§9.872ΑΘ. ἐὰν δὲ αὐτόχειρ μὲν μή, βουλεύσῃ δὲ θάνατόν τις ἄλλος ἑτέρῳ καὶ τῇ βουλήσει τε καὶ ἐπιβουλεύσει ἀποκτείνας αἴτιος ὢν καὶ μὴ καθαρὸς τὴν ψυχὴν τοῦ φόνου ἐν πόλει ἐνοικῇ, γιγνέσθων καὶ τούτῳ κατὰ ταὐτὰ αἱ κρίσεις τούτων πέρι πλὴν τῆς ἐγγύης, τῷ δὲ ὀφλόντι ταφῆς τῆς οἰκείας ἐξέστω τυχεῖν, τὰ δὲ ἄλλα κατὰ ταὐτὰ ὡσαύτως τῷ πρόσθεν ῥηθέντι περὶ αὐτὸν γιγνέσθω.
ΑΘ. もし自らの手によるのではなく、他の誰かが他人のために死を計画し、その計画と陰謀によって殺害を引き起こした張本人でありながら、その魂が殺人の汚れから清められていない状態で市に居住しているならば、この者に対しても、保証の提出を除いては、これらに関する裁判が全く同様に行われるものとする。 そして有罪となった者に対しては、自らの親族の墓への埋葬を得ることが許されるものとし、その他の点については、彼に関して、先に述べられたのと同様に、同じように行われるものとする。
τὰ αὐτὰ δὲ ἔστω ταῦτα ξένοισί τε πρὸς ξένους καὶ ἀστοῖσι καὶ ξένοις πρὸς ἀλλήλους, δούλοις τε αὖ πρὸς δούλους, τῆς τε αὐτοχειρίας πέρι καὶ ἐπιβουλεύσεως, πλὴν τῆς ἐγγύης·
これらは、異邦人の異邦人に対する場合、市民と異邦人の相互の間、および奴隷の奴隷に対する場合についても、直接の殺害および陰謀に関して、保証の提出を除いて、同様であるとする。
ταύτην δέ, καθάπερ εἴρηται, τοὺς αὐτόχειρας κατεγγυᾶσθαι, τὸν δὲ προαγορεύοντα τὸν φόνον ἅμα κατεγγυᾶν καὶ τούτους.
この保証については、すでに述べられたように、実行犯たちが保証を立てるべきであり、殺人を告発する者は、同時にこれらに対しても保証を要求しなければならない。
ἐὰν δὲ δοῦλος ἐλεύθερον ἑκών, εἴτε αὐτόχειρ εἴτε βουλεύσας, ἀποκτείνῃ καὶ ὄφλῃ τὴν δίκην, ὁ τῆς πόλεως κοινὸς δήμιος ἄγων πρὸς τὸ μνῆμα τοῦ ἀποθανόντος, ὅθεν ἂν ὁρᾷ τὸν τύμβον, μαστιγώσας ὁπόσας ἂν ὁ ἑλὼν προστάττῃ, ἐάνπερ βιῷ παιόμενος ὁ φονεύς, θανατωσάτω.
もし奴隷が自由人を故意に、直接手にかけるか、あるいは計画して殺害し、有罪判決を受けたならば、その市の公の処刑人が、亡くなった者の墓へと引き、そこから墳墓が見える場所で、原告が命じるだけの鞭打ちを加え(ただし打たれながらも殺人者が生きている限り)、殺害するものとする。
ἐὰν δέ τις δοῦλον κτείνῃ μηδὲν ἀδικοῦντα, φόβῳ δὲ μὴ μηνυτὴς αἰσχρῶν ἔργων καὶ κακῶν αὐτοῦ γίγνηται, ἤ τινος ἕνεκα ἄλλου τοιούτου, καθάπερ ἂν εἰ πολίτην κτείνας ὑπεῖχε φόνου δίκας, ὡσαύτως καὶ τοῦ τοιούτου δούλου κατὰ τὰ αὐτὰ ἀποθανόντος οὕτως ὑπεχέτω.
もし誰かが、何ら罪のない奴隷を、自らの恥ずべき行為や悪行の告発者となるのを恐れるあまり、あるいは何か他のそのような理由のために殺害したなら、市民を殺害して殺人の裁判を受けるのと全く同様に、そのような奴隷をこのように殺害した場合にも裁判を受けるものとする。
ἐὰν δὲ δὴ γίγνηται ἐφʼ οἷσι καὶ νομοθετεῖν δεινὸν καὶ οὐδαμῶς προσφιλές, μὴ νομοθετεῖν δὲ ἀδύνατον, συγγενῶν αὐτόχειρας φόνους ἢ διʼ ἐπιβουλεύσεως γενομένους, ἑκουσίους τε καὶ ἀδίκους πάντως, οἳ τὰ μὲν πολλὰ ἐν κακῶς οἰκούσαις καὶ τρεφομέναις γίγνονται πόλεσιν, γένοιτο δʼ ἄν πού τι καὶ ἐν ᾗ μή τις ἂν προσδοκήσειεν χώρᾳ, λέγειν μὲν δὴ χρεὼν αὖ πάλιν τὸν ἔμπροσθε σμικρῷ ῥηθέντα λόγον, ἂν ἄρα τις ἀκούων ἡμῶν οἷος ἀποσχέσθαι γένηται μᾶλλον ἑκὼν διὰ τὰ τοιαῦτα φόνων τῶν πάντῃ ἀνοσιωτάτων.
