Humanitext Reader

柏拉图 · 法律篇 §9.860-9.861

非自愿的不正与法律中的行为区分

第 125 段,共 186 段 · 希腊语

内容简介

阿典那人指出,正义的承受(如死刑惩罚)在现实中显得丑陋,这与“凡正义皆美”的原则产生矛盾,并引入了“所有恶人皆非自发变恶”的哲学主张。他进而论证,在立法之前,必须阐明如何在保持这一哲学一贯性的同时,妥善处理法律实践中对于“自发”与“非自发”不正义行为的区分。

§9.860ΑΘ. οὐκοῦν καὶ πάθος ὅπερ ἂν δικαίου κοινωνῇ, κατὰ τοσοῦτον γίγνεσθαι καλὸν ὁμολογούμενον, οὐκ ἂν διαφωνοῦντα παρέχοι τὸν λόγον;
阿典那人:因此,如果一个承受(受动),只要它分享了正义,在多大程度上分享了正义,就同样被同意在多大程度上分享了美,这难道不会使我们的论证显得协调一致吗?
ΚΛ. ἀληθῆ.
克莱尼亚:确实如此。
ΑΘ. ἐὰν δέ γε δίκαιον μὲν ὁμολογῶμεν, αἰσχρὸν δὲ εἶναι πάθος, διαφωνήσει τό τε δίκαιον καὶ τὸ καλόν, λεχθέντων τῶν δικαίων αἰσχίστων εἶναι.
阿典那人:但是,如果我们同意某事确实是正义的,但其承受却是丑陋的,那么在正义的事物被说成是最丑陋的时候,正义和美就会产生分歧。
ΚΛ. πῶς τοῦτο εἴρηκας;
克莱尼亚:你这是怎么说的?
ΑΘ. οὐδὲν χαλεπὸν ἐννοεῖν·
阿典那人:这一点也不难理解。
οἱ γὰρ ὀλίγῳ πρόσθεν τεθέντες ἡμῖν νόμοι πάντων ἐναντιώτατα παραγγέλλειν δόξειαν ἂν τοῖς νῦν λεγομένοις.
因为我们刚才制定的法律,似乎在命令着与现在所说的最相反的事情。
ΚΛ. ποίοις;
克莱尼亚:哪些法律呢?
ΑΘ. τὸν ἱερόσυλόν που ἐτίθεμεν δικαίως ἂν ἀποθνῄσκειν καὶ τὸν τῶν εὖ κειμένων νόμων πολέμιον, καὶ μέλλοντες δὴ νόμιμα τοιαῦτα τιθέναι πάμπολλα ἐπέσχομεν, ἰδόντες ὡς ταῦτα ἐστὶν μὲν ἄπειρα παθήματα πλήθει καὶ μεγέθεσιν, δικαιότατα δὲ πάντων παθημάτων καὶ συμπάντων αἴσχιστα.
阿典那人:我们刚才想必已经规定,神殿掠夺者以及良好法律的敌人被处死是正义的。 我们本打算制定大量此类法规,但后来停了下来,因为我们看到这些惩罚(受动)在数量和程度上确实是无限的,它们虽是所有受动中最正义的,同时也是所有受动中最丑陋的。
μῶν οὐχ οὕτως ἡμῖν τά τε δίκαια καὶ τὰ καλὰ τοτὲ μὲν ὡς ταὐτὰ σύμπαντα, τοτὲ δὲ ὡς ἐναντιώτατα φανεῖται;
难道我们不会觉得,正义的事物与美的事物有时完全相同,有时又完全相反吗?
ΚΛ. κινδυνεύει.
克莱尼亚:很可能如此。
ΑΘ. τοῖς μὲν τοίνυν πολλοῖς οὕτω περὶ τὰ τοιαῦτα ἀσυμφώνως τὰ καλὰ καὶ τὰ δίκαια διερριμμένα προσαγορεύεται.
阿典那人:因此,对于大众来说,美和正义在这些事情上就是这样以不和谐且零散的方式被称呼的。
ΚΛ. φαίνεται γοῦν, ὦ ξένε.
克莱尼亚:异乡人啊,至少看起来是这样。
ΑΘ. τὸ τοίνυν ἡμέτερον, ὦ Κλεινία, πάλιν ἴδωμεν πῶς αὖ περὶ αὐτὰ ταῦτα ἔχει τῆς συμφωνίας.
阿典那人:那么,克莱尼亚,让我们再看看我们自己的立场,关于这同一件事,在协调一致方面究竟处于什么状态。
ΚΛ. ποίας δὴ πρὸς ποίαν;
克莱尼亚:究竟是什么与什么之间的协调?
ΑΘ. ἐν τοῖς ἔμπροσθεν λόγοις οἶμαι διαρρήδην ἐμὲ εἰρηκέναι πως, εἰ δʼ οὖν μὴ πρότερον, ἀλλὰ νῦν ὡς λέγοντα τίθετε— ΚΛ. τὸ ποῖον;
阿典那人:在先前的讨论中,我想我曾以某种方式明确说过,但如果先前没有,那么现在就请当作我是这样说的—— 克莱尼亚:说了什么?
