Humanitext Reader

柏拉图 · 法律篇 §9.855-9.856

死刑与没收财产的限制及颠覆政体罪

第 122 段,共 186 段 · 希腊语

内容简介

本章节探讨了市民犯下重大罪行时的死刑判决、为保护份地而对财产没收做出的限制,以及详细的审判和投票程序,随后规定了颠覆国制罪、限制连坐处罚,以及填补绝嗣份地的继承人选拔程序。

§9.855ΑΘ. δίκη δὴ τούτῳ θάνατος, ἐλάχιστον τῶν κακῶν, τοὺς δὲ ἄλλους παράδειγμα ὀνήσει γενόμενος, ἀκλεὴς καὶ ὑπὲρ τοὺς τῆς χώρας ὅρους ἀφανισθείς·
ΑΘ. 因此,对此人的惩罚是死刑,这是诸恶中最小的,且通过成为榜样,他将造福他人,并在国土边界之外无名地被消灭。
παισὶ δὲ καὶ γένει, ἐὰν φύγωσι τὰ πατρῷα ἤθη, κλέος ἔστω καὶ λόγος ἔντιμος λεγόμενος, ὡς εὖ τε καὶ ἀνδρείως εἰς ἀγαθὸν ἐκ κακοῦ διαπεφευγότων.
但是,对于他的子女和家族,如果他们摆脱了父亲的恶习,则应当获得名誉和人们所说的高尚名声,被视为“从恶中出色且勇敢地逃向善的人”。
δημόσια δὲ χρήματα οὐδενὸς τῶν τοιούτων τῇ πολιτείᾳ πρέπον ἂν εἴη γίγνεσθαι, ἐν ᾗ δεῖ τοὺς αὐτοὺς ἀεὶ καὶ ἴσους ὄντας διατελεῖν κλήρους.
在这种始终需要保持相同且平等份地的国制中,任何此类人的财产充公对国家而言都是不妥当的。
ζημίας δʼ ἐκτίσεις, ὅταν ἀδικεῖν ἄξια δοκῇ τις χρημάτων, ἐκτίνειν, ἂν ᾖ τι τῶν τοῦ κλήρου κατεσκευασμένου περιττεῦον, μέχρι τοσούτου ζημιωθέντα, τὸ δὲ πλέον μή· τὰς δʼ εἰς ταῦτα ἀκριβείας ἐκ τῶν ἀπογραφῶν νομοφύλακες σκοποῦντες τὸ σαφὲς ἐξαγγελλόντων ἀεὶ τοῖς δικασταῖς, ὅπως ἂν τῶν κλήρων ἀργὸς μηδεὶς μηδέποτε γίγνηται διʼ ἀπορίαν χρημάτων.
当有人因其不义而被认为应当支付金钱罚款时,如果其整顿好的份地还有多余的财产,则应对其处以该额度内的罚款,但不能超出;法守护官应根据登记簿审查这些事情的准确性,并始终向裁判官报告清晰的事实,以免任何份地因缺乏资金而永久荒废。
ζημίας δὲ ἄν τις πλέονος ἄξιος εἶναι δοκῇ, ἐὰν ἄρα μή τινες ἐθέλωσιν αὐτὸν τῶν φίλων ἐγγυᾶσθαί τε καὶ συνεκτίνοντες ἀπελευθεροῦν, δεσμοῖς τε χρονίοις καὶ ἐμφανέσι καί τισιν προπηλακισμοῖς κολάζειν, ἄτιμον δὲ παντάπασιν μηδένα εἶναι μηδέποτε μηδʼ ἐφʼ ἑνὶ τῶν ἁμαρτημάτων, μηδʼ ὑπερορίαν φυγάδα·
如果有人被认为应当承担更多的罚款,而其朋友中没有人愿意为其担保并共同支付以使其获得释放,则应通过长期的公开监禁和某种羞辱性的处罚来惩罚他。 但在任何罪过上,任何人都不应在任何时候被完全剥夺公民权,也不应被驱逐出境。
θάνατον δὲ ἢ δεσμοὺς ἢ πληγάς, ἤ τινας ἀμόρφους ἕδρας ἢ στάσεις ἢ παραστάσεις εἰς ἱερὰ ἐπὶ τὰ τῆς χώρας ἔσχατα, ἢ χρημάτων καθάπερ ἔμπροσθεν εἴπομεν ἐκτίσεις γίγνεσθαι δεῖν τὴν δίκην ταύτην, γιγνέσθω.
死刑、监禁、鞭笞,或者某种不雅的入座、站立,或者在国土边境神殿中的看守,或者如我们前文所说的金钱罚款,这些应当作为该项刑罚,且让其如此执行。
δικασταὶ δὲ ἔστωσαν θανάτου πέρι νομοφύλακές τε καὶ τὸ τῶν περυσινῶν ἀρχόντων ἀριστίνδην ἀπομερισθὲν δικαστήριον·
