Humanitext Reader

柏拉图 · 法律篇 §9.876-9.877

法庭自由裁量权与蓄意伤人罪的惩罚

第 135 段,共 186 段 · 希腊语

内容简介

阿典那人阐述了根据法庭教育水平和职能决定司法裁量权范围的原则,随后针对具有杀人企图的故意伤害罪提出了具体的处罚规定,以及相关的财产和家族继承法律。

§9.876ΑΘ. ἓν μὲν γὰρ κατὰ πάντων ἀναγκαῖον ἐπιτρέπειν κρῖναι, τὸ πότερον ἐγένετο ἢ οὐκ ἐγένετο ἕκαστον τούτων· τὸ δὲ μηδὲν ἐπιτρέπειν αὖ περὶ τοῦ τί δεῖ ζημιοῦσθαι καὶ πάσχειν τί χρεὼν τὸν ἀδικήσαντα τούτων τι, ἀλλʼ αὐτὸν περὶ πάντων νομοθετῆσαι σμικρῶν καὶ μεγάλων, σχεδὸν ἀδύνατον.
阿典那人:因为有一件事是必须在所有情况下交由裁判的,即这些事情中的每一件是否发生;而另一方面,若关于犯下其中任何罪行的人应该受到何种惩罚、遭受何种报应一事完全不予委托,而是由立法者自己对大小一切事务进行立法,这几乎是不可能的。
ΚΛ. τίς οὖν ὁ μετὰ τοῦτον λόγος;
克雷尼亚斯:那么,接下来的论点是什么呢?
ΑΘ. ὅδε, ὅτι τὰ μὲν ἐπιτρεπτέον δικαστηρίοις, τὰ δὲ οὐκ ἐπιτρεπτέον, ἀλλʼ αὐτῷ νομοθετητέον.
阿典那人:便是这个:某些事情应当交给法庭,而另一些事情则不应当交给法庭,而必须由立法者自己来立法。
ΚΛ. ποῖα δὴ νομοθετητέον τε καὶ ποῖα ἀποδοτέον κρίνειν τοῖς δικαστηρίοις;
克雷尼亚斯:那么,哪些事情应当立法,哪些事情应当交由法庭去裁判呢?
ΑΘ. τάδε δὴ μετὰ ταῦτα ὀρθότατʼ ἂν εἰπεῖν εἴη, ὡς ἐν πόλει ἐν ᾗ δικαστήρια φαῦλα καὶ ἄφωνα, κλέπτοντα τὰς αὑτῶν δόξας, κρύβδην τὰς κρίσεις διαδικάζει καί, ὃ τούτου δεινότερον, ὅταν μηδὲ σιγῶντα ἀλλὰ θορύβου μεστὰ καθάπερ θέατρα ἐπαινοῦντά τε βοῇ καὶ ψέγοντα τῶν ῥητόρων ἑκάτερον ἐν μέρει κρίνῃ, χαλεπὸν τότε πάθος ὅλῃ τῇ πόλει γίγνεσθαι φιλεῖ.
阿典那人:在此之后,最正确的说法应当是:在裁判所恶劣且沉默无言、隐瞒自己的见解、秘密地审判裁决的城邦中,以及比这更可怕的是,当裁判所甚至不安静、而是像剧场一样充满喧嚣、用呼喊声来赞扬和指责轮流发言的双方诉讼代理人来进行裁判时,那时整个城邦往往会发生严重的灾难。
τοῖς οὖν δὴ τοιούτοις δικαστηρίοις νομοθετεῖν ὑπό τινος ἀνάγκης ληφθέντα οὐκ εὐτυχὲς μέν, ὅμως δὲ ἐξ ἀνάγκης εἰλημμένον ὅτι περὶ σμικρότατα ἐπιτρεπτέον αὐτοῖς τάττειν τὰς ζημίας, τὰ δὲ πλεῖστα αὐτὸν νομοθετεῖν διαρρήδην, ἄν τις ἄρα τοιαύτῃ πολιτείᾳ νομοθετῇ ποτε·
因此,被某种必要性所迫而为这样的法庭立法,虽然算不上幸运,但既然已被迫如此,就必须允许它们仅在极微小的事情上确定惩罚,而绝大多数事情则必须由立法者自己明确立法,如果有人真要为这样的政体立法的话。
ἐν ᾗ δὲ ἂν πόλει δικαστήρια εἰς δύναμιν ὀρθῶς καθεστῶτα ᾖ, τραφέντων τε εὖ τῶν μελλόντων δικάζειν δοκιμασθέντων τε διὰ πάσης ἀκριβείας, ἐνταῦθα ὀρθὸν καὶ ἔχον εὖ καὶ καλῶς τὸ πολλὰ ἐπιτρέπειν κρίνειν τοῖς τοιούτοις δικασταῖς τῶν ὀφλόντων πέρι, τί χρὴ πάσχειν αὐτοὺς ἢ ἀποτίνειν.
而在裁判所尽可能正确地设立、且未来的法官们得到了良好的培养并通过了最严格的考核的城邦中,在那里,将许多关于罪成者的裁决——即他们应当遭受何种惩罚或支付何种赔偿——交由这样的法官去决定,是正确、妥当且极好的。