ΑΘ. ὡς οἱ κακοὶ πάντες εἰς πάντα εἰσὶν ἄκοντες κακοί· τούτου δὲ οὕτως ἔχοντος, ἀνάγκη που τούτῳ συνέπεσθαι τὸν ἑξῆς λόγον.
阿典那人:那就是,所有恶人在所有事情上都是非自发地变恶的;既然如此,想必接下来的论点必须随顺这一个论点。
ΚΛ. τίνα λέγεις;
克莱尼亚:你是指什么论点?
ΑΘ. ὡς ὁ μὲν ἄδικός που κακός, ὁ δὲ κακὸς ἄκων τοιοῦτος.
阿典那人:那就是,不正义的人想必是恶人,而恶人是非自发地成为恶人的。
ἀκουσίως δὲ ἑκούσιον οὐκ ἔχει πράττεσθαί ποτε λόγον·
但是,非自发的事情被自发地做出,这绝不合乎逻辑。
ἄκων οὖν ἐκείνῳ φαίνοιτʼ ἂν ἀδικεῖν ὁ ἀδικῶν τῷ τὴν ἀδικίαν ἀκούσιον τιθεμένῳ, καὶ δὴ καὶ νῦν ὁμολογητέον ἐμοί·
因此,对于将不正义视为非自发的人来说,行不正义者必然显得是非自发地行不正义;而现在,我也必须承认这一点。
σύμφημι γὰρ ἄκοντας ἀδικεῖν πάντας—εἰ καί τις φιλονικίας ἢ φιλοτιμίας ἕνεκα ἄκοντας μὲν ἀδίκους εἶναί φησιν, ἀδικεῖν μὴν ἑκόντας πολλούς, ὅ γʼ ἐμὸς λόγος ἐκεῖνος ἀλλʼ οὐχ οὗτος—τίνα οὖν αὖ τρόπον ἔγωγε συμφωνοίην ἂν τοῖς ἐμαυτοῦ λόγοις;
因为我同意所有人都是非自发地行不正义的——即使有人由于好胜心或虚荣心,声称“成为不正义的人是非自发的,但行不正义在许多人那里却是自发的”,那是他的论点,而不是我的论点。 ——那么,我又该以何种方式与我自己的论点相协调呢?
εἴ με, ὦ Κλεινία καὶ Μέγιλλε, ἐρωτῷτε· εἰ δὴ ταῦτα οὕτως ἔχοντά ἐστιν, ὦ ξένε, τί συμβουλεύεις ἡμῖν περὶ τῆς νομοθεσίας τῇ τῶν Μαγνήτων πόλει;
克莱尼亚和梅吉洛斯啊,如果你们问我: “异乡人啊,如果这些事情确实如此,对于我们为马格内西亚人的城邦制定法律,你有什么建议?
πότερον νομοθετεῖν ἢ μή;
是立法还是不立法?
πῶς γὰρ οὔ;
” “怎么能不立法呢?
φήσω.
”我将这样说。
§9.861ΑΘ. διοριεῖς οὖν αὐτοῖς ἀκούσιά τε καὶ ἑκούσια ἀδικήματα, καὶ τῶν μὲν ἑκουσίων ἁμαρτημάτων τε καὶ ἀδικημάτων μείζους τὰς ζημίας θήσομεν, τῶν δʼ ἐλάττους;
阿典那人: “那么,你会为他们区分非自发和自发的不正义行为,并且对于自发的过错和不正义行为,我们规定较重的刑罚,而对非自发的则规定较轻的刑罚吗?
ἢ πάντων ἐξ ἴσης, ὡς οὐκ ὄντων ἀδικημάτων τὸ παράπαν ἑκουσίων;
还是说,对所有人一视同仁,仿佛根本不存在任何自发的不正义行为一样?
ΚΛ. ὀρθῶς μέντοι λέγεις, ὦ ξένε· καὶ τούτοις δὴ τί χρησόμεθα τοῖς νῦν λεγομένοις;
” 克莱尼亚:异乡人,你说得很对。 那么,我们该如何对待现在所说的这些话呢?
ΑΘ. καλῶς ἤρου.
阿典那人:问得好。
πρῶτον μὲν τοίνυν αὐτοῖς τόδε χρησώμεθα.
首先,让我们这样来对待它们。
ΚΛ. τὸ ποῖον;
克莱尼亚:怎样对待?
ΑΘ. ἀναμνησθῶμεν ὡς ἔμπροσθεν νυνδὴ καλῶς ἐλέγομεν ὅτι περὶ τὰ δίκαια εἴη παμπόλλη τις ἡμῶν ταραχή τε καὶ ἀσυμφωνία.
阿典那人:让我们回想一下,刚才我们在前面已经正确地指出,关于正义的事物,我们之间存在着极大的混乱和不和谐。
