§9.872ΑΘ. ἐὰν δὲ αὐτόχειρ μὲν μή, βουλεύσῃ δὲ θάνατόν τις ἄλλος ἑτέρῳ καὶ τῇ βουλήσει τε καὶ ἐπιβουλεύσει ἀποκτείνας αἴτιος ὢν καὶ μὴ καθαρὸς τὴν ψυχὴν τοῦ φόνου ἐν πόλει ἐνοικῇ, γιγνέσθων καὶ τούτῳ κατὰ ταὐτὰ αἱ κρίσεις τούτων πέρι πλὴν τῆς ἐγγύης, τῷ δὲ ὀφλόντι ταφῆς τῆς οἰκείας ἐξέστω τυχεῖν, τὰ δὲ ἄλλα κατὰ ταὐτὰ ὡσαύτως τῷ πρόσθεν ῥηθέντι περὶ αὐτὸν γιγνέσθω.
阿典那人:如果 872a¦ 不是亲手杀死,而是某人为他人策划死亡,且因其策划与阴谋导致杀人而成为罪魁祸首,在灵魂未洗净谋杀玷污的情况下居住在城邦中,关于其罪行的审判也应当以同样的方式进行,唯独免除提供保证人;对于被判有罪者,应当允许其获得家族的埋葬,而在其他方面,关于他的处理也应当与前文所述完全相同。
τὰ αὐτὰ δὲ ἔστω ταῦτα ξένοισί τε πρὸς ξένους καὶ ἀστοῖσι καὶ ξένοις πρὸς ἀλλήλους, δούλοις τε αὖ πρὸς δούλους, τῆς τε αὐτοχειρίας πέρι καὶ ἐπιβουλεύσεως, πλὴν τῆς ἐγγύης· ταύτην δέ, καθάπερ εἴρηται, τοὺς αὐτόχειρας κατεγγυᾶσθαι, τὸν δὲ προαγορεύοντα τὸν φόνον ἅμα κατεγγυᾶν καὶ τούτους.
这些相同的规则也适用于异邦人对异邦人、公民与异邦人相互之间,以及奴隶对奴隶,无论是关于亲手杀人还是阴谋策划,唯独免除提供保证人;关于此保证人,正如前文所说,应当由亲手杀人者提供担保,而宣告谋杀起诉的人应当在宣告的同时,要求这些人也提供担保。
ἐὰν δὲ δοῦλος ἐλεύθερον ἑκών, εἴτε αὐτόχειρ εἴτε βουλεύσας, ἀποκτείνῃ καὶ ὄφλῃ τὴν δίκην, ὁ τῆς πόλεως κοινὸς δήμιος ἄγων πρὸς τὸ μνῆμα τοῦ ἀποθανόντος, ὅθεν ἂν ὁρᾷ τὸν τύμβον, μαστιγώσας ὁπόσας ἂν ὁ ἑλὼν προστάττῃ, ἐάνπερ βιῷ παιόμενος ὁ φονεύς, θανατωσάτω.
如果奴隶故意杀死自由人,无论是亲手还是策划,且被判有罪,城邦的公共行刑人应当将其带到死者的墓前,从能看见坟墓的地方,抽打原告所命令的鞭数(只要杀人者在挨打时还活着),然后处死。
ἐὰν δέ τις δοῦλον κτείνῃ μηδὲν ἀδικοῦντα, φόβῳ δὲ μὴ μηνυτὴς αἰσχρῶν ἔργων καὶ κακῶν αὐτοῦ γίγνηται, ἤ τινος ἕνεκα ἄλλου τοιούτου, καθάπερ ἂν εἰ πολίτην κτείνας ὑπεῖχε φόνου δίκας, ὡσαύτως καὶ τοῦ τοιούτου δούλου κατὰ τὰ αὐτὰ ἀποθανόντος οὕτως ὑπεχέτω.
如果有人杀死了一个并无过错的奴隶,是因为害怕他成为自己丑恶行为和坏事的告密者,或者出于其他类似的理由,那么就像杀死公民而接受谋杀审判一样,他也应当为以同样方式杀死的该奴隶接受同样的审判。
ἐὰν δὲ δὴ γίγνηται ἐφʼ οἷσι καὶ νομοθετεῖν δεινὸν καὶ οὐδαμῶς προσφιλές, μὴ νομοθετεῖν δὲ ἀδύνατον, συγγενῶν αὐτόχειρας φόνους ἢ διʼ ἐπιβουλεύσεως γενομένους, ἑκουσίους τε καὶ ἀδίκους πάντως, οἳ τὰ μὲν πολλὰ ἐν κακῶς οἰκούσαις καὶ τρεφομέναις γίγνονται πόλεσιν, γένοιτο δʼ ἄν πού τι καὶ ἐν ᾗ μή τις ἂν προσδοκήσειεν χώρᾳ, λέγειν μὲν δὴ χρεὼν αὖ πάλιν τὸν ἔμπροσθε σμικρῷ ῥηθέντα λόγον, ἂν ἄρα τις ἀκούων ἡμῶν οἷος ἀποσχέσθαι γένηται μᾶλλον ἑκὼν διὰ τὰ τοιαῦτα φόνων τῶν πάντῃ ἀνοσιωτάτων.
