§9.860ΑΘ. οὐκοῦν καὶ πάθος ὅπερ ἂν δικαίου κοινωνῇ, κατὰ τοσοῦτον γίγνεσθαι καλὸν ὁμολογούμενον, οὐκ ἂν διαφωνοῦντα παρέχοι τὸν λόγον;
ΑΘ. したがって、被る経験(受動)もまた、それが正しさに与っているのとほぼ同じ程度に、それだけ美しくなると合意されるなら、この論理は矛盾をきたさないのではないだろうか。
ΚΛ. ἀληθῆ.
ΚΛ. その通りです。
ΑΘ. ἐὰν δέ γε δίκαιον μὲν ὁμολογῶμεν, αἰσχρὸν δὲ εἶναι πάθος, διαφωνήσει τό τε δίκαιον καὶ τὸ καλόν, λεχθέντων τῶν δικαίων αἰσχίστων εἶναι.
ΑΘ. しかし、もし私たちが「正しくはあるが、被る経験は醜い」と合意するなら、正しい事柄が極めて醜いと言われることになり、正しいことと美しいことは食い違うことになるだろう。
ΚΛ. πῶς τοῦτο εἴρηκας;
ΚΛ. それはどういう意味でおっしゃっているのですか。
ΑΘ. οὐδὲν χαλεπὸν ἐννοεῖν·
ΑΘ. 理解するのは全く難しくない。
οἱ γὰρ ὀλίγῳ πρόσθεν τεθέντες ἡμῖν νόμοι πάντων ἐναντιώτατα παραγγέλλειν δόξειαν ἂν τοῖς νῦν λεγομένοις.
少し前に私たちが定めた法律は、今語られていることと最も相反することを行えと命じているように見えるかもしれないからだ。
ΚΛ. ποίοις;
ΚΛ. いかなる法律がでしょうか。
ΑΘ. τὸν ἱερόσυλόν που ἐτίθεμεν δικαίως ἂν ἀποθνῄσκειν καὶ τὸν τῶν εὖ κειμένων νόμων πολέμιον, καὶ μέλλοντες δὴ νόμιμα τοιαῦτα τιθέναι πάμπολλα ἐπέσχομεν, ἰδόντες ὡς ταῦτα ἐστὶν μὲν ἄπειρα παθήματα πλήθει καὶ μεγέθεσιν, δικαιότατα δὲ πάντων παθημάτων καὶ συμπάντων αἴσχιστα.
ΑΘ. 私たちは、神殿略奪者や、十分に整備された法律に敵対する者は、正当に死刑に処されるべきだと定めた。 そしてその種の多くの規定を定めようとして、ひとまず立ち止まった。 なぜなら、これらは数の上でも大きさの上でも際限のない苦痛(受動的経験)であり、あらゆる受動的経験のうちで最も正しく、かつ同時に最も醜いものであることを見たからだ。
μῶν οὐχ οὕτως ἡμῖν τά τε δίκαια καὶ τὰ καλὰ τοτὲ μὲν ὡς ταὐτὰ σύμπαντα, τοτὲ δὲ ὡς ἐναντιώτατα φανεῖται;
そうであるなら、私たちにとって、正しいことと美しいことが、ある時は完全に同一のものとして現れ、ある時は最も相反するものとして現れるのではないだろうか。
ΚΛ. κινδυνεύει.
ΚΛ. そのおそれがあります。
ΑΘ. τοῖς μὲν τοίνυν πολλοῖς οὕτω περὶ τὰ τοιαῦτα ἀσυμφώνως τὰ καλὰ καὶ τὰ δίκαια διερριμμένα προσαγορεύεται.
ΑΘ. それゆえ、世間の多くの人々にとっては、このような事柄に関して、美しいことと正しいことが、不調和な形でバラバラに切り離されて呼ばれているのだ。
ΚΛ. φαίνεται γοῦν, ὦ ξένε.
