Humanitext Reader

プラトン · 法律 §9.867-9.868

激情による殺人の計画性による分類と親族や奴隷に関する罰則

129 / 186 箇所 · ギリシア語

要旨

アテナイ人とクレイニアスは、激情による殺人の二つの分類(計画性の有無)とその刑罰の違いについて議論し、親族や奴隷が加害者・被害者である場合の具体的な刑罰や清めの規定を定める。

§9.867ΑΘ. διττοὺς μὲν δὴ τοὺς φόνους, ὡς ἔοικε, θετέον, καὶ σχεδὸν ἀμφοτέρους θυμῷ γεγονότας, μεταξὺ δέ που τοῦ τε ἑκουσίου καὶ ἀκουσίου δικαιότατʼ ἂν λεγομένους.
ΑΘ. さて、どうやらこれら二種類の殺人を規定せねばならないようだ。 実際、どちらもほぼ激情によって生じたものであり、意図的なものと意図せぬものの中間に位置するものと呼ぶのが最も正しいであろう。
οὐ μὴν ἀλλʼ εἰκών ἐσθʼ ἑκάτερος·
しかしながら、それぞれはいずれかの類似物である。
ὁ μὲν τὸν θυμὸν φυλάττων καὶ οὐκ ἐκ τοῦ παραχρῆμα ἐξαίφνης ἀλλὰ μετὰ ἐπιβουλῆς ὕστερον χρόνῳ τιμωρούμενος ἑκουσίῳ ἔοικεν, ὁ δὲ ἀταμιεύτως ταῖς ὀργαῖς καὶ ἐκ τοῦ παραχρῆμα εὐθὺς χρώμενος ἀπροβουλεύτως ὅμοιος μὲν ἀκουσίῳ, ἔστι δὲ οὐδʼ οὗτος αὖ παντάπασιν ἀκούσιος ἀλλʼ εἰκὼν ἀκουσίου.
一方の、怒りを抱き続け、その場での突発的なものではなく、事前の計画をもって後に時間を置いて復讐する者は、意図的な殺人に似ている。 他方の、怒りを自制せず、その場ですぐに計画なしに怒りをぶつける者は、意図せぬ殺人に似ているが、これもまた完全に意図せぬものではなく、意図せぬ殺人の類似物なのである。
διὸ χαλεποὶ διορίζειν οἱ τῷ θυμῷ πραχθέντες φόνοι, πότερον ἑκουσίους αὐτοὺς ἤ τινας ὡς ἀκουσίους νομοθετητέον, βέλτιστον μὴν καὶ ἀληθέστατον εἰς εἰκόνα μὲν ἄμφω θεῖναι, τεμεῖν δὲ αὐτὼ χωρὶς τῇ ἐπιβουλῇ καὶ ἀπροβουλίᾳ, καὶ τοῖς μὲν μετʼ ἐπιβουλῆς τε καὶ ὀργῇ κτείνασιν τὰς τιμωρίας χαλεπωτέρας, τοῖς δὲ ἀπροβουλεύτως τε καὶ ἐξαίφνης πρᾳοτέρας νομοθετεῖν·
それゆえ、激情によって行われた殺人は、それらを意図的なものとして立法すべきか、あるいは何か意図せぬものとして立法すべきかを明確に区分するのが困難である。 しかし、最も良くかつ最も真実に適っているのは、両者をそれぞれの類似物と位置づけつつ、それらを計画的なものと計画なしのものに明確に二分し、計画を伴いかつ怒りによって殺害した者たちにはより重い罰を、計画なしにかつ突発的に殺害した者たちにはより軽い罰を立法することである。
τὸ γὰρ εἰκὸς μείζονι κακῷ μειζόνως, τὸ δʼ ἐλάττονι τιμωρητέον ἐλαττόνως.
なぜなら、当然ながら、より大きな悪にはより大きく、より小さな悪にはより小さく処罰されるべきだからである。
ποιητέον δὴ καὶ τοῖς ἡμετέροις νόμοις οὕτω.
私たちの法律においてもそのようになされねばならない。
ΚΛ. παντάπασι μὲν οὖν.
ΚΛ. 全くその通りです。
ΑΘ. πάλιν ἐπανελθόντες τοίνυν λέγωμεν·
ΑΘ. それでは、再び立ち戻って語ることにしよう。
ἂν ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, τὸ δὲ πεπραγμένον ἀπροβουλεύτως ὀργῇ τινι γένηται πραχθέν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι προσῆκέν τῳ πάσχειν, πασχέτω, δύο δʼ ἐξ ἀνάγκης ἔτη φευγέτω κολάζων τὸν αὑτοῦ θυμόν.
もし誰かが自らの手で自由人を殺害し、しかもその行われたことが計画なしに何らかの怒りによってなされた場合、他のことに関しては、激情なしに殺害した者に対して被ることがふさわしいとされるのと同様のことを彼も被るものとし、かつ自らの激情を静めるために、二年の間、義務として追放に処されるものとする。
ὁ δὲ θυμῷ μέν, μετʼ ἐπιβουλῆς δὲ κτείνας τὰ μὲν ἄλλα κατὰ τὸν πρόσθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἅτερος ἔφευγεν τὰ δύο, φευγέτω, μεγέθει θυμοῦ πλείω τιμωρηθεὶς χρόνον.
