Humanitext Reader

柏拉图 · 法律篇 §9.870-9.871

故意杀人的成因与审判程序及处罚

第 131 段,共 186 段 · 希腊语

内容简介

在本章节中,阿典那人列举了导致蓄意杀人的三个主要原因(对财富的过度欲望、追求名誉带来的嫉妒、以及害怕恶行败露的卑怯心理),并提到了因果报应的宗教教义,随后规定了对故意杀害同族者的成文法律程序和处罚(流放、对不起诉者的惩罚以及审判程序)。

§9.870ΑΘ. πάλιν δὴ πρῶτον περὶ τῶν τοιούτων εἰς δύναμιν εἴπωμεν ὁπόσα ἂν εἴη.
阿典那人:让我们再次,首先尽最大可能,讨论关于 these 事情会有多少种情况。
τὸ μὲν δὴ μέγιστον ἐπιθυμία κρατοῦσα ψυχῆς ἐξηγριωμένης ὑπὸ πόθων· τοῦτο δʼ ἐστὶν μάλιστα ἐνταῦθα οὗ πλεῖστός τε καὶ ἰσχυρότατος ἵμερος ὢν τυγχάνει τοῖς πολλοῖς, ἡ τῶν χρημάτων τῆς ἀπλήστου καὶ ἀπείρου κτήσεως ἔρωτας μυρίους ἐντίκτουσα δύναμις διὰ φύσιν τε καὶ ἀπαιδευσίαν τὴν κακήν.
最重大的情况无疑是欲望统治了因渴望而变得野蛮的灵魂;而这尤其见于大多数人中存在着最多且最强烈渴望的地方,也就是由于天性与不良的无教育,从而对贪婪且无限地获取财富产生无数爱恋的力量。
τῆς δὲ ἀπαιδευσίας ἡ τοῦ κακῶς ἐπαινεῖσθαι πλοῦτον αἰτία φήμη πρὸς τῶν Ἑλλήνων τε καὶ βαρβάρων· πρῶτον γὰρ τῶν ἀγαθῶν αὐτὸ προκρίνοντες, τρίτον ὄν, τούς τʼ ἐπιγιγνομένους λωβῶνται καὶ ἑαυτούς.
而这种无教育的原因,在于希腊人和蛮族中对财富的错误赞美之声;因为他们将财富列为善事的第一位,尽管它实际上只是第三位的,从而既毁了后代,也毁了他们自己。
τὸ γὰρ ἀληθὲς λέγεσθαι περὶ τοῦ πλούτου κατὰ πόλεις πάσας πάντων κάλλιστον καὶ ἄριστον, ὡς ἕνεκα σώματός ἐστι, καὶ σῶμα ψυχῆς ἕνεκα· ἀγαθῶν μὲν οὖν ὄντων ὧν ἕνεκα ὁ πλοῦτος εἶναι πέφυκε, τρίτον ἂν εἴη μετὰ σώματος ἀρετὴν καὶ ψυχῆς.
因为关于财富,在所有城邦中应当说出的真理是所有事物中最美丽、最优秀的,即财富是为了身体的缘故,而身体则是为了灵魂的缘故;因此,如果有财富本性上所为之存在的善事,那么它在身体和灵魂的德性之后应当排在第三位。
διδάσκαλος οὖν ἂν ὁ λόγος οὗτος γίγνοιτο ὡς οὐ χρὴ πλουτεῖν ζητεῖν τὸν εὐδαίμονα ἐσόμενον, ἀλλὰ δικαίως πλουτεῖν καὶ σωφρόνως· καὶ φόνοι οὕτως οὐκ ἂν γίγνοιντο ἐν πόλεσιν φόνοις δεόμενοι καθαίρεσθαι.
所以,这个论点将成为一个教师,告诉我们:那些想要获得幸福的人不应寻求暴富,而应公正且节制地富有;如此一来,在城邦中就不会发生需要通过杀人来进行净化的杀人事件。
νῦν δέ, ὅπερ ἀρχόμενοι τούτων εἴπομεν, ἓν μὲν τοῦτʼ ἐστὶ καὶ μέγιστον ὃ ποιεῖ φόνου ἑκουσίου τὰς μεγίστας δίκας.
但正如我们开始讨论这些事情时所说,这(对财富的欲望)是导致对蓄意杀人施加最严厉惩罚的第一个且最重大的原因。
δεύτερον δὲ φιλοτίμου ψυχῆς ἕξις, φθόνους ἐντίκτουσα, χαλεποὺς συνοίκους μάλιστα μὲν αὐτῷ τῷ κεκτημένῳ τὸν φθόνον, δευτέροις δὲ τοῖς ἀρίστοις τῶν ἐν τῇ πόλει.