ΚΛ. 確かにそのように見えます、異邦人よ。
ΑΘ. τὸ τοίνυν ἡμέτερον, ὦ Κλεινία, πάλιν ἴδωμεν πῶς αὖ περὶ αὐτὰ ταῦτα ἔχει τῆς συμφωνίας.
ΑΘ. それでは、クレイニアスよ、再び私たち自身の立場が、これら同じ事柄に関して合意(調和)という点においてどのような状態にあるかを見てみよう。
ΚΛ. ποίας δὴ πρὸς ποίαν;
ΚΛ. いったい何と何との調和についてでしょうか。
ΑΘ. ἐν τοῖς ἔμπροσθεν λόγοις οἶμαι διαρρήδην ἐμὲ εἰρηκέναι πως, εἰ δʼ οὖν μὴ πρότερον, ἀλλὰ νῦν ὡς λέγοντα τίθετε—
ΚΛ. τὸ ποῖον;
ΑΘ. 以前の議論において、私はどうやら明示的に語ったと思うが、もし以前にそうでなかったとしても、今はそのように語っていると見なしてほしい。 ΚΛ. どのようなことでしょうか。
ΑΘ. ὡς οἱ κακοὶ πάντες εἰς πάντα εἰσὶν ἄκοντες κακοί·
ΑΘ. 悪人はみな、あらゆる点で非自発的に悪人である、ということだ。
τούτου δὲ οὕτως ἔχοντος, ἀνάγκη που τούτῳ συνέπεσθαι τὸν ἑξῆς λόγον.
これがそうであるなら、当然、次の議論がこれに引き続くはずだ。
ΚΛ. τίνα λέγεις;
ΚΛ. どのような議論をおっしゃっているのですか。
ΑΘ. ὡς ὁ μὲν ἄδικός που κακός, ὁ δὲ κακὸς ἄκων τοιοῦτος.
ΑΘ. すなわち、不正な者は当然悪人であり、悪人は非自発的にそのようであるということだ。
ἀκουσίως δὲ ἑκούσιον οὐκ ἔχει πράττεσθαί ποτε λόγον·
しかし、非自発的なことが自発的に行われるということは、決して理にかなわない。
ἄκων οὖν ἐκείνῳ φαίνοιτʼ ἂν ἀδικεῖν ὁ ἀδικῶν τῷ τὴν ἀδικίαν ἀκούσιον τιθεμένῳ, καὶ δὴ καὶ νῦν ὁμολογητέον ἐμοί·
したがって、不正を非自発的なものと見なす人にとって、不正を働く者は非自発的に不正を働いているように見えるはずであり、そしてまさに今、私もそれを認めなければならない。
σύμφημι γὰρ ἄκοντας ἀδικεῖν πάντας—εἰ καί τις φιλονικίας ἢ φιλοτιμίας ἕνεκα ἄκοντας μὲν ἀδίκους εἶναί φησιν, ἀδικεῖν μὴν ἑκόντας πολλούς, ὅ γʼ ἐμὸς λόγος ἐκεῖνος ἀλλʼ οὐχ οὗτος—τίνα οὖν αὖ τρόπον ἔγωγε συμφωνοίην ἂν τοῖς ἐμαυτοῦ λόγοις;
なぜなら、私はすべての者が非自発的に不正を働いているということに同意するからだ。 ――たとえ誰かが、議論を好むことや名誉を重んじるがゆえに、「不正な者であることは非自発的だが、不正を働くことは多くの者が自発的に行うのだ」と主張するとしても、私の主張はそちらではなく、こちらなのだ。 ――そうであるなら、私はどのようにして自らの議論と調和させることができるだろうか。
εἴ με, ὦ Κλεινία καὶ Μέγιλλε, ἐρωτῷτε·
もし、クレイニアスとメギロスよ、あなた方が私に次のように尋ねるならば。
εἰ δὴ ταῦτα οὕτως ἔχοντά ἐστιν, ὦ ξένε, τί συμβουλεύεις ἡμῖν περὶ τῆς νομοθεσίας τῇ τῶν Μαγνήτων πόλει;
「異邦人よ、もしこれらのことがそのようであるなら、あなたはマグネシア人の都市のための立法について、私たちに何を助言するのですか。
πότερον νομοθετεῖν ἢ μή; πῶς γὰρ οὔ; φήσω.
