§9.855ΑΘ. δίκη δὴ τούτῳ θάνατος, ἐλάχιστον τῶν κακῶν, τοὺς δὲ ἄλλους παράδειγμα ὀνήσει γενόμενος, ἀκλεὴς καὶ ὑπὲρ τοὺς τῆς χώρας ὅρους ἀφανισθείς·
ΑΘ. したがって、この者に対する刑罰は死刑、すなわち悪の中では最小のものであり、他の人々にとっては見せしめとなって益するものとなるだろう。 彼は不名誉なものとして、国土の境界の外へと消し去られるべきである。
παισὶ δὲ καὶ γένει, ἐὰν φύγωσι τὰ πατρῷα ἤθη, κλέος ἔστω καὶ λόγος ἔντιμος λεγόμενος, ὡς εὖ τε καὶ ἀνδρείως εἰς ἀγαθὸν ἐκ κακοῦ διαπεφευγότων.
しかし、もし子らや一族が父親の習慣を避けるならば、彼らには名誉と、名誉ある評判が語られるように。 「悪から善へと、見事にかつ勇敢に逃れた者たち」として。
δημόσια δὲ χρήματα οὐδενὸς τῶν τοιούτων τῇ πολιτείᾳ πρέπον ἂν εἴη γίγνεσθαι, ἐν ᾗ δεῖ τοὺς αὐτοὺς ἀεὶ καὶ ἴσους ὄντας διατελεῖν κλήρους.
このような者たちのいずれの没収財産も、常に同一かつ同等の配分地が存続すべきである国制においては、国家の所有となることは適切ではないだろう。
ζημίας δʼ ἐκτίσεις, ὅταν ἀδικεῖν ἄξια δοκῇ τις χρημάτων, ἐκτίνειν, ἂν ᾖ τι τῶν τοῦ κλήρου κατεσκευασμένου περιττεῦον, μέχρι τοσούτου ζημιωθέντα, τὸ δὲ πλέον μή·
金銭に値する不正を犯したとみなされたときの罰金の支払いは、整備された配分地を超えて余剰がある場合に、その額に達するまで罰せられるが、それ以上であってはならない。
τὰς δʼ εἰς ταῦτα ἀκριβείας ἐκ τῶν ἀπογραφῶν νομοφύλακες σκοποῦντες τὸ σαφὲς ἐξαγγελλόντων ἀεὶ τοῖς δικασταῖς, ὅπως ἂν τῶν κλήρων ἀργὸς μηδεὶς μηδέποτε γίγνηται διʼ ἀπορίαν χρημάτων.
これらについての正確な調査は、法守護官たちが登録簿から調べて常に裁判官たちに明確に報告し、金銭の不足によって配分地のどれもが、決して耕作されないまま放置されることがないようにしなければならない。
ζημίας δὲ ἄν τις πλέονος ἄξιος εἶναι δοκῇ, ἐὰν ἄρα μή τινες ἐθέλωσιν αὐτὸν τῶν φίλων ἐγγυᾶσθαί τε καὶ συνεκτίνοντες ἀπελευθεροῦν, δεσμοῖς τε χρονίοις καὶ ἐμφανέσι καί τισιν προπηλακισμοῖς κολάζειν, ἄτιμον δὲ παντάπασιν μηδένα εἶναι μηδέποτε μηδʼ ἐφʼ ἑνὶ τῶν ἁμαρτημάτων, μηδʼ ὑπερορίαν φυγάδα·
もし誰かがそれ以上の罰金に値するとみなされ、かつ、友人の誰かが彼を保証し、共に罰金を支払って解放することを望まないならば、長期にわたる公の監禁刑と、ある種の侮辱的な刑罰によって処罰すべきである。 しかし、いかなる罪に対しても、誰も、決して完全に公民権を剥奪されてはならず、国外追放されるべきでもない。
θάνατον δὲ ἢ δεσμοὺς ἢ πληγάς, ἤ τινας ἀμόρφους ἕδρας ἢ στάσεις ἢ παραστάσεις εἰς ἱερὰ ἐπὶ τὰ τῆς χώρας ἔσχατα, ἢ χρημάτων καθάπερ ἔμπροσθεν εἴπομεν ἐκτίσεις γίγνεσθαι δεῖν τὴν δίκην ταύτην, γιγνέσθω.
