§9.865ΑΘ. φόνου δὴ καθάπερ ἠρξάμεθα, πειρώμεθα διὰ τέλους παντὸς εἴδους πέρι φόνου θεῖναι τοὺς νόμους, καὶ πρῶτον μὲν τὰ βίαια καὶ ἀκούσια λέγωμεν.
ΑΘ. さて、殺人の件については、私たちが始めたように、あらゆる種類の殺人に関して徹底的に法律を制定することに努めよう。 そして、まずは暴力的かつ非自発的なもの(過失によるもの)について語ることにしよう。
εἴ τις ἐν ἀγῶνι καὶ ἄθλοις δημοσίοις ἄκων, εἴτε παραχρῆμα εἴτε καὶ ἐν ὑστέροις χρόνοις ἐκ τῶν πληγῶν, ἀπέκτεινέν τινα φίλιον, ἢ κατὰ πόλεμον ὡσαύτως ἢ κατὰ μελέτην τὴν πρὸς πόλεμον, ποιουμένων ἄσκησιν ψιλοῖς σώμασιν ἢ μετά τινων ὅπλων ἀπομιμουμένων τὴν πολεμικὴν πρᾶξιν, καθαρθεὶς κατὰ τὸν ἐκ Δελφῶν κομισθέντα περὶ τούτων νόμον ἔστω καθαρός·
もし誰かが、公の競技や試合において意図せずして、即座に、あるいは後にその打撃が原因で、友好的な者を殺害した場合、あるいは同様に戦争において、あるいは戦争に備えた訓練において、素肌(丸腰)で、もしくは戦争の行為を模倣した何らかの武器を用いて演習を行っている最中に殺害した場合、これらに関するデルポイから持ち帰られた法律に従って清められた上で、清浄な者とされるものとする。
ἰατρῶν δὲ πέρι πάντων, ἂν ὁ θεραπευόμενος ὑπʼ αὐτῶν ἀκόντων τελευτᾷ, καθαρὸς ἔστω κατὰ νόμον.
また、すべての医者に関しては、彼らによって治療されている患者が彼らの意図に反して死亡した場合、法律に従って清浄であるものとする。
ἐὰν δὲ αὐτόχειρ μέν, ἄκων δὲ ἀποκτείνῃ τις ἕτερος ἕτερον, εἴτε τῷ ἑαυτοῦ σώματι ψιλῷ εἴτε ὀργάνῳ ἢ βέλει ἢ πώματος ἢ σίτου δόσει ἢ πυρὸς ἢ χειμῶνος προσβολῇ ἢ στερήσει πνεύματος, αὐτὸς τῷ ἑαυτοῦ σώματι ἢ διʼ ἑτέρων σωμάτων, πάντως ἔστω μὲν ὡς αὐτόχειρ, δίκας δὲ τινέτω τὰς τοιάσδε·
しかし、もし自らの手で、かつ意図せずして、ある人が他人を殺害した場合、それが自らの素肌の身体によってであれ、道具、飛び道具、あるいは飲み物や食物の投与、火や寒気の襲撃、あるいは呼吸の剥奪によってであれ、彼自身の身体によって、あるいは他の人々の身体を通じてであれ、いずれにせよ直接の殺人者として扱われるものとし、以下のような罰を支払わねばならない。
ἐὰν μὲν δοῦλον κτείνῃ, νομίζων τὸν ἑαυτοῦ διειργάσθαι τὸν τοῦ τελευτήσαντος δεσπότην ἀβλαβῆ παρεχέτω καὶ ἀζήμιον, ἢ δίκην εἰς τὴν ἀξίαν τοῦ τελευτήσαντος ὑπεχέτω διπλῆν, τῆς δὲ ἀξίας οἱ δικασταὶ διάγνωσιν ποιείσθωσαν, καθαρμοῖς δὲ χρήσασθαι μείζοσίν τε καὶ πλείοσι τῶν περὶ τὰ ἆθλα ἀποκτεινάντων, τούτων δʼ ἐξηγητὰς εἶναι κυρίους οὓς ἂν ὁ θεὸς ἀνέλῃ·
もし彼が奴隷を殺害した場合、それが自らの奴隷であると思って殺したのであるなら、死んだ奴隷の主人に対して無害かつ無損失の状態に置くか、さもなければ死んだ奴隷の価値の二倍の額の罰を支払うものとする。 その価値の鑑定は裁判官たちが行うものとする。 そして、競技の際に殺害した者たちよりも、より重大で多くの清めの儀式を行わねばならず、これらについては、神が指名した釈義官たちが権限を持つものとする。
ἐὰν δὲ αὑτοῦ δοῦλον, καθηράμενος ἀπαλλαττέσθω τοῦ φόνου κατὰ νόμον.