法を制定すべきですか、すべきではないですか」「当然すべきだ」と私は言おう。
§9.861ΑΘ.
διοριεῖς οὖν αὐτοῖς ἀκούσιά τε καὶ ἑκούσια ἀδικήματα, καὶ τῶν μὲν ἑκουσίων ἁμαρτημάτων τε καὶ ἀδικημάτων μείζους τὰς ζημίας θήσομεν, τῶν δʼ ἐλάττους;
ΑΘ. 「では、あなたは彼らのために非自発的な不正と自発的な不正を区別するのですか。 そして、自発的な過ちや不正に対しては、より大きな罰を科し、非自発的なものに対しては、より小さな罰を科すのですか。
ἢ πάντων ἐξ ἴσης, ὡς οὐκ ὄντων ἀδικημάτων τὸ παράπαν ἑκουσίων; ΚΛ. ὀρθῶς μέντοι λέγεις, ὦ ξένε·
それとも、およそ自発的な不正など存在しないものとして、すべてを等しく扱うのですか」 ΚΛ. 異邦人よ、実に正鵠を射たご指摘です。
καὶ τούτοις δὴ τί χρησόμεθα τοῖς νῦν λεγομένοις;
では、私たちは今語られたこれらのことをどのように扱えばよいのでしょうか。
ΑΘ. καλῶς ἤρου.
ΑΘ. 良い質問だ。
πρῶτον μὲν τοίνυν αὐτοῖς τόδε χρησώμεθα.
ではまず、これらを次のように扱おう。
ΚΛ. τὸ ποῖον;
ΚΛ. どのようにですか。
ΑΘ. ἀναμνησθῶμεν ὡς ἔμπροσθεν νυνδὴ καλῶς ἐλέγομεν ὅτι περὶ τὰ δίκαια εἴη παμπόλλη τις ἡμῶν ταραχή τε καὶ ἀσυμφωνία.
ΑΘ. 先ほど、私たちは正しいことに関して、非常に大きな混乱と不調和の中にいると、まさに正しく語ったことを思い出そう。
τοῦτο δὲ λαβόντες πάλιν ἐρωτῶμεν ἡμᾶς αὐτούς·
これを受け止めて、再び自分たち自身に問いかけてみよう。
ἆρʼ οὖν περὶ τὴν τούτων ἀπορίαν οὔτʼ ἐξευπορήσαντες οὔτε διορισάμενοι τί ποτʼ ἐστὶν ταῦτα ἀλλήλων διαφέροντα, ἃ δὴ κατὰ πάσας τὰς πόλεις ὑπὸ νομοθετῶν πάντων τῶν πώποτε γενομένων ὡς δύο εἴδη τῶν ἀδικημάτων ὄντα, τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια, ταύτῃ καὶ νομοθετεῖται· ὁ δὲ παρʼ ἡμῶν νυνδὴ ῥηθεὶς λόγος, ὥσπερ παρὰ θεοῦ λεχθείς, τοσοῦτον μόνον εἰπὼν ἀπαλλάξεται, δοὺς δὲ οὐδένα λόγον ὡς ὀρθῶς εἴρηκεν, κατανομοθετήσει τινὰ τρόπον;
「私たちは、これらの事柄の困難について、解決策も見出さず、これらが互いにどのように異なるのかを区別もせずに、――世のすべての都市において、これまでに存在したすべての立法者によって、不正には自発的なものと非自発的なものの二つの種があるとして、そのように立法されてきたというのに――私たちが先ほど語った議論が、あたるところ神のお告げのように、そのことだけを言って立ち去り、自分が正しく語っているという理由(根拠)を何ら示すこともなく、何らかの形で強引に法を制定してしまってよいのだろうか」そのようなことはあってはならない。
οὐκ ἔστιν, ἀλλὰ ἀνάγκη πως ταῦτα ἔμπροσθεν τοῦ νομοθετεῖν δηλῶσαι δύο τε ὄντα καὶ τὴν διαφορὰν ἄλλην, ἵνα, ὅταν ἑκατέρῳ τις τὴν δίκην ἐπιτιθῇ, πᾶς ἐπακολουθῇ τοῖς λεγομένοις καὶ δυνατὸς ᾖ τό τε πρεπόντως τεθὲν ἁμῇ γέ πῃ κρῖναι καὶ τὸ μή.