他方、激情を伴い、かつ計画をもって殺害した者は、他のことに関してはやはり前述のものと同様に、ただし、他方が二年間追放されたのと同様に、三年の間、追放されるものとし、激情の大きさに応じてより長い期間処罰されるものとする。
καθόδου δὲ πέρι τούτοις ὧδε ἔστω.
これら追放された者たちの帰還に関しては次のように定められるものとする。
χαλεπὸν μὲν ἀκριβῶς νομοθετεῖν·
厳密に立法することは困難である。
ἔστι γὰρ ὅτε τούτοιν ὁ τῷ νόμῳ ταχθεὶς χαλεπώτερος ἡμερώτερος ἄν, ὁ δὲ ἡμερώτερος χαλεπώτερος ἂν εἴη, καὶ τὰ περὶ τὸν φόνον ἀγριωτέρως ἂν πράξειεν, ὁ δὲ ἡμερωτέρως·
というのも、時として、これら二つのうち法律によってより厳しいと定められた者が実際にはより穏やかであり、より穏やかと定められた者が実際にはより厳しいことがあり、また、一方は殺人に関してより残忍に行動し、他方はより穏やかに行動することがあるからである。
ὡς δὲ τὸ πολὺ κατὰ τὰ νῦν εἰρημένα συμβαίνει γιγνόμενα.
しかし、大体においては、今述べられた通りに事態は生じるものである。
τούτων οὖν πάντων ἐπιγνώμονας εἶναι χρὴ νομοφύλακας, ἐπειδὰν δὲ ὁ χρόνος ἔλθῃ τῆς φυγῆς ἑκατέρῳ, πέμπειν αὐτῶν δικαστὰς δώδεκα ἐπὶ τοὺς ὅρους τῆς χώρας, ἐσκεμμένους ἐν τῷ χρόνῳ τούτῳ τὰς τῶν φυγόντων πράξεις ἔτι σαφέστερον, καὶ τῆς αἰδοῦς τε πέρι καὶ καταδοχῆς τούτων δικαστὰς γίγνεσθαι, §9.868ΑΘ. τοὺς δὲ αὖ τοῖς δικασθεῖσιν ὑπὸ τῶν τοιούτων ἀρχόντων ἐμμένειν.
それゆえ、法守護官たちはこれらすべての事柄の鑑定者でなければならない。 そして、各々にとって追放の期間が満了した時、法守護官たちは、その間に追放された者たちの行いをさらに明確に調査した上で、彼らのうちから十二人の裁判官を国の国境へと派遣しなければならない。 そして、彼らが示すべき慙愧と受け入れに関して、その裁判官たちが判決を下すものとし、 ΑΘ. 追放された者たちの側もまた、そのような役人たちによって下された判決に従わねばならない。
ἐὰν δʼ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ, κατελθὼν δέ, κατὰ τὴν τοῦ ξένου ἄφιξιν ταύτῃ πασχέτω.
もし彼らのいずれかが、かつて帰還した後に、再び怒りに屈してこれと同じことを行ったなら、追放された後は二度と戻ってはならない。 もし戻ってきたなら、外国人が戻ってきた場合と同様に処罰されるものとする。
δοῦλον δʼ ὁ κτείνας ἑαυτοῦ μὲν καθηράσθω, ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτεισάτω τῷ κεκτημένῳ.
また、奴隷を殺害した者に関しては、それが自分自身の奴隷であるなら自らを清めるものとし、もし他人の奴隷を激情によって殺したのであるなら、その損害の二倍を所有者に支払わねばならない。
ὅστις δʼ ἂν τῶν ἀποκτεινάντων πάντων μὴ πείθηται τῷ νόμῳ, ἀλλʼ ἀκάθαρτος ὢν ἀγοράν τε καὶ ἆθλα καὶ τὰ ἄλλα ἱερὰ μιαίνῃ, ὁ βουλόμενος, τόν τε ἐπιτρέποντα τῶν προσηκόντων τῷ τελευτήσαντι καὶ τὸν ἀποκτείναντα εἰς δίκην καταστήσας, τὴν διπλασίαν χρημάτων τε καὶ τῶν ἄλλων πράξεων ἀναγκαζέτω πράττειν τε καὶ ἐκτίνειν, τὸ δὲ ἔκτεισμα αὐτὸς αὑτῷ κομιζέσθω κατὰ τὸν νόμον.
殺害したすべての者のうち、誰であれ法律に従わず、清められていない身のまま広場や競技会やその他の聖域を汚す者があるなら、望む者は誰でも、亡くなった者の親族のうちでこれを黙認している者と、その殺人者とを裁判に引き出し、金銭やその他の行為に関して二倍の額を履行しかつ支払うことを強制させるものとし、その賠償金は法律に従って彼自身が受け取るものとする。
ἐὰν δέ τις θυμῷ δοῦλος δεσπότην αὑτοῦ κτείνῃ, τοὺς προσήκοντας τοῦ τελευτήσαντος χρωμένους τῷ κτείναντι χρείαν ἣν ἂν ἐθέλωσι, πλὴν μηδαμῇ μηδαμῶς ζωγροῦντας, καθαροὺς εἶναι·