死刑、監禁、鞭打ち、あるいは見苦しい着席、直立、あるいは国土の辺境の神殿での監視、あるいは先に述べたような金銭の支払いが、この刑罰として行われるべきであり、そうなるようにせよ。
δικασταὶ δὲ ἔστωσαν θανάτου πέρι νομοφύλακές τε καὶ τὸ τῶν περυσινῶν ἀρχόντων ἀριστίνδην ἀπομερισθὲν δικαστήριον·
死刑に関する裁判官は、法守護官たちと、前年の政務官たちの中から最も優れた者たちとして選抜された裁判所とする。
εἰσαγωγὰς δὲ τούτων καὶ προσκλήσεις καὶ ὅσα τοιαῦτα καὶ ὡς δεῖ γίγνεσθαι, τοῖς νεωτέροις νομοθέταις χρὴ μέλειν, τὴν διαψήφισιν δὲ ἡμέτερον ἔργον νομοθετεῖν.
これらの起訴や召喚、その他これらに類するすべての手続きおよびそれがどのようになされるべきかは、後代の立法者たちの関心事であるべきであり、判決の投票手続きについては、私たちの仕事として立法することである。
ἔστω δὴ φανερὰ μὲν ἡ ψῆφος τιθεμένη, πρὸ τούτου δὲ κατὰ τὸ στόμα τοῦ διώκοντός τε καὶ φεύγοντος ὁ δικαστὴς ἑξῆς ἡμῖν ἐγγύτατα κατὰ πρέσβιν ἱζέσθω, πάντες δʼ οἱ πολῖται, ὅσοιπερ ἂν ἄγωσι σχολήν, ἐπήκοοι ἔστωσαν σπουδῇ τῶν τοιούτων δικῶν.
投票は公開で行われるものとするが、その前に原告と被告の正面に、裁判官は年齢順に、私たちの順に非常に近くに着席するべきであり、余暇のあるすべての市民は、このような裁判を熱心に傍聴するべきである。
λέγειν δὲ ἕνα λόγον, πρῶτον μὲν τὸν διώκοντα, τὸν δὲ φεύγοντα δεύτερον·
弁論は各自一回とし、最初は原告が、二番目は被告が語る。
μετὰ δὲ τοὺς λόγους τούτους ἄρχεσθαι μὲν τὸν γεραίτατον ἀνακρίνοντα, ἰόντα εἰς τὴν τῶν λεχθέντων σκέψιν ἱκανήν, μετὰ δὲ τὸν πρεσβύτατον ἑξῆς ἅπαντας χρὴ διεξελθεῖν ὅτι ἂν παρʼ ἑκατέρου τις τῶν ἀντιδίκων ῥηθὲν ἢ μὴ ῥηθὲν ἐπιποθῇ τινα τρόπον·
これらの弁論の後、最年長の裁判官が尋問を始め、述べられた事柄の十分な検討に入る。 最年長者に続いて順番に全員が、双方の当事者が語ったこと、あるいは語らなかったことで、何らかの形で解明を求めることを詳細に調べるべきである。
ὁ δὲ μηδὲν ποθῶν ἄλλῳ τὴν ἀνάκρισιν παραδιδότω.
何も求めるものがない者は、他の者に尋問を譲るべきである。
§9.856ΑΘ. τῶν δὲ ῥηθέντων ἐπισφραγισαμένους ὅσα ἂν εἶναι καίρια δοκῇ, γράμμασιν σημεῖα ἐπιβάλλοντας πάντων τῶν δικαστῶν, θεῖναι ἐπὶ τὴν ἑστίαν, καὶ πάλιν αὔριον εἰς ταὐτὸν συνελθόντας, ὡσαύτως τε ἀνακρίνοντας διεξελθεῖν τὴν δίκην καὶ σημεῖα ἐπιβάλλοντας αὖ τοῖς λεχθεῖσιν·
ΑΘ. 述べられた事柄のうち、重要であると思われるものをすべて封印し、すべての裁判官が文字で印を付し、それをヘスティアの祭壇に置き、翌日再び同じ場所に集まり、同様に尋問して裁判を進め、再び語られた事柄に印を付す。
καὶ τρὶς δράσαντας τοῦτο, τεκμήριά τε καὶ μάρτυρας ἱκανῶς παραλαβόντας, ψῆφον ἱερὰν ἕκαστον φέροντα καὶ ὑποσχόμενον πρὸς τῆς ἑστίας εἰς δύναμιν τὰ δίκαια καὶ ἀληθῆ κρίνειν, οὕτω τέλος ἐπιθεῖναι τῇ τοιαύτῃ δίκῃ.
これを三度行い、証拠や証人を十分に受け取った上で、各自が聖なる一票を投じ、ヘスティアの前で、力の限り正しく真実に基づいて裁くことを誓って、このようにしてその裁判に終止符を打つべきである。
μετὰ δὲ τὰ περὶ θεοὺς τὰ περὶ κατάλυσιν τῆς πολιτείας.