第二个原因是一个追求名誉的灵魂的特征,它会产生嫉妒,这种嫉妒首先对拥有它的人自己来说是痛苦的同居者,其次对城邦中最优秀的人也是如此。
τρίτον δὲ οἱ δειλοὶ καὶ ἄδικοι φόβοι πολλοὺς δὴ φόνους εἰσὶν ἐξειργασμένοι, ὅταν ᾖ τῳ πραττόμενα ἢ πεπραγμένα ἃ μηδένα βούλονταί σφισιν συνειδέναι γιγνόμενα ἢ γεγονότα· τοὺς οὖν τούτων μηνυτὰς ἀναιροῦσι θανάτοις, ὅταν ἄλλῳ μηδενὶ δύνωνται τρόπῳ.
第三,卑怯和不正义的恐惧已经造成了许多杀人事件,即当某人有正在进行或已经完成的行为,而他们不希望任何人知道其发生或已发生时;因此,当他们无法通过其他任何方式时,他们就通过死刑来消灭这些事情的告密者。
τούτων δὴ πάντων πέρι προοίμια μὲν εἰρημένα ταῦτʼ ἔστω, καὶ πρὸς τούτοις, ὃν καὶ πολλοὶ λόγον τῶν ἐν ταῖς τελεταῖς περὶ τὰ τοιαῦτα ἐσπουδακότων ἀκούοντες σφόδρα πείθονται, τὸ τῶν τοιούτων τίσιν ἐν Ἅιδου γίγνεσθαι, καὶ πάλιν ἀφικομένοις δεῦρο ἀναγκαῖον εἶναι τὴν κατὰ φύσιν δίκην ἐκτεῖσαι, τὴν τοῦ παθόντος ἅπερ αὐτὸς ἔδρασεν, ὑπʼ ἄλλου τοιαύτῃ μοίρᾳ τελευτῆσαι τὸν τότε βίον.
关于所有这些事情,以上就作为序言吧;此外,还有许多在密仪中对这些事情非常热心的人听过并深信疑的说法,即这类事情的报应是在冥界进行的,而当他们再次回到这里时,必然要偿还自然规律的惩罚,也就是承受自己所做过的事情,并在那时被另一个人以同样的命运结束生命。
§9.871ΑΘ. πειθομένῳ μὲν δὴ καὶ πάντως φοβουμένῳ ἐξ αὐτοῦ τοῦ προοιμίου τὴν τοιαύτην δίκην οὐδὲν δεῖ τὸν ἐπὶ τούτῳ νόμον ὑμνεῖν, ἀπειθοῦντι δὲ νόμος ὅδε εἰρήσθω τῇ γραφῇ· ὃς ἂν ἐκ προνοίας τε καὶ ἀδίκως ὁντιναοῦν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἱερὰ μήτε ἀγορὰν μήτε λιμένας μήτε ἄλλον κοινὸν σύλλογον μηδένα μιαίνων, ἐάντε τις ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή—ὁ γὰρ νόμος ἀπαγορεύει καὶ ἀπαγορεύων ὑπὲρ πάσης τῆς πόλεως ἀεὶ φαίνεταί τε καὶ φανεῖται —ὁ δὲ μὴ ἐπεξιὼν δέον, ἢ μὴ προαγορεύων εἴργεσθαι, τῶν ἐντὸς ἀνεψιότητος, πρὸς ἀνδρῶν τε καὶ γυναικῶν προσήκων τῷ τελευτήσαντι, πρῶτον μὲν τὸ μίασμα εἰς αὑτὸν καὶ τὴν τῶν θεῶν ἔχθραν δέχοιτο, ὡς ἡ τοῦ νόμου ἀρὰ τὴν φήμην προτρέπεται, τὸ δὲ δεύτερον ὑπόδικος τῷ ἐθέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τελευτήσαντος γιγνέσθω.
阿典那人:对于因序言本身而信服并完全害怕这种惩罚的人,完全没有必要对他颂读有关此事的法律;但对于不服从的人,应当在成文法中规定以下法律:任何人如果是出于预谋且不正义地亲手杀死了自己的任何同族人,首先应当被排除在习俗权利之外,不得玷污圣域、广场、港口或任何其他公共集会,无论人们是否禁止该行为人这样做;因为法律予以禁止,并且在禁止时,总是为了整个城邦而显现,且将继续显现。 而那些在应当起诉时不起诉,或者不宣告排除的人,如果是死者堂表亲关系以内(包括男女两系)的亲属,首先应当将玷污揽在自己身上,并承受神明的敌意,因为法律的诅咒促成了这一宣告;其次,他应当面临任何愿意为死者复仇的人的起诉。