ἡμῖν δὴ τὰ νῦν ἀνεμέσητον τὸ μὴ νομοθετεῖν αὐτοῖς τὰ μέγιστα καὶ πλεῖστα, ἃ καὶ φαυλοτέρως ἂν πεπαιδευμένοι δικασταὶ δύναιντο κατιδεῖν καὶ προσάπτειν ἑκάστῳ τῶν ἁμαρτημάτων τὴν ἀξίαν τοῦ πάθους τε καὶ πράξεως· ἐπειδὴ δὲ οἷς ἡμεῖς νομοθετοῦμεν, οὐχ ἥκιστα ἐμμελεῖς αὐτοὺς οἰόμεθʼ ἂν τῶν τοιούτων γίγνεσθαι κριτάς, ἐπιτρεπτέον δὴ τὰ πλεῖστα.
对我们而言,现在不对他们就最重大和最繁多的事情(这些事情即使是受教育程度较差的法官也能够看清,并对每种罪行施以与其遭受的侵害和行为相称的惩罚)进行立法,是无可指责的;但既然我们认为,我们为其立法的人,将成为此类事情中最为称职的法官,所以确实应当把绝大多数事情托付给他们。
οὐ μὴν ἀλλʼ ὅπερ πολλάκις εἴπομέν τε καὶ ἐδράσαμεν ἐν τῇ τῶν ἔμπροσθεν νομοθετήσει νόμων, τὸ περιγραφήν τε καὶ τοὺς τύπους τῶν τιμωριῶν εἰπόντας, δοῦναι τὰ παραδείγματα τοῖσι δικασταῖς τοῦ μήποτε βαίνειν ἔξω τῆς δίκης, τότε τε ἦν ὀρθότατα ἔχον καὶ δὴ καὶ νῦν τοῦτο αὐτὸ ποιητέον, ἐπανελθόντα ἤδη πάλιν ἐπὶ τοὺς νόμους.
尽管如此,我们在之前的立法中所常常说并做过的事——即陈述惩罚的大纲和模范,给法官们提供不逾越正义边界的范例——在当时是最正确的,而现在,既然我们重新回到了法律本身,也确实必须做这同一件事。
§9.877ΑΘ. ἡ δὴ γραφὴ περὶ τραύματος ὧδε ἡμῖν κείσθω· ἐάν τις διανοηθεὶς τῇ βουλήσει κτεῖναί τινα φίλιον, πλὴν ὧν ὁ νόμος ἐφίησιν, τρώσῃ μέν, ἀποκτεῖναι δὲ ἀδυνατήσῃ, τὸν διανοηθέντα τε καὶ τρώσαντα οὕτως οὐκ ἄξιον ἐλεεῖν, οὐδὲ αἰδούμενον ἄλλως ἢ καθάπερ ἀποκτείναντα ὑπέχειν τὴν δίκην φόνου ἀναγκάζειν· τὴν δὲ οὐ παντάπασι κακὴν τύχην αὐτοῦ σεβόμενον καὶ τὸν δαίμονα, ὃς αὐτὸν καὶ τὸν τρωθέντα ἐλεήσας ἀπότροπος αὐτοῖς ἐγένετο μὴ τῷ μὲν ἀνίατον ἕλκος γενέσθαι, τῷ δὲ ἐπάρατον τύχην καὶ συμφοράν, τούτῳ δὴ χάριν τῷ δαίμονι διδόντα καὶ μὴ ἐναντιούμενον, τὸν μὲν θάνατον ἀφελεῖν τοῦ τρώσαντος, μετάστασιν δὲ εἰς τὴν γείτονα πόλιν αὐτῷ γίγνεσθαι διὰ βίου, καρπούμενον ἅπασαν τὴν αὑτοῦ κτῆσιν.
阿典那人:关于人身伤害的诉状应当为我们做如下规定:如果有人在其意图中有意要杀害某个亲友(法律允许者除外),虽然打伤了对方,却未能杀死,那么对于如此图谋并伤害他人的人是不值得怜悯的,也不应有任何顾虑,而应当强迫他像杀人犯一样接受谋杀罪的审判;然而,尊重他并非彻底糟糕的运气以及怜悯他与受伤者的守护神——这位守护神守护着他们,使得一人免受不治之伤,另一人免遭被诅咒的命运和灾祸——并向这位守护神表示感谢而不违抗它,应当免除伤害者的死刑,并让他终身移居到邻近的城邦,同时允许他享有自己全部财产的收益。
βλάβος δέ, εἰ κατέβλαψεν τὸν τρωθέντα, ἐκτίνειν τῷ βλαφθέντι, τιμᾶν δὲ τὸ δικαστήριον ὅπερ ἂν τὴν δίκην κρίνῃ, κρίνειν δὲ οἵπερ ἂν τοῦ φόνου ἐδίκασαν εἰ ἐτελεύτησεν ἐκ τῆς πληγῆς τοῦ τραύματος.