しかし、もし立法すること自体が恐ろしく、全く気が進まないが、立法しないわけにはいかないような事態、すなわち親族の直接の手による、あるいは陰謀による、故意かつ完全に不正な殺人が生じるならば(これらは多くは統治や教育が悪い国で生じるが、そのようなことが予期されないような国でも生じることがある)、私たちは少し前に述べられた議論を再び語らねばならない。 もしそれを聞く者が、あらゆる殺人のうちで最も不浄なこのような殺人を、より自発的に避けようとするようになるならば。
ὁ γὰρ δὴ μῦθος ἢ λόγος, ἢ ὅτι χρὴ προσαγορεύειν αὐτόν, ἐκ παλαιῶν ἱερέων εἴρηται σαφῶς, ὡς ἡ τῶν συγγενῶν αἱμάτων τιμωρὸς δίκη ἐπίσκοπος νόμῳ χρῆται τῷ νυνδὴ λεχθέντι καὶ ἔταξεν ἄρα δράσαντί τι τοιοῦτον παθεῖν ταὐτὰ ἀναγκαίως ἅπερ ἔδρασεν·
というのも、古い神官たちから語り継がれた説話、あるいは議論は明らかにこう述べている。 すなわち、親族の血の復讐を司る正義が、今しがた述べられた法律を監視者として用いており、そのようなことを行った者には、必然的に自分がなしたのと全く同じことを受けるように定めたのだ、と。
εἰ πατέρα ἀπέκτεινέν ποτέ τις, αὐτὸν τοῦτο ὑπὸ τέκνων τολμῆσαι βίᾳ πάσχοντα ἔν τισι χρόνοις, κἂν εἰ μητέρα, γενέσθαι τε αὐτὸν θηλείας μετασχόντα φύσεως ἀναγκαῖον, γενόμενόν τε ὑπὸ τῶν γεννηθέντων λιπεῖν τὸν βίον ἐν χρόνοις ὑστέροις·
すなわち、かつて父親を殺害した者は、いつの日にか、自らの子供たちによって同様の暴力を振るわれることを甘んじて受けねばならず、また、もし母親を殺害したなら、自らが女性の性を得て生まれることが避けられず、生まれてから、自らが生んだ者たちによって、後の時代に生涯を終えることになるのだ、と。
§9.873ΑΘ. τοῦ γὰρ κοινοῦ μιανθέντος αἵματος οὐκ εἶναι κάθαρσιν ἄλλην, οὐδὲ ἔκπλυτον ἐθέλειν γίγνεσθαι τὸ μιανθὲν πρὶν φόνον φόνῳ ὁμοίῳ ὅμοιον ἡ δράσασα ψυχὴ τείσῃ καὶ πάσης τῆς συγγενείας τὸν θυμὸν ἀφιλασαμένη κοιμίσῃ.
ΑΘ. なぜなら、共有された血が汚されたとき、行った者の魂が同様の殺人によって同様の報いを支払い、親族全体の怒りを宥めて静めるまでは、他のいかなる清めも存在せず、 873a¦ その汚れが洗い流されることを望まないからである。
ταῦτα δὴ παρὰ θεῶν μέν τινα φοβούμενον τὰς τιμωρίας εἴργεσθαι χρὴ τὰς τοιαύτας·
このような神々からの報いを恐れて、そのような行為は避けられねばならない。
εἰ δέ τινας οὕτως ἀθλία συμφορὰ καταλάβοι, ὥστε πατρὸς ἢ μητρὸς ἢ ἀδελφῶν ἢ τέκνων ἐκ προνοίας ἑκουσίως ψυχὴν τολμῆσαι ἀποστερεῖν σώματος, ὁ παρὰ τοῦ θνητοῦ νομοθέτου νόμος ὧδε περὶ τῶν τοιούτων νομοθετεῖ, Προρρήσεις μὲν τὰς περὶ τῶν νομίμων εἴργεσθαι καὶ ἐγγύας τὰς αὐτὰς εἶναι καθάπερ ἐρρήθη τοῖς ἔμπροσθεν·
しかし、もし父親や母親、兄弟、あるいは子供の魂を、意図的にかつ故意に肉体から奪うという、極めて悲惨な不幸が誰かを襲ったならば、朽ちるべき人間の立法者による法律は、このような事柄について以下のように規定する。 排除に関する宣告、および保証は、先に述べられたものと同様であるとする。
ἐὰν δέ τις ὄφλῃ φόνου τοιούτου, τούτων κτείνας τινά, οἱ μὲν τῶν δικαστῶν ὑπηρέται καὶ ἄρχοντες ἀποκτείναντες, εἰς τεταγμένην τρίοδον ἔξω τῆς πόλεως ἐκβαλλόντων γυμνόν, αἱ δὲ ἀρχαὶ πᾶσαι ὑπὲρ ὅλης τῆς πόλεως, λίθον ἕκαστος φέρων, ἐπὶ τὴν κεφαλὴν τοῦ νεκροῦ βάλλων ἀφοσιούτω τὴν πόλιν ὅλην, μετὰ δὲ τοῦτο εἰς τὰ τῆς χώρας ὅρια φέροντες ἐκβαλλόντων τῷ νόμῳ ἄταφον.
