ ταῦτα ὀρθότατʼ ἂν εἰπεῖν εἴη, ὡς ἐν πόλει ἐν ᾗ δικαστήρια φαῦλα καὶ ἄφωνα, κλέπτοντα τὰς αὑτῶν δόξας, κρύβδην τὰς κρίσεις διαδικάζει καί, ὃ τούτου δεινότερον, ὅταν μηδὲ σιγῶντα ἀλλὰ θορύβου μεστὰ καθάπερ θέατρα ἐπαινοῦντά τε βοῇ καὶ ψέγοντα τῶν ῥητόρων ἑκάτερον ἐν μέρει κρίνῃ, χαλεπὸν τότε πάθος ὅλῃ τῇ πόλει γίγνεσθαι φιλεῖ.
ΑΘ. この後に言うべき最も正しいことは次の通りである。 すなわち、裁判所が劣悪で無口であり、自らの意見を隠し、秘密裏に判決を下すような国家、そしてそれよりも恐ろしいこととして、裁判所が静粛でもなく、まるで劇場のようにお騒がせで満ち、大声で称賛したり非難したりしながら、弁論者のそれぞれを交互に裁くような国家においては、その時、国家全体に困難な災厄が生じるのが常である。
τοῖς οὖν δὴ τοιούτοις δικαστηρίοις νομοθετεῖν ὑπό τινος ἀνάγκης ληφθέντα οὐκ εὐτυχὲς μέν, ὅμως δὲ ἐξ ἀνάγκης εἰλημμένον ὅτι περὶ σμικρότατα ἐπιτρεπτέον αὐτοῖς τάττειν τὰς ζημίας, τὰ δὲ πλεῖστα αὐτὸν νομοθετεῖν διαρρήδην, ἄν τις ἄρα τοιαύτῃ πολιτείᾳ νομοθετῇ ποτε·
したがって、このような裁判所に対して、何らかの必要性に迫られて立法することは、幸運なことではないが、それでもどうしてもそうせざるを得ない場合には、彼らに刑罰を定めることを委ねるのは極めて些細な事柄に限定し、大部分のことは立法者自身が明文化して法を定めるべきである。 もし誰かがいつかそのような国制に対して法を定めることがあるならば。
ἐν ᾗ δὲ ἂν πόλει δικαστήρια εἰς δύναμιν ὀρθῶς καθεστῶτα ᾖ, τραφέντων τε εὖ τῶν μελλόντων δικάζειν δοκιμασθέντων τε διὰ πάσης ἀκριβείας, ἐνταῦθα ὀρθὸν καὶ ἔχον εὖ καὶ καλῶς τὸ πολλὰ ἐπιτρέπειν κρίνειν τοῖς τοιούτοις δικασταῖς τῶν ὀφλόντων πέρι, τί χρὴ πάσχειν αὐτοὺς ἢ ἀποτίνειν.
しかし、裁判所が可能な限り正しく設置されており、将来裁判官となる者たちが十分に教育され、あらゆる厳密さをもって吟味されている国家においては、そこでは、有罪とされた者たちについて、彼らがどのような罰を受けるべきか、あるいはどのような賠償金を支払うべきかという点に関し、多くのことをそのような裁判官に判断させるよう委ねることが、正しく、適切であり、かつ立派なことである。
ἡμῖν δὴ τὰ νῦν ἀνεμέσητον τὸ μὴ νομοθετεῖν αὐτοῖς τὰ μέγιστα καὶ πλεῖστα, ἃ καὶ φαυλοτέρως ἂν πεπαιδευμένοι δικασταὶ δύναιντο κατιδεῖν καὶ προσάπτειν ἑκάστῳ τῶν ἁμαρτημάτων τὴν ἀξίαν τοῦ πάθους τε καὶ πράξεως·
我々にとって、現在、最も重大で多くの事柄(これらは、より劣った教育しか受けていない裁判官であっても、見極めてそれぞれの過ちに対してその被った害や行為にふさわしい罰を課すことができるようなものであるが)について、彼らのために法を制定しないことは、非難されるべきことではない。
ἐπειδὴ δὲ οἷς ἡμεῖς νομοθετοῦμεν, οὐχ ἥκιστα ἐμμελεῖς αὐτοὺς οἰόμεθʼ ἂν τῶν τοιούτων γίγνεσθαι κριτάς, ἐπιτρεπτέον δὴ τὰ πλεῖστα.
しかし、我々が法を制定してあげている相手は、そのような事柄について最も適切な裁判官となり得ると我々は考えているので、大半のことは彼らに委ねるべきである。