但是,如果真的发生了那些甚至连立法都令人感到可怕且绝不愉快、但不立法又绝对不行的事——也就是亲属之间亲手或通过阴谋进行的杀人,且完全是蓄意且不正义的——这些事情大多发生在治理和教育不善的城邦中,但也可能发生在人们意想不到的任何国家,那么我们确实有必要再次重申不久前所说的那番话,以期有人在听了我们的话后,会更自觉地克制自己,不去犯下这些在各方面都最不神圣的杀人罪。
ὁ γὰρ δὴ μῦθος ἢ λόγος, ἢ ὅτι χρὴ προσαγορεύειν αὐτόν, ἐκ παλαιῶν ἱερέων εἴρηται σαφῶς, ὡς ἡ τῶν συγγενῶν αἱμάτων τιμωρὸς δίκη ἐπίσκοπος νόμῳ χρῆται τῷ νυνδὴ λεχθέντι καὶ ἔταξεν ἄρα δράσαντί τι τοιοῦτον παθεῖν ταὐτὰ ἀναγκαίως ἅπερ ἔδρασεν· εἰ πατέρα ἀπέκτεινέν ποτέ τις, αὐτὸν τοῦτο ὑπὸ τέκνων τολμῆσαι βίᾳ πάσχοντα ἔν τισι χρόνοις, κἂν εἰ μητέρα, γενέσθαι τε αὐτὸν θηλείας μετασχόντα φύσεως ἀναγκαῖον, γενόμενόν τε ὑπὸ τῶν γεννηθέντων λιπεῖν τὸν βίον ἐν χρόνοις ὑστέροις·
因为传说或道理(或无论应该如何称呼它)已由古代祭司清楚地说明:亲属之血的复仇正义女神,以刚才所说的法律为监察者,并规定做下此类事情的人必须必然承受他自己所做过的事:如果有人曾杀死了父亲,他自己必须在未来的某些时候,被迫承受被自己的孩子以同样暴力杀害的命运;如果他杀死了母亲,他必然要在转世时具有女性的身体,并在出生后,在后来的时代被自己所生的人夺去生命。
§9.873ΑΘ. τοῦ γὰρ κοινοῦ μιανθέντος αἵματος οὐκ εἶναι κάθαρσιν ἄλλην, οὐδὲ ἔκπλυτον ἐθέλειν γίγνεσθαι τὸ μιανθὲν πρὶν φόνον φόνῳ ὁμοίῳ ὅμοιον ἡ δράσασα ψυχὴ τείσῃ καὶ πάσης τῆς συγγενείας τὸν θυμὸν ἀφιλασαμένη κοιμίσῃ.
因为当共同的血脉被玷污后,就没有其他的净化方式,被玷污的血也不愿被清洗干净, 873a¦ 直到犯事的灵魂用类似的谋杀偿还了类似的惩罚,并平息且安抚了整个亲族的愤怒。
ταῦτα δὴ παρὰ θεῶν μέν τινα φοβούμενον τὰς τιμωρίας εἴργεσθαι χρὴ τὰς τοιαύτας· εἰ δέ τινας οὕτως ἀθλία συμφορὰ καταλάβοι, ὥστε πατρὸς ἢ μητρὸς ἢ ἀδελφῶν ἢ τέκνων ἐκ προνοίας ἑκουσίως ψυχὴν τολμῆσαι ἀποστερεῖν σώματος, ὁ παρὰ τοῦ θνητοῦ νομοθέτου νόμος ὧδε περὶ τῶν τοιούτων νομοθετεῖ, Προρρήσεις μὲν τὰς περὶ τῶν νομίμων εἴργεσθαι καὶ ἐγγύας τὰς αὐτὰς εἶναι καθάπερ ἐρρήθη τοῖς ἔμπροσθεν· ἐὰν δέ τις ὄφλῃ φόνου τοιούτου, τούτων κτείνας τινά, οἱ μὲν τῶν δικαστῶν ὑπηρέται καὶ ἄρχοντες ἀποκτείναντες, εἰς τεταγμένην τρίοδον ἔξω τῆς πόλεως ἐκβαλλόντων γυμνόν, αἱ δὲ ἀρχαὶ πᾶσαι ὑπὲρ ὅλης τῆς πόλεως, λίθον ἕκαστος φέρων, ἐπὶ τὴν κεφαλὴν τοῦ νεκροῦ βάλλων ἀφοσιούτω τὴν πόλιν ὅλην, μετὰ δὲ τοῦτο εἰς τὰ τῆς χώρας ὅρια φέροντες ἐκβαλλόντων τῷ νόμῳ ἄταφον.