他方、もし自分自身の奴隷を殺したのであるなら、自らを清めた上で、法律に従ってその殺人の罪から解放されるものとする。
ἐὰν δέ τις ἐλεύθερον ἄκων ἀποκτείνῃ, τοὺς μὲν καθαρμοὺς τοὺς αὐτοὺς καθαρθήτω τῷ τὸν δοῦλον ἀποκτείναντι, παλαιὸν δέ τινα τῶν ἀρχαίων μύθων λεγόμενον μὴ ἀτιμαζέτω.
また、もし誰かが自由人を意図せずして殺害した場合は、奴隷を殺害した者と同じ清めの儀式によって清められるものとし、かつ、古くから語り継がれている古代の神話を決して軽んじてはならない。
λέγεται δὲ ὡς ὁ θανατωθεὶς ἄρα βιαίως, ἐν ἐλευθέρῳ φρονήματι βεβιωκώς, θυμοῦταί τε τῷ δράσαντι νεοθνὴς ὤν, καὶ φόβου καὶ δείματος ἅμα διὰ τὴν βίαιον πάθην αὐτὸς πεπληρωμένος, ὁρῶν τε τὸν ἑαυτοῦ φονέα ἐν τοῖς ἤθεσι τοῖς τῆς ἑαυτοῦ συνηθείας ἀναστρεφόμενον, δειμαίνει, καὶ ταραττόμενος αὐτὸς ταράττει κατὰ δύναμιν πᾶσαν τὸν δράσαντα, μνήμην σύμμαχον ἔχων, αὐτόν τε καὶ τὰς πράξεις αὐτοῦ.
語られているところによれば、暴力によって命を絶たれ、自由な精神を持って生きてきた者は、新たに死んだ者として行為者に対して怒りを抱き、かつ、自らも暴力的な受難のゆえに恐れと恐怖に満たされている。 そして、自らを殺した者が自らの慣れ親しんだ場所で動き回っているのを見る時、彼は恐れ慄き、自ら混乱しつつ、記憶を味方につけて、自らの全能力をもって行為者を、また彼自身とその行為をも混乱させるのである。
διὸ δὴ χρεών ἐστιν ἄρα ὑπεξελθεῖν τῷ παθόντι τὸν δράσαντα τὰς ὥρας πάσας τοῦ ἐνιαυτοῦ καὶ ἐρημῶσαι πάντας τοὺς οἰκείους τόπους συμπάσης τῆς πατρίδος·
それゆえに、行為者は被害者のために、丸一年のすべての季節の間退去し、祖国全体のすべての自らの慣れ親しんだ場所から姿を消さねばならない。
§9.866ΑΘ. ἐὰν δὲ ξένος ὁ τελευτήσας ᾖ, καὶ τῆς τοῦ ξένου χώρας εἰργέσθω τοὺς αὐτοὺς χρόνους.
ΑΘ. また、もし亡くなった者が外国人であるなら、その外国人の国からも、同じ期間にわたって立ち入りを禁止されるものとする。
τούτῳ δὴ τῷ νόμῳ ἐὰν μὲν ἑκὼν πείθηταί τις, ὁ τοῦ τελευτήσαντος γένει ἐγγύτατα, ἐπίσκοπος ὢν τούτων πάντων γενομένων, ἐχέτω συγγνώμην τε καὶ ἄγων πρὸς αὐτὸν εἰρήνην μέτριος ἂν εἴη πάντως·
もし誰かがこの法律に自発的に従うならば、これらすべての出来事の監視者である亡くなった者の最も近い親族は、彼に対して寛容を与え、彼との間に平和を維持すべきであり、そうするなら全く穏健なこととなるだろう。
ἐὰν δέ τις ἀπειθῇ καὶ πρῶτον μὲν ἀκάθαρτος ὢν εἰς τὰ ἱερὰ τολμᾷ πορεύεσθαι καὶ θύειν, ἔτι δὲ τοὺς χρόνους μὴ ἐθέλῃ πληροῦν ἀποξενούμενος τοὺς εἰρημένους, ὁ τοῦ τελευτήσαντος γένει ἐγγύτατα ἐπεξίτω μὲν φόνου τῷ κτείναντι, διπλᾶ δὲ πάντα ἔστω τὰ τιμωρήματα τῷ ὀφλόντι.
しかし、もし誰かが従わず、第一に清められていない身であるにもかかわらず聖域に敢えて立ち入って犠牲を捧げたり、さらには言及された追放の期間を満たすことを拒んだりするなら、亡くなった者の最も近い親族は殺人者に対して殺人の罪で告訴を提起せねばならず、有罪とされた者に対するすべての罰は二倍とされるものとする。
ἐὰν δʼ ὁ προσήκων ἐγγύτατα μὴ ἐπεξίῃ τῷ παθήματι, τὸ μίασμα ὡς εἰς αὐτὸν περιεληλυθός, τοῦ παθόντος προστρεπομένου τὴν πάθην, ὁ βουλόμενος ἐπεξελθὼν τούτῳ δίκην, πέντε ἔτη ἀποσχέσθαι τῆς αὑτοῦ πατρίδος ἀναγκαζέτω κατὰ νόμον.