もし奴隷が激情によって自分自身の主人を殺害した場合、亡くなった者の親族が、その殺人者に対して自分たちが望むいかなる扱いを施しても、ただし決して生かしておかない限りにおいて、彼らは清浄であるものとする。
ἐὰν δὲ ἄλλος τις δοῦλος ἐλεύθερον ἀποκτείνῃ θυμῷ, παραδιδόντων οἱ δεσπόται τὸν δοῦλον τοῖς προσήκουσι τοῦ τελευτήσαντος, οἱ δὲ ἐξ ἀνάγκης μὲν θανατωσάντων τὸν δράσαντα, τρόπῳ δὲ ᾧ ἂν ἐθέλωσιν.
もし他の何らかの奴隷が自由人を激情によって殺害した場合、その主人たちは奴隷を亡くなった者の親族に引き渡さねばならず、親族は、義務として行為者を死刑に処さねばならないが、それは彼らが望む方法で行ってよい。
ἂν δʼ, ὃ γίγνεται μέν, ὀλιγάκις δέ, διὰ θυμὸν πατὴρ ἢ μήτηρ ὑὸν ἢ θυγατέρα πληγαῖς ἤ τινι τρόπῳ βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις καθαιρέσθω καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν, κατελθόντων δὲ τῶν κτεινάντων, ἀπαλλάττεσθαι γυναῖκά τε ἀπʼ ἀνδρὸς καὶ τὸν ἄνδρα ἀπὸ γυναικός, καὶ μή ποτʼ ἔτι κοινῇ παιδοποιήσασθαι, μηδὲ συνέστιον ὧν ἔκγονον ἢ ἀδελφὸν ἀπεστέρηκε γίγνεσθαί ποτε μηδὲ κοινωνὸν ἱερῶν·
もし、滅多にないことではあるが生じることとして、激情のために父親または母親が息子または娘を打撃や何らかの暴力的な方法で殺害した場合、他の者たちと同様の清めの儀式によって自らを清め、かつ三年間国外に退去するものとする。 そして、殺害した親たちが帰還した後は、妻は夫から、夫は妻から離別するものとし、二度と共同で子をなしてはならず、また、自分がその子孫または兄弟を奪った者たちと同席して食事を共にしたり、聖儀を共有したりしてはならない。
ὁ δὲ ἀσεβῶν τε περὶ ταῦτα καὶ ἀπειθῶν ὑπόδικος ἀσεβείας γιγνέσθω τῷ ἐθέλοντι.
これらに関して不敬であり従わない者は、望む誰によってでも不敬罪で訴えられるものとする。
γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ διʼ ὀργὴν κτείνῃ τινά τις, ἢ γυνὴ ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι μὲν τοὺς αὐτοὺς καθαρμούς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν.
また、もし夫が怒りのために自らの娶った妻を殺害した場合、あるいは妻が自分の夫に対して同様のことを行った場合、同じ清めの儀式によって清められるものとし、三年の間、国外退去を全うしなければならない。
κατελθὼν δὲ ὅ τι τοιοῦτον δράσας, τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ·
その行為を犯して帰還した者は、自らの子供たちと聖儀を共有してはならず、また二度と同卓を囲んではならない。
ἀπειθῶν δὲ ὁ γεννήτωρ ἢ ὁ γεννηθεὶς ἀσεβείας αὖ ὑπόδικος γιγνέσθω τῷ ἐθέλοντι.
これに従わない親または子は、やはり望む誰によってでも不敬罪で訴えられるものとする。

語釈・文法注

  1. 867aμεταξὺ δέ που τοῦ τε ἑκουσίου καὶ ἀκουσίου — 前置詞 `μεταξύ` が属格を支配し、「〜の中間に」を意味する。ここでは、激情(`θυμός`)による殺人が、完全な意図的殺人と、不可抗力的な過失致死の二つの範疇のいずれにも純粋に帰属しない中間的性質を持つことを示す。
  2. 867bτὸ γὰρ εἰκὸς — 中性形容詞 `εἰκός` が定冠詞 `τό` を伴って名詞的に用いられ、「道理にかなうこと」「当然のこと」を意味する。非人称的な表現として、動詞 `ἐστί` が省略された形で文全体にかかっている。
  3. 868aτοὺς δὲ αὖ τοῖς δικασθεῖσιν ὑπὸ τῶν τοιούτων ἀρχόντων ἐμμένειν — 対格主語 `τοὺς δὲ` に対する独立不定詞(infinitivus imperativus)`ἐμμένειν` の構文。法律の条文において命令や義務を表現するために用いられ、「(追放された者たちは判決に)従わねばならない」という命令の意味を表す。

この箇所を引用する

プラトン, 法律 §9.867-9.868. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.867-9.868

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。