神々に関する事柄の後は、国制の転覆に関する事柄である。
ὃς ἂν ἄγων εἰς ἀρχὴν ἀνθρώπων δουλῶται μὲν τοὺς νόμους, ἑταιρίας δὲ τὴν πόλιν ὑπήκοον ποιῇ, καὶ βιαίως δὴ πᾶν τοῦτο πράττων καὶ στάσιν ἐγείρων παρανομῇ, τοῦτον δὴ διανοεῖσθαι δεῖ πάντων πολεμιώτατον ὅλῃ τῇ πόλει·
もし誰かが、人間を支配しようとして法律を奴隷化し、党派の支配下に城邦を置き、これらすべてを暴力的に行い、内乱を引き起こして不法を働くなら、この者を、城邦全体に対するすべての者の中で最も敵対的な者とみなすべきである。
τὸν δὲ κοινωνοῦντα μὲν τῶν τοιούτων μηδενί, τῶν μεγίστων δὲ μετέχοντα ἀρχῶν ἐν τῇ πόλει, λεληθότα τε ταῦτα αὐτόν, ἢ μὴ λεληθότα, δειλίᾳ δʼ, ὑπὲρ πατρίδος αὑτοῦ μὴ τιμωρούμενον, δεῖ δεύτερον ἡγεῖσθαι τὸν τοιοῦτον πολίτην κάκῃ.
このような企てには一切加担していないが、城邦の最も重要な官職に就いていながら、これに気づかないか、あるいは気づいていながら、臆病さから祖国のためにそれを処罰しない者、そのような市民は、卑劣さにおいて第二のものとみなされるべきである。
πᾶς δὲ ἀνήρ, οὗ καὶ σμικρὸν ὄφελος, ἐνδεικνύτω ταῖς ἀρχαῖς εἰς κρίσιν ἄγων τὸν ἐπιβουλεύοντα βιαίου πολιτείας μεταστάσεως ἅμα καὶ παρανόμου·
少しでも役に立つすべての人は、暴力的にして不法な国制の変更を企てる者を裁判へと連れて行き、官職に告発すべきである。
δικασταὶ δὲ ἔστωσαν τούτοις οἵπερ τοῖς ἱεροσύλοις, καὶ πᾶσαν τὴν κρίσιν ὡσαύτως αὐτοῖς γίγνεσθαι καθάπερ ἐκείνοις, τὴν ψῆφον θάνατον φέρειν τὴν πλήθει νικῶσαν.
これらの者に対する裁判官は神殿略奪者に対するものと同じとし、すべての裁判も彼らの場合と同様に行われるものとし、多数を占める投票が死刑をもたらすものとする。
ἑνὶ δὲ λόγῳ, πατρὸς ὀνείδη καὶ τιμωρίας παίδων μηδενὶ συνέπεσθαι, πλὴν ἐάν τινι πατὴρ καὶ πάππος καὶ πάππου πατὴρ ἐφεξῆς ὄφλωσι θανάτου δίκην·
一言で言えば、父親の不名誉や刑罰は子供の誰にも及んではならない。 ただし、父親、祖父、曽祖父が連続して死刑の判決を受けた場合を除く。
τούτους δὲ ἡ πόλις ἔχοντας τὴν αὑτῶν οὐσίαν, πλὴν ὅσον κατεσκευασμένου τοῦ κλήρου παντελῶς, εἰς τὴν αὑτῶν ἀρχαίαν ἐκπεμπέσθω πατρίδα καὶ πόλιν.
これらの者を、城邦は自分たちの財産(ただし、完全に整備された配分地は除く)を持たせて、自分たちの古い祖国と城邦へと送り出すべきである。
οἷς δʼ ἂν τῶν πολιτῶν ὑεῖς ὄντες τυγχάνωσιν πλείους ἑνός, μὴ ἔλαττον δέκα ἔτη γεγονότες, κληρῶσαι μὲν τούτων δέκα, οὓς ἂν ἀποφήνῃ πατὴρ ἢ πάππος ὁ πρὸς πατρὸς ἢ μητρός, τῶν δὲ λαχόντων τὰ ὀνόματα εἰς Δελφοὺς πεμφθέντων·
市民たちのうちで、十歳以上の息子が二人以上いる者たちについて、父親、あるいは父方・母方の祖父が推薦した者たちからクジを引き、その選ばれた者たちの名前をデルポイに送る。
ὃν δʼ ἂν ὁ θεὸς ἀνέλῃ, κληρονόμον εἰς τὸν οἶκον καταστῆσαι τὸν τῶν ἐκλιπόντων τύχῃ ἀμείνονι.
神が指名した者を、絶えてしまった家への相続人として、より良い運のもとに就かせるべきである。
ΚΛ. καλῶς.
ΚΛ. よろしい。