もし最も近い親族がその事件に対して告訴を提起しないならば、不浄は彼自身に回帰したものとみなされる(なぜなら、被害者が自らの受難に対して復讐を求めているからである)。 その場合、望む者は誰でもこの親族に対して訴訟を提起し、法律に従って、彼に対して五年の間、自らの祖国から退去することを強制させることができる。
ἐὰν δὲ ξένος ἄκων ξένον κτείνῃ τῶν ἐν τῇ πόλει, ἐπεξίτω μὲν ὁ βουλόμενος ἐπὶ τοῖς αὐτοῖς νόμοις, μέτοικος δὲ ὢν ἀπενιαυτησάτω, ξένος δὲ ἂν ᾖ παντάπασιν, πρὸς τῷ καθαρμῷ, ἐάντε ξένον ἐάντε μέτοικον ἐάντε ἀστὸν κτείνῃ, τὸν βίον ἅπαντα τῆς χώρας τῆς τῶν νόμων τῶνδε κυρίας εἰργέσθω·
もし外国人が、市内の外国人を意図せずして殺害した場合は、望む者が同じ法律に基づいて告訴を提起するものとし、もし加害者が在留外人であるなら一年間国外に退去するものとし、また完全な外国人であるなら、清めの儀式に加えて、殺害した相手が外国人であれ在留外人であれ市民であれ、これらの法律が支配する土地から生涯にわたって立ち入りを禁止されるものとする。
ἐὰν δʼ ἔλθῃ παρανόμως, οἱ νομοφύλακες θανάτῳ ζημιούντων αὐτόν, καὶ ἐὰν ἔχῃ οὐσίαν τινά, τῷ τοῦ παθόντος ἐγγύτατα γένει παραδιδόντων.
もし彼が法に背いて戻ってきたなら、法守護官たちは彼を死刑に処するものとし、またもし彼に何らかの財産があるならば、被害者の最も近い親族にそれを引き渡すものとする。
ἐὰν δὲ ἄκων ἔλθῃ, ἂν μὲν κατὰ θάλατταν ἐκπίπτῃ πρὸς τὴν χώραν, σκηνησάμενος ἐν θαλάττῃ τέγγων τοὺς πόδας πλοῦν ἐπιφυλαττέτω, κατὰ γῆν δὲ ἂν βίᾳ ὑπό τινων ἀχθῇ, ἡ πρώτη προστυχοῦσα ἀρχὴ τῶν ἐν τῇ πόλει λύσασα, εἰς τὴν ὑπερορίαν ἐκπεμπέτω ἄσυλον.
しかし、もし意図せずして戻ってきた場合、すなわちもし海路によってその土地に漂着したのであるなら、彼は海の中にテントを張り、足を海水に浸した状態で船出の機会を待たねばならない。 また、もし陸路によって誰かによって強制的に連行されたのであるなら、市内の役人のうち最初に出会った者が彼を釈放し、国外へと無事に送り出さねばならない。
ἐὰν δʼ ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, θυμῷ δὲ ᾖ τὸ πεπραγμένον ἐκπραχθέν, διχῇ δεῖ πρῶτον τὸ τοιοῦτον διαλαβεῖν.
他方、もし誰かが自らの手で自由人を殺害し、しかもその行為が激情によってなされたものである場合、まずそのようなケースを二つに分類せねばならない。
θυμῷ γὰρ δὴ πέπρακται καὶ τοῖς ὅσοι ἂν ἐξαίφνης μὲν καὶ ἀπροβουλεύτως τοῦ ἀποκτεῖναι πληγαῖς ἤ τινι τοιούτῳ διαφθείρωσί τινα παραχρῆμα τῆς ὁρμῆς γενομένης, μεταμέλειά τε εὐθὺς τοῦ πεπραγμένου γίγνηται, θυμῷ δὲ καὶ ὅσοι προπηλακισθέντες λόγοις ἢ καὶ ἀτίμοις ἔργοις, μεταδιώκοντες τὴν τιμωρίαν, ὕστερον ἀποκτείνωσί τινα βουληθέντες κτεῖναι καὶ τὸ πεπραγμένον αὐτοῖς ἀμεταμέλητον γίγνηται.
というのも、一方では、突如としてかつ殺害の事前計画なしに、打撃やそれと同様の手段によって、衝動が生じたその瞬間に人を殺め、直後に行為に対する悔恨が生じる者たちによって行われた場合も、確かに激情によってなされたのである。 他方で、言葉やあるいは不名誉な行為によって侮辱され、復讐を追い求めた結果、後に殺害の意図を持って人を殺し、かつ、自らの行為を悔いることがない者たちによって行われた場合も、確かに激情によってなされたのである。