Humanitext Reader

プラトン · 法律 §9.870-9.871

故意の殺人の原因と裁判手続きおよび罰則

131 / 186 箇所 · ギリシア語

要旨

本チャンクにおいてアテネ人は、故意の殺人を引き起こす3つの主要な原因(富への過剰な欲望、名誉への嫉妬、そして自らの悪行の発覚を恐れる卑怯な心)を挙げ、因果応報の宗教的教えに言及した上で、同族を故意に殺害した者に対する実定法的な手続きと処罰(追放、不告訴への罰、および裁判手続き)を規定する。

§9.870ΑΘ. πάλιν δὴ πρῶτον περὶ τῶν τοιούτων εἰς δύναμιν εἴπωμεν ὁπόσα ἂν εἴη.
ΑΘ. 再び、まず最初に、そのような事柄について、可能な限りいかなる種類のものがあるかを語ることにしよう。
τὸ μὲν δὴ μέγιστον ἐπιθυμία κρατοῦσα ψυχῆς ἐξηγριωμένης ὑπὸ πόθων·
最も重大なものは、さまざまな渇望によって野蛮にされた魂を支配する欲望である。
τοῦτο δʼ ἐστὶν μάλιστα ἐνταῦθα οὗ πλεῖστός τε καὶ ἰσχυρότατος ἵμερος ὢν τυγχάνει τοῖς πολλοῖς, ἡ τῶν χρημάτων τῆς ἀπλήστου καὶ ἀπείρου κτήσεως ἔρωτας μυρίους ἐντίκτουσα δύναμις διὰ φύσιν τε καὶ ἀπαιδευσίαν τὴν κακήν.
そしてこれは、大部分の人々にとって最も多く、かつ最も強力な熱望が存在するところ、すなわち、生まれつきの資質と誤った無教育のゆえに、金銭の貪欲で際限のない獲得への無数の恋情を生み出すところの力において、とりわけ見出されるものである。
τῆς δὲ ἀπαιδευσίας ἡ τοῦ κακῶς ἐπαινεῖσθαι πλοῦτον αἰτία φήμη πρὸς τῶν Ἑλλήνων τε καὶ βαρβάρων·
そしてこの無教育の原因は、ギリシア人や異民族の間で富が誤って称賛されているという評判にある。
πρῶτον γὰρ τῶν ἀγαθῶν αὐτὸ προκρίνοντες, τρίτον ὄν, τούς τʼ ἐπιγιγνομένους λωβῶνται καὶ ἑαυτούς.
というのも、彼らは富を良きものの第一位に選び置いているが、それは実際には第三位のものであり、彼らは後に続く者たちをも自分たちをも損なっているのである。
τὸ γὰρ ἀληθὲς λέγεσθαι περὶ τοῦ πλούτου κατὰ πόλεις πάσας πάντων κάλλιστον καὶ ἄριστον, ὡς ἕνεκα σώματός ἐστι, καὶ σῶμα ψυχῆς ἕνεκα·
なぜなら、すべての国において、富については、それが身体のためにあり、身体は魂のためにあるということが、何よりも美しく最も優れた真実として語られるべきだからである。
ἀγαθῶν μὲν οὖν ὄντων ὧν ἕνεκα ὁ πλοῦτος εἶναι πέφυκε, τρίτον ἂν εἴη μετὰ σώματος ἀρετὴν καὶ ψυχῆς.
それゆえ、富が本来そのために存在するはずの良きものが存在するならば、富は身体と魂の徳に次いで第三位となるはずである。
διδάσκαλος οὖν ἂν ὁ λόγος οὗτος γίγνοιτο ὡς οὐ χρὴ πλουτεῖν ζητεῖν τὸν εὐδαίμονα ἐσόμενον, ἀλλὰ δικαίως πλουτεῖν καὶ σωφρόνως·
したがって、この議論は、幸福になろうとする者は富むことを求めるべきではなく、正しくかつ節度を持って富むべきであることを教えるものとなるであろう。
καὶ φόνοι οὕτως οὐκ ἂν γίγνοιντο ἐν πόλεσιν φόνοις δεόμενοι καθαίρεσθαι.
そうすれば、国々において、殺人を清めるためのさらなる殺人を必要とするような事態は生じないであろう。
νῦν δέ, ὅπερ ἀρχόμενοι τούτων εἴπομεν, ἓν μὲν τοῦτʼ ἐστὶ καὶ μέγιστον ὃ ποιεῖ φόνου ἑκουσίου τὰς μεγίστας δίκας.
しかし現実には、私たちがこれらについて語り始めたときに述べたように、これこそが、故意の殺人に対して最も重い刑罰を課す原因となる最初にして最大の要因なのである。
δεύτερον δὲ φιλοτίμου ψυχῆς ἕξις, φθόνους ἐντίκτουσα, χαλεποὺς συνοίκους μάλιστα μὲν αὐτῷ τῷ κεκτημένῳ τὸν φθόνον, δευτέροις δὲ τοῖς ἀρίστοις τῶν ἐν τῇ πόλει.
第二の要因は、名誉を重んじる魂の性質であり、これは嫉妬を生み出すが、この嫉妬は、それを抱く者自身にとって最も厄介な同居人であり、第二には、国内の最も優れた人々にとってもそうである。