τοῦτο δὲ λαβόντες πάλιν ἐρωτῶμεν ἡμᾶς αὐτούς· ἆρʼ οὖν περὶ τὴν τούτων ἀπορίαν οὔτʼ ἐξευπορήσαντες οὔτε διορισάμενοι τί ποτʼ ἐστὶν ταῦτα ἀλλήλων διαφέροντα, ἃ δὴ κατὰ πάσας τὰς πόλεις ὑπὸ νομοθετῶν πάντων τῶν πώποτε γενομένων ὡς δύο εἴδη τῶν ἀδικημάτων ὄντα, τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια, ταύτῃ καὶ νομοθετεῖται·
记住这一点,让我们再次询问我们自己: “既然如此,在面对这些事物的困难时,我们既没有找到解决办法,也没有区分它们彼此之间究竟有何不同——而在所有的城邦中,有史以来所有的立法者都将不正义行为视为有两种,即自发的和非自发的,并在此基础上进行立法——难道我们刚才所说的论点,就像神谕一样,只说了这么多就抽身离去,而不给出任何说明以证明自己说得对,然后就这样在某种程度上进行强制性的立法吗?
ὁ δὲ παρʼ ἡμῶν νυνδὴ ῥηθεὶς λόγος, ὥσπερ παρὰ θεοῦ λεχθείς, τοσοῦτον μόνον εἰπὼν ἀπαλλάξεται, δοὺς δὲ οὐδένα λόγον ὡς ὀρθῶς εἴρηκεν, κατανομοθετήσει τινὰ τρόπον; οὐκ ἔστιν, ἀλλὰ ἀνάγκη πως ταῦτα ἔμπροσθεν τοῦ νομοθετεῖν δηλῶσαι δύο τε ὄντα καὶ τὴν διαφορὰν ἄλλην, ἵνα, ὅταν ἑκατέρῳ τις τὴν δίκην ἐπιτιθῇ, πᾶς ἐπακολουθῇ τοῖς λεγομένοις καὶ δυνατὸς ᾖ τό τε πρεπόντως τεθὲν ἁμῇ γέ πῃ κρῖναι καὶ τὸ μή.
” 这绝不可以,我们必须在立法之前,以某种方式表明这两者的存在,以及它们之间是有所不同的,以便当有人对其中任何一种施加惩罚时,所有人都能跟得上所说的话,并能够以某种方式判断什么是适当制定的,什么不是。
ΚΛ. καλῶς ἡμῖν φαίνῃ λέγειν, ὦ ξένε·
克莱尼亚:异乡人,在我们看来你阐述得很好。
δυοῖν γὰρ θάτερον ἡμᾶς χρεών, ἢ μὴ λέγειν ὡς πάντα ἀκούσια τὰ ἀδικήματα, ἢ τοῦτο ὡς ὀρθῶς εἴρηται πρῶτον διορίσαντας δηλῶσαι.
因为在这两件事中我们必须二选一:要么不称所有不正义行为都是非自发的,要么首先将这一说法作为正确阐述之理区分并表明出来。
ΑΘ. τούτοιν τοίνυν τοῖν δυοῖν τὸ μὲν οὐκ ἀνεκτὸν ἐμοὶ πάντως που γίγνεσθαι, τό γε δὴ μὴ λέγειν, οὕτως οἰόμενον ἔχειν τἀληθές—οὐ γὰρ ἂν νόμιμον οὐδʼ ὅσιον ἂν εἴη—κατὰ τίνα δὲ τρόπον ἐστὸν δύο, εἰ μὴ τῷ τε ἀκουσίῳ καὶ τῷ ἑκουσίῳ διαφέρετον ἑκάτερον;
阿典那人:在这两者中,不这样说——由于我自己认为真理就是如此——对我来说是绝对无法接受的,因为那是不合法、也是不敬神的。 但是,如果这两者不是通过非自发和自发来相区别的,那它们究竟以何种方式成为两种呢?
ἀλλὰ ἄλλῳ τινὶ δή ποτε πειρατέον ἁμῶς γέ πως δηλοῦν.
我们必须尝试以其他某种方式,无论如何将其表明出来。
ΚΛ. παντάπασι μὲν οὖν, ὦ ξένε, τοῦτό γε οὐχ οἷόν τε ἄλλως πως ἡμᾶς διανοηθῆναι.
克莱尼亚:异乡人,完全是这样,我们绝不能以其他任何方式来思考这件事。
ΑΘ. ταῦτα ἔσται.
阿典那人:那就这样做吧。
φέρε δή, βλάβαι μέν, ὡς ἔοικεν, ἀλλήλων τῶν πολιτῶν ἐν ταῖς κοινωνίαις τε καὶ ὁμιλίαις πολλαὶ γίγνονται, καὶ τό γε ἑκούσιόν τε καὶ ἀκούσιον ἐν αὐταῖς ἄφθονόν ἐστι.
且看,市民们在彼此的共同生活和交往中,显然会产生许多伤害,而在这之中,自发和非自发的伤害都极其多。
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚:当然,怎么会不是呢?