οὐ μὴν ἀλλʼ ὅπερ πολλάκις εἴπομέν τε καὶ ἐδράσαμεν ἐν τῇ τῶν ἔμπροσθεν νομοθετήσει νόμων, τὸ περιγραφήν τε καὶ τοὺς τύπους τῶν τιμωριῶν εἰπόντας, δοῦναι τὰ παραδείγματα τοῖσι δικασταῖς τοῦ μήποτε βαίνειν ἔξω τῆς δίκης, τότε τε ἦν ὀρθότατα ἔχον καὶ δὴ καὶ νῦν τοῦτο αὐτὸ ποιητέον, ἐπανελθόντα ἤδη πάλιν ἐπὶ τοὺς νόμους.
とはいえ、以前の法律制定の際にも我々がしばしば語り、また実行したこと、すなわち、刑罰の概略と大枠を述べた上で、裁判官たちに正義の範囲外に決して出ないための手本を与えることは、あの時も最も正しかったことであり、実に今も、再び法律の規定に戻るにあたって、まさにこのことを実行せねばならない。
§9.877ΑΘ. ἡ δὴ γραφὴ περὶ τραύματος ὧδε ἡμῖν κείσθω·
ΑΘ. 負傷に関する訴追の条文は、我々にとって次のように定められるべきである。
ἐάν τις διανοηθεὶς τῇ βουλήσει κτεῖναί τινα φίλιον, πλὴν ὧν ὁ νόμος ἐφίησιν, τρώσῃ μέν, ἀποκτεῖναι δὲ ἀδυνατήσῃ, τὸν διανοηθέντα τε καὶ τρώσαντα οὕτως οὐκ ἄξιον ἐλεεῖν, οὐδὲ αἰδούμενον ἄλλως ἢ καθάπερ ἀποκτείναντα ὑπέχειν τὴν δίκην φόνου ἀναγκάζειν·
すなわち、もし誰かが、法律が許容している場合を除き、親しい誰かを殺害しようと自らの意志によって企てて、負傷させたものの、殺害することには失敗した場合、そのように企てて負傷させた者を憐れむべきではなく、また、あたかも殺害した者であるかのように殺人罪の裁判を受けさせるように強制することを躊躇すべきではない。
τὴν δὲ οὐ παντάπασι κακὴν τύχην αὐτοῦ σεβόμενον καὶ τὸν δαίμονα, ὃς αὐτὸν καὶ τὸν τρωθέντα ἐλεήσας ἀπότροπος αὐτοῖς ἐγένετο μὴ τῷ μὲν ἀνίατον ἕλκος γενέσθαι, τῷ δὲ ἐπάρατον τύχην καὶ συμφοράν, τούτῳ δὴ χάριν τῷ δαίμονι διδόντα καὶ μὴ ἐναντιούμενον, τὸν μὲν θάνατον ἀφελεῖν τοῦ τρώσαντος, μετάστασιν δὲ εἰς τὴν γείτονα πόλιν αὐτῷ γίγνεσθαι διὰ βίου, καρπούμενον ἅπασαν τὴν αὑτοῦ κτῆσιν.
しかし、彼の完全には悪くなかった幸運と、彼および負傷した者を憐れんで、一者にとっては不治の傷となることを防ぎ、他者にとっては呪われた運命と災厄となることを防ぐ守護神を崇め、この守護神に感謝を捧げて逆らうことなく、負傷させた者から死刑を取り除き、生涯にわたる隣国への追放に処し、彼が所有する全財産の収益を受け取ることは認めるべきである。
βλάβος δέ, εἰ κατέβλαψεν τὸν τρωθέντα, ἐκτίνειν τῷ βλαφθέντι, τιμᾶν δὲ τὸ δικαστήριον ὅπερ ἂν τὴν δίκην κρίνῃ, κρίνειν δὲ οἵπερ ἂν τοῦ φόνου ἐδίκασαν εἰ ἐτελεύτησεν ἐκ τῆς πληγῆς τοῦ τραύματος.
しかし、もし彼が負傷した者に害を与えたならば、害を受けた者に対して賠償金を支払うべきであり、その裁判を裁く裁判所が賠償金の額を査定するものとし、もしその負傷の打撃によって死亡していたならば殺人罪を裁いたであろう裁判官たちが裁判を行うものとする。
γονέας δʼ ἂν παῖς ἢ δοῦλος δεσπότην ὡσαύτως ἐκ προνοίας τρώσῃ, θάνατον εἶναι τὴν ζημίαν·
また、もし子供が親を、あるいは奴隷が主人を、同様に故意に負傷させたならば、刑罰は死刑とする。
καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφὴν ἢ ἀδελφὴ ἀδελφὸν ἢ ἀδελφὴν ὡσαύτως τρώσῃ, καὶ ὄφλῃ τραύματος ἐκ προνοίας, θάνατον εἶναι τὴν ζημίαν.