若他给受伤者造成了损害,必须向受损方进行赔偿,由审理此案的法庭评估金额,并由那些在受伤者因伤势过重而死亡的情况下本该审判谋杀罪的法官来进行审判。
γονέας δʼ ἂν παῖς ἢ δοῦλος δεσπότην ὡσαύτως ἐκ προνοίας τρώσῃ, θάνατον εἶναι τὴν ζημίαν· καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφὴν ἢ ἀδελφὴ ἀδελφὸν ἢ ἀδελφὴν ὡσαύτως τρώσῃ, καὶ ὄφλῃ τραύματος ἐκ προνοίας, θάνατον εἶναι τὴν ζημίαν.
如果子女故意伤害父母,或奴隶故意伤害主人,其刑罚同样为死刑;若兄弟伤害兄弟或姐妹,或姐妹伤害兄弟或姐妹,同样如此,且被判定为故意伤害罪,其刑罚也为死刑。
γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα, φευγέτω ἀειφυγίαν· τὴν δὲ κτῆσιν, ἐὰν μὲν ὑεῖς ἢ θυγατέρες αὐτοῖς ὦσιν παῖδες ἔτι, τοὺς ἐπιτρόπους ἐπιτροπεύειν καὶ ὡς ὀρφανῶν τῶν παίδων ἐπιμελεῖσθαι· ἐὰν δὲ ἄνδρες, μὴ ἐπάναγκες ἔστω τρέφεσθαι τὸν φεύγοντα ὑπὸ τῶν ἐκγόνων, τὴν δὲ οὐσίαν αὐτοὺς κεκτῆσθαι.
妻子因图谋杀害而伤害自己的丈夫,或丈夫伤害自己的妻子,应当终身流放;至于财产,如果他们有尚未成年的儿子或女儿,应由监护人代管,并像照顾孤儿一样照顾这些孩子;如果他们已经是成年男子,则不必强制后代赡养被流放者,而由后代继承并占有这些财产。
ἄπαις δὲ ὅστις ἂν τοιαύταις συμφοραῖς περιπέσῃ, τοὺς συγγενεῖς συνελθόντας μέχρι ἀνεψιῶν παίδων τοῦ πεφευγότος ἀμφοτέρωθεν, πρός τε ἀνδρῶν καὶ πρὸς γυναικῶν, κληρονόμον εἰς τὸν οἶκον τοῦτον τῇ πόλει τετταρακοντακαιπεντακισχιλιοστὸν καταστῆσαι βουλευομένους μετὰ νομοφυλάκων καὶ ἱερέων, διανοηθέντας τρόπῳ καὶ λόγῳ τοιῷδε, ὡς οὐδεὶς οἶκος τῶν τετταράκοντα καὶ πεντακισχιλίων τοῦ ἐνοικοῦντός ἐστιν οὐδὲ σύμπαντος τοῦ γένους οὕτως ὡς τῆς πόλεως δημόσιός τε καὶ ἴδιος· δεῖ δὴ τήν γε πόλιν τοὺς αὑτῆς οἴκους ὡς ὁσιωτάτους τε καὶ εὐτυχεστάτους κεκτῆσθαι κατὰ δύναμιν.
若无子女者落入此类灾祸,流亡者双亲双方直至堂表亲子女的亲属应当聚集起来,与护法官及祭司协商,为该家族确立城邦中第五千零四十个继承人,并以下述方式和道理进行思考:在五千零四十个家户中,没有任何一户比起属于城邦的公共和私人性质,更属于其居住者或整个家族;因此,城邦应当尽可能使其家户保持在最神圣和最幸福的状态。

词汇与语法注释

  1. 876bκλέπτοντα τὰς αὑτῶν δόξας — 分词 `κλέπτοντα` 在此处意为“隐瞒”或“暗中行动”。它批判性地描述了法官们不公开其真实的观点或判决(`δόξας`),而是以不透明的方式做出裁决。
  2. 877aτὴν δὲ οὐ παντάπασι κακὴν τύχην αὐτοῦ σεβόμενον — 宾格分词 `σεβόμενον` 及其后的 `διδόντα` 在语法上与表示命令/应当的不定式(如 `ἀφελεῖν` 等)的隐含宾格主语一致,代表一般的立法者或司法机关。
  3. 877dτετταρακοντακαιπεντακισχιλιοστὸν — 意为“第五千零四十个”的形容词。它指的是柏拉图设想的理想城邦马格内西亚的固定户数5040(40与5000),强调每个家户(oikos)都是构成城邦恰好五千零四十分之一的不可分割的单元。

引用这一段

柏拉图, 法律篇 §9.876-9.877. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.876-9.877

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。