ὁ δὲ ἐθέλων τιμωρεῖν, τῶν τε ἐπὶ τούτοις λουτρῶν φυλακῆς πέρι καὶ ὅσων ἂν ἑτέρων ὁ θεὸς περὶ ταῦτα νόμιμα παραδῷ, πάντα ἀποτελῶν, καὶ τὴν πρόρρησιν προαγορεύων, ἴτω ἀναγκάζων τὸν δράσαντα ὑπέχειν τὴν τῆς δίκης πρᾶξιν κατὰ νόμον.
而愿意复仇的人,在履行了关于这些事情的沐浴监视以及神明所传授的其他任何有关这些事情的规矩,并发出宣告之后,应当去迫使行为人依法接受审判的执行。
ταῦτα δὲ ὅτι μὲν γίγνεσθαι χρεών ἐστι διά τινων ἐπευχῶν καὶ θυσιῶν θεοῖς τισιν οἷς τῶν τοιούτων μέλει, φόνους μὴ γίγνεσθαι κατὰ πόλεις, ῥᾴδιον ἀποφαίνεσθαι νομοθέτῃ· τίνες δʼ εἰσὶν οἱ θεοὶ καὶ τίς ὁ τρόπος τῶν τοιούτων δικῶν τῆς εἰσαγωγῆς ὀρθότατα πρὸς τὸ θεῖον ἂν γιγνόμενος εἴη, νομοφύλακες μετʼ ἐξηγητῶν καὶ μάντεων καὶ τοῦ θεοῦ νομοθετησάμενοι, τὰς δίκας εἰσαγόντων ταύτας.
这些事情必须通过对某些主管此类事务的神明的某些祈祷和牺牲来进行,以便使城邦中不发生杀人事件,这对于立法者来说是很容易说明的;但这些神明是谁,以及引入此类审判的最正确方式对于神圣者而言应当如何,应当由守法官与解释官、预言者以及神明共同立法后,引入这些审判。
δικαστὰς δὲ αὐτῶν εἶναι τοὺς αὐτοὺς οὕσπερ τοῖς τὰ ἱερὰ συλῶσιν διαδικάζειν ἐρρήθη κυρίως· ὁ δὲ ὀφλὼν θανάτῳ ζημιούσθω καὶ μὴ ἐν τῇ τοῦ παθόντος χώρᾳ θαπτέσθω, ἀναιδείας ἕνεκα πρὸς τῷ ἀσεβεῖν.
这些审判的陪审员应当与被规定有权裁决神物窃盗罪的人相同;被判有罪者应当处以死刑,且不得葬在受害者的土地上,因为他在不敬之外还厚颜无耻。
φυγὼν δὲ καὶ μὴ ʼθελήσας κρίσιν ὑποσχεῖν φευγέτω ἀειφυγίαν· ἐὰν δέ τις ἐπιβῇ που τῶν τῆς τοῦ φονευθέντος χώρας, ὁ προστυχὼν πρῶτος τῶν οἰκείων τοῦ ἀποθανόντος ἢ καὶ τῶν πολιτῶν ἀνατὶ κτεινέτω, ἢ δήσας τοῖς ἄρχουσι τῶν τὴν δίκην κρινάντων κτεῖναι παραδότω.
如果他逃跑且不愿接受审判,应当判处终身流放;如果他踏入被杀者的土地的任何地方,死者亲属中最先遇到他的人,或者甚至是公民,都可以无惩罚地杀死他,或者将其捆绑后交给做出审判决定的官吏处死。
ὁ δὲ ἐπισκηπτόμενος ἅμα καὶ κατεγγυάτω τὸν ᾧ ἂν ἐπισκήπτηται· ὁ δὲ παρεχέτω τοὺς ἐγγυητάς, ἀξιόχρεως οὓς ἂν ἡ τῶν περὶ ταῦτα δικαστῶν ἀρχὴ κρίνῃ, τρεῖς ἐγγυητὰς ἀξιόχρεως παρέξειν ἐγγυωμένους εἰς δίκην· ἐὰν δὲ ἢ μὴ ἐθέλῃ ἢ ἀδυνατῇ τις καθιστάναι, τὴν ἀρχὴν παραλαβοῦσαν δήσασαν φυλάττειν καὶ παρέχειν εἰς τὴν κρίσιν τῆς δίκης.
起诉者应当在起诉的同时,要求被起诉者提供保证人;被告应当提供保证人,即这些事务的审判官吏判定为合格的保证人,即提供三名合格的保证人以担保其出庭受审;如果有人不愿或无法设立保证人,官吏应当将其带走、捆绑并看管,并将其押送至法庭接受审判。