そしてもし誰かがこのような殺人の罪で有罪判決を受けたなら、裁判官たちの部下および役人たちは彼を殺害した上で、市外の定められた三叉路に裸で投げ捨てるものとする。 そしてすべての役職者は市全体を代表して、それぞれが石を一つ携え、死者の頭に投げつけて、市全体を清めるものとする。 その後、その死体を国の境界に運んでいき、法律に従って埋葬せずに投げ捨てるものとする。
τὸν δὲ δὴ πάντων οἰκειότατον καὶ λεγόμενον φίλτατον ὃς ἂν ἀποκτείνῃ, τί χρὴ πάσχειν;
ところで、すべての中で最も身近であり、最も愛されていると言われる者を殺害する者は、いかなる処罰を受けるべきか。
λέγω δὲ ὃς ἂν ἑαυτὸν κτείνῃ, τὴν τῆς εἱμαρμένης βίᾳ ἀποστερῶν μοῖραν, μήτε πόλεως ταξάσης δίκῃ, μήτε περιωδύνῳ ἀφύκτῳ προσπεσούσῃ τύχῃ ἀναγκασθείς, μηδὲ αἰσχύνης τινὸς ἀπόρου καὶ ἀβίου μεταλαχών, ἀργίᾳ δὲ καὶ ἀνανδρίας δειλίᾳ ἑαυτῷ δίκην ἄδικον ἐπιθῇ.
私が言っているのは、自らを殺害する者のことである。 運命が定めた分け前を暴力によって奪い、それが市の判決によって命じられたわけでもなく、避けることのできない極度の苦痛を伴う不運に見舞われたわけでもなく、解決不能で生きるに耐えない不名誉に遭ったわけでもないのに、怠惰と意気地のない卑怯さのために、自らに対して不正な処罰を科す者のことである。
τούτῳ δὴ τὰ μὲν ἄλλα θεὸς οἶδεν ἃ χρὴ νόμιμα γίγνεσθαι περὶ καθαρμούς τε καὶ ταφάς, ὧν ἐξηγητάς τε ἅμα καὶ τοὺς περὶ ταῦτα νόμους ἐπανερομένους χρὴ τοὺς ἐγγύτατα γένει ποιεῖν αὐτοῖσιν κατὰ τὰ προσταττόμενα·
このような者については、清めや埋葬に関してどのような掟がなされるべきかは神が知っていることであり、最も近い親族は、釈義官たちとこれらに関する法律を同時に尋ねつつ、それら指示されたことに従って行動しなければならない。
τάφους δʼ εἶναι τοῖς οὕτω φθαρεῖσι πρῶτον μὲν κατὰ μόνας μηδὲ μεθʼ ἑνὸς συντάφου, εἶτα ἐν τοῖς τῶν δώδεκα ὁρίοισι μερῶν τῶν ὅσα ἀργὰ καὶ ἀνώνυμα θάπτειν ἀκλεεῖς αὐτούς, μήτε στήλαις μήτε ὀνόμασι δηλοῦντας τοὺς τάφους.
しかし、このように滅びた者たちの墓は、まず第一に他者と共同にせず単独であり、次に、12の区域の境界の、不毛で名前のない場所に、彼らを不名誉に埋葬するものとし、墓碑を立てることも、名前によってその墓を示すこともしてはならない。
ἐὰν δʼ ἄρα ὑποζύγιον ἢ ζῷον ἄλλο τι φονεύσῃ τινά, πλὴν τῶν ὅσα ἐν ἀγῶνι τῶν δημοσίᾳ τιθεμένων ἀθλεύοντά τι τοιοῦτον δράσῃ, ἐπεξίτωσαν μὲν οἱ προσήκοντες τοῦ φόνου τῷ κτείναντι, διαδικαζόντων δὲ τῶν ἀγρονόμων οἷσιν ἂν καὶ ὁπόσοις προστάξῃ ὁ προσήκων, τὸ δὲ ὀφλὸν ἔξω τῶν ὅρων τῆς χώρας ἀποκτείναντας διορίσαι.
また、もし荷役獣や他の動物が人を殺したならば(ただし、公に行われる競技の中で競技中にそのようなことを起こしたものは除く)、遺族が殺人に対してその殺害したものを告発し、地方役人のうち遺族が指定する者たちが裁判を行い、有罪となったものは、国の境界の外で殺害した上で排除するものとする。