また、もし兄弟が兄弟もしくは姉妹を、あるいは姉妹が兄弟もしくは姉妹を、同様に負傷させ、故意の負傷罪で有罪とされたならば、刑罰は死刑とする。
γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα, φευγέτω ἀειφυγίαν·
妻が自分の夫を、あるいは夫が自分の妻を、殺害する意図をもって負傷させた場合、その者は終身追放に処されるべきである。
τὴν δὲ κτῆσιν, ἐὰν μὲν ὑεῖς ἢ θυγατέρες αὐτοῖς ὦσιν παῖδες ἔτι, τοὺς ἐπιτρόπους ἐπιτροπεύειν καὶ ὡς ὀρφανῶν τῶν παίδων ἐπιμελεῖσθαι·
その財産に関しては、もし息子たちや娘たちがまだ幼い子供であるならば、後見人たちがそれを管理し、子供たちを孤児として世話をすべきである。
ἐὰν δὲ ἄνδρες, μὴ ἐπάναγκες ἔστω τρέφεσθαι τὸν φεύγοντα ὑπὸ τῶν ἐκγόνων, τὴν δὲ οὐσίαν αὐτοὺς κεκτῆσθαι.
しかし、もし成人しているならば、追放された者が子孫によって養われることを義務づけてはならず、子孫がその財産を所有すべきである。
ἄπαις δὲ ὅστις ἂν τοιαύταις συμφοραῖς περιπέσῃ, τοὺς συγγενεῖς συνελθόντας μέχρι ἀνεψιῶν παίδων τοῦ πεφευγότος ἀμφοτέρωθεν, πρός τε ἀνδρῶν καὶ πρὸς γυναικῶν, κληρονόμον εἰς τὸν οἶκον τοῦτον τῇ πόλει τετταρακοντακαιπεντακισχιλιοστὸν καταστῆσαι βουλευομένους μετὰ νομοφυλάκων καὶ ἱερέων, διανοηθέντας τρόπῳ καὶ λόγῳ τοιῷδε, ὡς οὐδεὶς οἶκος τῶν τετταράκοντα καὶ πεντακισχιλίων τοῦ ἐνοικοῦντός ἐστιν οὐδὲ σύμπαντος τοῦ γένους οὕτως ὡς τῆς πόλεως δημόσιός τε καὶ ἴδιος·
子供のない者で、このような災厄に陥った者がいるならば、追放された者の両親の双方の側、すなわち父方と母方の双方の従兄弟の子供たちに至るまでの親族が集まり、国法守護職や神官たちと協議の上、この家のために、国家における五千四十分の一の相続人を決定すべきである。 その際、次のように考え論理的に判断せねばならない。 すなわち、五千四十の家のうち、いかなる家もそこに居住する者や一族全体のものである以上に、国家の公のものであり私のものである。
δεῖ δὴ τήν γε πόλιν τοὺς αὑτῆς οἴκους ὡς ὁσιωτάτους τε καὶ εὐτυχεστάτους κεκτῆσθαι κατὰ δύναμιν.
したがって、国家はその家々を可能な限り最も神聖で最も幸福なものとして所有せねばならないのである。

語釈・文法注

  1. 876bκλέπτοντα τὰς αὑτῶν δόξας — 分詞 `κλέπτοντα` は「隠す」「密かにする」を意味する。ここでは、裁判官たちが自らの本来の判断や見解(`δόξας`)を公にせず、不透明な形で判決を下す状況を批判的に表現している。
  2. 877aτὴν δὲ οὐ παντάπασι κακὴν τύχην αὐτοῦ σεβόμενον — 対格分詞 `σεβόμενον` およびそれに続く `διδόντα` は、文脈上、当為・命令を表す不定詞句(`ἀφελεῖν` など)の論理的な主語(一般としての立法者、あるいは司法機関)を形容する。
  3. 877dτετταρακοντακαιπεντακισχιλιοστὸν — 「5040番目の」を意味する形容詞。プラトンの構想する理想国家マグネシアの基本家数5040(40と5000)を指し、各家(オイコス)が国家の5040分の1を構成する不可分の単位であることを強調している。

この箇所を引用する

プラトン, 法律 §9.876-9.877. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.876-9.877

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。