τρίτον δὲ οἱ δειλοὶ καὶ ἄδικοι φόβοι πολλοὺς δὴ φόνους εἰσὶν ἐξειργασμένοι, ὅταν ᾖ τῳ πραττόμενα ἢ πεπραγμένα ἃ μηδένα βούλονταί σφισιν συνειδέναι γιγνόμενα ἢ γεγονότα·
第三に、卑怯で不正な恐怖が、実に多くの殺人を引き起こしてきた。 それは、誰かが進行中、あるいはすでに完了した悪行を抱えており、それを誰にも知られたくないと望むときである。
τοὺς οὖν τούτων μηνυτὰς ἀναιροῦσι θανάτοις, ὅταν ἄλλῳ μηδενὶ δύνωνται τρόπῳ.
それゆえ、彼らは他に方法がないとき、これらのことを告発する者たちを殺害して抹殺するのである。
τούτων δὴ πάντων πέρι προοίμια μὲν εἰρημένα ταῦτʼ ἔστω, καὶ πρὸς τούτοις, ὃν καὶ πολλοὶ λόγον τῶν ἐν ταῖς τελεταῖς περὶ τὰ τοιαῦτα ἐσπουδακότων ἀκούοντες σφόδρα πείθονται, τὸ τῶν τοιούτων τίσιν ἐν Ἅιδου γίγνεσθαι, καὶ πάλιν ἀφικομένοις δεῦρο ἀναγκαῖον εἶναι τὴν κατὰ φύσιν δίκην ἐκτεῖσαι, τὴν τοῦ παθόντος ἅπερ αὐτὸς ἔδρασεν, ὑπʼ ἄλλου τοιαύτῃ μοίρᾳ τελευτῆσαι τὸν τότε βίον.
これらすべてのことについて、前置きとしてこれらが語られたものとしよう。 そしてこれらに加えて、密儀においてこれらの事柄に真剣に取り組む多くの人々が聞いて強く確信している教えもある。 すなわち、そのような者たちに対する報いは冥界で行われ、再びこの地上に戻ってきたときには、自然の理に従った罰、すなわち自分がなしたのと同じことを自らも受け、他の者によって同じような運命のもとにそのときの生涯を終えるという罰を、必然的に支払わねばならないという教えである。
§9.871ΑΘ. πειθομένῳ μὲν δὴ καὶ πάντως φοβουμένῳ ἐξ αὐτοῦ τοῦ προοιμίου τὴν τοιαύτην δίκην οὐδὲν δεῖ τὸν ἐπὶ τούτῳ νόμον ὑμνεῖν, ἀπειθοῦντι δὲ νόμος ὅδε εἰρήσθω τῇ γραφῇ·
ΑΘ. さて、この前置き自体から説得され、そのような罰を完全に恐れている者に対しては、この件に関する法律を唱える必要はまったくないが、従わない者のために、以下の法律が書面によって規定されたものとしよう。
ὃς ἂν ἐκ προνοίας τε καὶ ἀδίκως ὁντιναοῦν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἱερὰ μήτε ἀγορὰν μήτε λιμένας μήτε ἄλλον κοινὸν σύλλογον μηδένα μιαίνων, ἐάντε τις ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή—ὁ γὰρ νόμος ἀπαγορεύει καὶ ἀπαγορεύων ὑπὲρ πάσης τῆς πόλεως ἀεὶ φαίνεταί τε καὶ φανεῖται —ὁ δὲ μὴ ἐπεξιὼν δέον, ἢ μὴ προαγορεύων εἴργεσθαι, τῶν ἐντὸς ἀνεψιότητος, πρὸς ἀνδρῶν τε καὶ γυναικῶν προσήκων τῷ τελευτήσαντι, πρῶτον μὲν τὸ μίασμα εἰς αὑτὸν καὶ τὴν τῶν θεῶν ἔχθραν δέχοιτο, ὡς ἡ τοῦ νόμου ἀρὰ τὴν φήμην προτρέπεται, τὸ δὲ δεύτερον ὑπόδικος τῷ ἐθέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τελευτήσαντος γιγνέσθω.
すなわち、誰であれ同族の者を、故意にかつ不正に己の手で殺害した者は、まず第一に、慣習的な権利から排除されるものとし、聖域、広場、港、その他のいかなる共通の集会をも汚してはならない。 人々がその犯人に対してこれらのことを禁じようが禁じまいが関係ない。 なぜなら、法律がそれを禁じており、その禁止は、全市民のために常に示されており、また将来も示され続けるからである。 一方、いとこの関係の内側にある者(男系、女系を問わず、亡くなった者の親族)でありながら、告訴すべきときに告訴せず、あるいは排除を宣告しない者は、第一に、汚れを己に引き受け、神々の敵意を受けるものとする。 法律の呪いがその告発を促しているからである。 そして第二に、亡くなった者のために復讐を望む者なら誰からでも告訴される立場に置かれるものとする。