因害怕这些来自神明的惩罚,人们确实应当克制自己不犯下此类行为;但如果有人不幸遭遇了如此悲惨的命运,以至于预谋且故意夺去父亲、母亲、兄弟或孩子的肉体生命(即夺去灵魂),凡人立法者的法律对此类事情的规定如下:关于排除在习俗权利之外的宣告以及保证,应当与前文所述完全相同;如果有人被判定犯有此类谋杀罪,杀下了这些亲属中的某人,法官的助手和官吏在将其处死后,应当将其赤裸地抛弃在城外指定的十字路口,所有官吏应当代表整个城邦,每人拿一块石头投向死者的头部,以此净化整个城邦,随后将其运至国境,依法不予埋葬而抛弃。
τὸν δὲ δὴ πάντων οἰκειότατον καὶ λεγόμενον φίλτατον ὃς ἂν ἀποκτείνῃ, τί χρὴ πάσχειν;
但是,那个杀死最亲近的、被称为最亲爱的人,应当承受什么惩罚?
λέγω δὲ ὃς ἂν ἑαυτὸν κτείνῃ, τὴν τῆς εἱμαρμένης βίᾳ ἀποστερῶν μοῖραν, μήτε πόλεως ταξάσης δίκῃ, μήτε περιωδύνῳ ἀφύκτῳ προσπεσούσῃ τύχῃ ἀναγκασθείς, μηδὲ αἰσχύνης τινὸς ἀπόρου καὶ ἀβίου μεταλαχών, ἀργίᾳ δὲ καὶ ἀνανδρίας δειλίᾳ ἑαυτῷ δίκην ἄδικον ἐπιθῇ.
我指的是那个杀死自己的人,用暴力夺去了命运分配给他的份额,既不是因为城邦通过判决命令他这样做,也不是因为被迫遭遇了某种无法逃避、极度痛苦的不幸,更不是因为卷入了某种走投无路、无法生存的羞辱,而是由于懒惰和不勇敢的懦弱,而对自己施加了不正义的惩罚。
τούτῳ δὴ τὰ μὲν ἄλλα θεὸς οἶδεν ἃ χρὴ νόμιμα γίγνεσθαι περὶ καθαρμούς τε καὶ ταφάς, ὧν ἐξηγητάς τε ἅμα καὶ τοὺς περὶ ταῦτα νόμους ἐπανερομένους χρὴ τοὺς ἐγγύτατα γένει ποιεῖν αὐτοῖσιν κατὰ τὰ προσταττόμενα·
对于这样的人,关于净化和葬礼应当进行哪些其他仪式,神明自知;最亲近的亲属应当在询问解释官以及关于这些事情的法律的同时,按照被命令的要求为他们办理。
τάφους δʼ εἶναι τοῖς οὕτω φθαρεῖσι πρῶτον μὲν κατὰ μόνας μηδὲ μεθʼ ἑνὸς συντάφου, εἶτα ἐν τοῖς τῶν δώδεκα ὁρίοισι μερῶν τῶν ὅσα ἀργὰ καὶ ἀνώνυμα θάπτειν ἀκλεεῖς αὐτούς, μήτε στήλαις μήτε ὀνόμασι δηλοῦντας τοὺς τάφους.
但是,对于如此毁灭之人的坟墓,首先应当是单独的,不得与任何其他人合葬,其次应当将他们不光彩地埋葬在十二个区域的边界上,也就是那些荒芜且无名的地方,坟墓上既不能立碑,也不能写上名字。
ἐὰν δʼ ἄρα ὑποζύγιον ἢ ζῷον ἄλλο τι φονεύσῃ τινά, πλὴν τῶν ὅσα ἐν ἀγῶνι τῶν δημοσίᾳ τιθεμένων ἀθλεύοντά τι τοιοῦτον δράσῃ, ἐπεξίτωσαν μὲν οἱ προσήκοντες τοῦ φόνου τῷ κτείναντι, διαδικαζόντων δὲ τῶν ἀγρονόμων οἷσιν ἂν καὶ ὁπόσοις προστάξῃ ὁ προσήκων, τὸ δὲ ὀφλὸν ἔξω τῶν ὅρων τῆς χώρας ἀποκτείναντας διορίσαι.
如果驮兽或其他动物杀死了人,除非是在公开举办的竞技中在比赛时犯下此类行为,否则亲属应当对该杀人者提起谋杀指控,并由亲属所指定的那些地方官吏(其人数和人选由亲属决定)进行审判,判决后将有罪的动物处死,并抛弃在国境之外。