むしろ、立法する前に、これらが二つ存在すること、そしてその違いが異なるものであることを何とかして明らかにする必要がある。 それは、誰かがそれぞれに対して刑罰を科すとき、すべての人がその議論を理解し、適切に定められたものとそうでないものを、どうにかして判断できるようにするためである。
ΚΛ. καλῶς ἡμῖν φαίνῃ λέγειν, ὦ ξένε·
ΚΛ. 異邦人よ、あなたの言われることは極めて正しいように思われます。
δυοῖν γὰρ θάτερον ἡμᾶς χρεών, ἢ μὴ λέγειν ὡς πάντα ἀκούσια τὰ ἀδικήματα, ἢ τοῦτο ὡς ὀρθῶς εἴρηται πρῶτον διορίσαντας δηλῶσαι.
なぜなら、私たちは二つのうちどちらか一方を選ばねばならないからです。 すべての不正は非自発的であると語るのをやめるか、あるいは、これが正しく語られたことであることを、まず区別して明らかにするかです。
ΑΘ. τούτοιν τοίνυν τοῖν δυοῖν τὸ μὲν οὐκ ἀνεκτὸν ἐμοὶ πάντως που γίγνεσθαι, τό γε δὴ μὴ λέγειν, οὕτως οἰόμενον ἔχειν τἀληθές—οὐ γὰρ ἂν νόμιμον οὐδʼ ὅσιον ἂν εἴη—κατὰ τίνα δὲ τρόπον ἐστὸν δύο, εἰ μὴ τῷ τε ἀκουσίῳ καὶ τῷ ἑκουσίῳ διαφέρετον ἑκάτερον;
ΑΘ. では、これら二つのうち、そう語るのをやめるということは、真実がそうであると考えている私にとっては、到底受け入れられないことだ。 それは不法であり、敬神にも反することだからだ。 しかし、もし自発的なものと非自発的なものによってそれぞれが異なっていないとすれば、どのような方法で二つが存在するのだろうか。
ἀλλὰ ἄλλῳ τινὶ δή ποτε πειρατέον ἁμῶς γέ πως δηλοῦν.
いや、他の何らかの方法で、どうにかして明らかにするよう試みなければならない。
ΚΛ. παντάπασι μὲν οὖν, ὦ ξένε, τοῦτό γε οὐχ οἷόν τε ἄλλως πως ἡμᾶς διανοηθῆναι.
ΚΛ. 異邦人よ、まさにその通りです。 これについては、私たちは他の方法で考えることはできません。
ΑΘ. ταῦτα ἔσται.
ΑΘ. そのようにしよう。
φέρε δή, βλάβαι μέν, ὡς ἔοικεν, ἀλλήλων τῶν πολιτῶν ἐν ταῖς κοινωνίαις τε καὶ ὁμιλίαις πολλαὶ γίγνονται, καὶ τό γε ἑκούσιόν τε καὶ ἀκούσιον ἐν αὐταῖς ἄφθονόν ἐστι.
さあ、市民たちの共同生活や交際において、お互いに対する多くの損害が生じているようであり、その中には自発的なものも非自発的なものも数多く存在している。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. もちろんそうです。