ὁ δὲ ἐθέλων τιμωρεῖν, τῶν τε ἐπὶ τούτοις λουτρῶν φυλακῆς πέρι καὶ ὅσων ἂν ἑτέρων ὁ θεὸς περὶ ταῦτα νόμιμα παραδῷ, πάντα ἀποτελῶν, καὶ τὴν πρόρρησιν προαγορεύων, ἴτω ἀναγκάζων τὸν δράσαντα ὑπέχειν τὴν τῆς δίκης πρᾶξιν κατὰ νόμον.
そして復讐を望む者は、これらに関する清めの儀式の監視や、その他神がこれらの事柄について伝えたあらゆる掟について、すべての義務を果たし、かつ追放の宣告を行った上で、加害者に法律に従って裁判の執行に服することを強制するために進み出るべきである。
ταῦτα δὲ ὅτι μὲν γίγνεσθαι χρεών ἐστι διά τινων ἐπευχῶν καὶ θυσιῶν θεοῖς τισιν οἷς τῶν τοιούτων μέλει, φόνους μὴ γίγνεσθαι κατὰ πόλεις, ῥᾴδιον ἀποφαίνεσθαι νομοθέτῃ·
このようなことが、国々において殺人が生じないようにするために、そのような事柄を司る神々への祈りや犠牲によって行われねばならないということは、立法者にとって示すのは容易なことである。
τίνες δʼ εἰσὶν οἱ θεοὶ καὶ τίς ὁ τρόπος τῶν τοιούτων δικῶν τῆς εἰσαγωγῆς ὀρθότατα πρὸς τὸ θεῖον ἂν γιγνόμενος εἴη, νομοφύλακες μετʼ ἐξηγητῶν καὶ μάντεων καὶ τοῦ θεοῦ νομοθετησάμενοι, τὰς δίκας εἰσαγόντων ταύτας.
しかし、どのような神々がそれであり、そのような裁判を導入する最も正しい方法が、神的なものに対していかにあるべきかは、守法官たちが釈義官や予言者たち、さらには神の神託とともに立法した上で、これらの裁判を導入すべきである。
δικαστὰς δὲ αὐτῶν εἶναι τοὺς αὐτοὺς οὕσπερ τοῖς τὰ ἱερὰ συλῶσιν διαδικάζειν ἐρρήθη κυρίως·
また、これらの陪審員は、聖物窃盗を裁く権限を持つと規定された者たちと同一とする。
ὁ δὲ ὀφλὼν θανάτῳ ζημιούσθω καὶ μὴ ἐν τῇ τοῦ παθόντος χώρᾳ θαπτέσθω, ἀναιδείας ἕνεκα πρὸς τῷ ἀσεβεῖν.
そして有罪とされた者は死刑に処されるものとし、被害者の地領に埋葬してはならない。 不敬を働いた上に、恥知らずであるからである。
φυγὼν δὲ καὶ μὴ ʼθελήσας κρίσιν ὑποσχεῖν φευγέτω ἀειφυγίαν·
また、逃亡して裁判に服することを望まない者は、永久追放に処されるものとする。
ἐὰν δέ τις ἐπιβῇ που τῶν τῆς τοῦ φονευθέντος χώρας, ὁ προστυχὼν πρῶτος τῶν οἰκείων τοῦ ἀποθανόντος ἢ καὶ τῶν πολιτῶν ἀνατὶ κτεινέτω, ἢ δήσας τοῖς ἄρχουσι τῶν τὴν δίκην κρινάντων κτεῖναι παραδότω.
もしその者が殺害された被害者の国領のどこかに立ち入るならば、亡くなった者の親族やあるいは市民のうち、最初に出会った者が誰でもこれを無罰で殺すか、あるいは捕らえて裁判の判決を下した役人たちに引き渡して殺させるものとする。
ὁ δὲ ἐπισκηπτόμενος ἅμα καὶ κατεγγυάτω τὸν ᾧ ἂν ἐπισκήπτηται·
また、告発する者は、告発する相手に対して同時に保証人を立てさせるものとする。
ὁ δὲ παρεχέτω τοὺς ἐγγυητάς, ἀξιόχρεως οὓς ἂν ἡ τῶν περὶ ταῦτα δικαστῶν ἀρχὴ κρίνῃ, τρεῖς ἐγγυητὰς ἀξιόχρεως παρέξειν ἐγγυωμένους εἰς δίκην·
そして被告は保証人を提供するものとし、それはこれらの事柄に関する裁判の役所が適格と認める者、すなわち裁判に出頭することを保証する適格な三人の保証人でなければならない。
ἐὰν δὲ ἢ μὴ ἐθέλῃ ἢ ἀδυνατῇ τις καθιστάναι, τὴν ἀρχὴν παραλαβοῦσαν δήσασαν φυλάττειν καὶ παρέχειν εἰς τὴν κρίσιν τῆς δίκης.
もし誰かがこれを立てることを拒むか、あるいは立てることができないならば、役所が被告の身柄を確保し、拘束して監視し、裁判の判決まで出頭させるものとする。