词汇与语法注释

  1. 860aγίγνεσθαι καλὸν ὁμολογούμενον — 宾格不定式结构中省略了主语代词。前文的动词短语 `πάθος ὅπερ ἂν δικαίου κοινωνῇ` 作为不定式 `γίγνεσθαι` 的逻辑主语,形容词 `καλόν` 和分词 `ὁμολογούμενον` 与之保持一致。`ὁμολογούμενον` 作为伴随状况分词,表条件或前提(“如果被同意”)。
  2. 860dἄκων οὖν ἐκείνῳ φαίνοιτʼ ἂν ἀδικεῖν ὁ ἀδικῶν τῷ τὴν ἀδικίαν ἀκούσιον τιθεμένῳ — 语序倒装(hyperbaton)与修饰关系的整理。指示代词 `ἐκείνῳ`(与格)与后置的分词短语 `τῷ τὴν ἀδικίαν ἀκούσιον τιθεμένῳ`(“将不正义视为非自发的人”)同格,表示判断的基准(“在某人看来”)。主语是 `ὁ ἀδικῶν`,谓语动词是表示潜在可能的 `φαίνοιτʼ ἂν`(希求法)。
  3. 861bἆρʼ οὖν περὶ τὴν τούτων ἀπορίαν ... κατανομοθετήσει τινὰ τρόπον; — 长疑问句的骨架整理。主句主语是 `ὁ δὲ παρʼ ἡμῶν νυνδὴ ῥηθεὶς λόγος`(“我们刚才所说的论点”),主控动词是末尾的 `κατανομοθετήσει`(“会进行立法吗”)。前半部分的 `οὔτʼ ἐξευπορήσαντες οὔτε διορισάμενοι`(“既未找到解决办法,也未做出区分”)是以对话参与者们为主语(复数)的分词短语,作为插入成分打断了单数主语与动词的直接联系。

引用这一段

柏拉图, 法律篇 §9.860-9.861. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.860-9.861

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。