词汇与语法注释

  1. 870aτοῦτο δʼ ἐστὶν μάλιστα ἐνταῦθα οὗ πλεῖστός τε καὶ ἰσχυρότατος ἵμερος ὢν τυγχάνει τοῖς πολλοῖς — οὗ 是关系副词,意为“在……的地方”。此处它引导一个关系从句来具体说明主句中的指示副词 ἐνταῦθα(在此处),意为“在大多数人存在最大且最强烈渴望的领域(即对财富的追求)中”。动词 ἐστὶν 在此表示“发生”或“显现”。
  2. 870dτὸ τῶν τοιούτων τίσιν ἐν Ἅιδου γίγνεσθαι, καὶ πάλιν ἀφικομένοις δεῦρο ἀναγκαῖον εἶναι τὴν κατὰ φύσιν δίκην ἐκτεῖσαι — 这些是与名词 λόγον(学说、教义)同格的带冠词或不带冠词的对格不定式短语,用以具体解释其内容:前半部分是 τὸ ... γίγνεσθαι,后半部分是 καὶ πάλιν ... εἶναι。与格分词 ἀφικομένοις 指代回到这个世界的施害者,在非人称结构 ἀναγκαῖον εἶναι(……是必然的)中起与格主体作用(或与未明示的代词一致,用以代替不定式 ἐκτεῖσαι 的对格主语)。
  3. 871bὁ δὲ μὴ ἐπεξιὼν δέον, ἢ μὴ προαγορεύων εἴργεσθαι, τῶν ἐντὸς ἀνεψιότητος — δέον 是非人称动词 δεῖ 的对格绝对独立结构,意为“在应当……时”或“尽管应当”。短语 τῶν ἐντὸς ἀνεψιότητος(在堂表亲关系以内的亲属)是属格,修饰其后的分词 προσήκων(属于……的亲属),界定了负有起诉义务的亲属关系的具体范围。

引用这一段

柏拉图, 法律篇 §9.870-9.871. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.870-9.871

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。