語釈・文法注

  1. 870aτοῦτο δʼ ἐστὶν μάλιστα ἐνταῦθα οὗ πλεῖστός τε καὶ ἰσχυρότατος ἵμερος ὢν τυγχάνει τοῖς πολλοῖς — οὗ は関係副詞で、「〜するところにおいて」を意味する。ここでは「大部分の人々にとって最大の熱望が存在する領域(すなわち金銭への欲望)において」という関係節を導き、主節の ἐνταῦθα(そこにおいて)を具体化している。ἐστὶν は単なる存在ではなく「生じる、現れる」の意。
  2. 870dτὸ τῶν τοιούτων τίσιν ἐν Ἅιδου γίγνεσθαι, καὶ πάλιν ἀφικομένοις δεῦρο ἀναγκαῖον εἶναι τὴν κατὰ φύσιν δίκην ἐκτεῖσαι — 先行詞 λόγον(説、教え)の内容を具体的に説明する同格の対格不定詞句。前半の τὸ ... γίγνεσθαι と、後半の καὶ πάλιν ... εἶναι が並列されている。ἀφικομένοις は与格分詞で、意味上の主語(殺人を犯した者たち)を指し、非人称表現 ἀναγκαῖον εἶναι(〜が不可避である)に伴う与格(あるいは ἐκτεῖσαι の意味上の主語を表す対格の代わりの与格)として機能している。
  3. 871bὁ δὲ μὴ ἐπεξιὼν δέον, ἢ μὴ προαγορεύων εἴργεσθαι, τῶν ἐντὸς ἀνεψιότητος — δέον は非人称分詞 δεῖ の対格絶対で「〜すべきであるのに」という譲歩・条件のニュアンスを持つ。τῶν ἐντὸς ἀνεψιότητος は「いとこの内側の範囲にある親族」を指し、属格として後ろの προσήκων(〜に属する親族である者)を修飾している(あるいは部分属格的に機能している)。

この箇所を引用する

プラトン, 法律 §9.870-9.871. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.870-9.871

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。