关于死刑的裁判官,应当由法守护官以及从前一年的政务官中按德行选出的法庭组成。
εἰσαγωγὰς δὲ τούτων καὶ προσκλήσεις καὶ ὅσα τοιαῦτα καὶ ὡς δεῖ γίγνεσθαι, τοῖς νεωτέροις νομοθέταις χρὴ μέλειν, τὴν διαψήφισιν δὲ ἡμέτερον ἔργον νομοθετεῖν.
这些案件的起诉、传唤以及所有此类程序以及应当如何进行,应当由后代立法者来关心,而判决的投票程序则是我们的立法工作。
ἔστω δὴ φανερὰ μὲν ἡ ψῆφος τιθεμένη, πρὸ τούτου δὲ κατὰ τὸ στόμα τοῦ διώκοντός τε καὶ φεύγοντος ὁ δικαστὴς ἑξῆς ἡμῖν ἐγγύτατα κατὰ πρέσβιν ἱζέσθω, πάντες δʼ οἱ πολῖται, ὅσοιπερ ἂν ἄγωσι σχολήν, ἐπήκοοι ἔστωσαν σπουδῇ τῶν τοιούτων δικῶν.
投票应当公开进行,但在此之前,裁判官应当按照年龄顺序,非常靠近我们,依次坐在原告和被告的正面。 所有有闲暇的市民都应当热心地旁听此类审判。
λέγειν δὲ ἕνα λόγον, πρῶτον μὲν τὸν διώκοντα, τὸν δὲ φεύγοντα δεύτερον·
双方各自进行一次发言,首先是原告,其次是被告。
μετὰ δὲ τοὺς λόγους τούτους ἄρχεσθαι μὲν τὸν γεραίτατον ἀνακρίνοντα, ἰόντα εἰς τὴν τῶν λεχθέντων σκέψιν ἱκανήν, μετὰ δὲ τὸν πρεσβύτατον ἑξῆς ἅπαντας χρὴ διεξελθεῖν ὅτι ἂν παρʼ ἑκατέρου τις τῶν ἀντιδίκων ῥηθὲν ἢ μὴ ῥηθὲν ἐπιποθῇ τινα τρόπον· ὁ δὲ μηδὲν ποθῶν ἄλλῳ τὴν ἀνάκρισιν παραδιδότω.
在这些发言之后,最年长的裁判官应当开始寻问,对已说的话进行充分的审查;在最年长者之后,所有人应当依次详细了解诉讼双方在某些方面说过的或没有说过但有人仍渴望知道的事情;无所渴求的人应将寻问权转交给他人。
§9.856ΑΘ. τῶν δὲ ῥηθέντων ἐπισφραγισαμένους ὅσα ἂν εἶναι καίρια δοκῇ, γράμμασιν σημεῖα ἐπιβάλλοντας πάντων τῶν δικαστῶν, θεῖναι ἐπὶ τὴν ἑστίαν, καὶ πάλιν αὔριον εἰς ταὐτὸν συνελθόντας, ὡσαύτως τε ἀνακρίνοντας διεξελθεῖν τὴν δίκην καὶ σημεῖα ἐπιβάλλοντας αὖ τοῖς λεχθεῖσιν·
ΑΘ. 在所说的话中,将那些被认为至关重要的内容予以封印,并由所有裁判官在字迹上盖上印章,放在赫斯提亚的祭坛上,明天再次在同一地方集会,以同样的方式寻问,进行审判,并再次对所说的话盖上印章。
καὶ τρὶς δράσαντας τοῦτο, τεκμήριά τε καὶ μάρτυρας ἱκανῶς παραλαβόντας, ψῆφον ἱερὰν ἕκαστον φέροντα καὶ ὑποσχόμενον πρὸς τῆς ἑστίας εἰς δύναμιν τὰ δίκαια καὶ ἀληθῆ κρίνειν, οὕτω τέλος ἐπιθεῖναι τῇ τοιαύτῃ δίκῃ.
如此进行三次,在充分获取了证据和证人后,每个人投下神圣的一票,并在赫斯提亚前宣誓尽力根据正义与真理进行判决,如此为该类审判画上句号。
μετὰ δὲ τὰ περὶ θεοὺς τὰ περὶ κατάλυσιν τῆς πολιτείας.
在关于神明的事情之后,是关于颠覆国制的事情。
ὃς ἂν ἄγων εἰς ἀρχὴν ἀνθρώπων δουλῶται μὲν τοὺς νόμους, ἑταιρίας δὲ τὴν πόλιν ὑπήκοον ποιῇ, καὶ βιαίως δὴ πᾶν τοῦτο πράττων καὶ στάσιν ἐγείρων παρανομῇ, τοῦτον δὴ διανοεῖσθαι δεῖ πάντων πολεμιώτατον ὅλῃ τῇ πόλει·
凡是为了统治人类而奴役法律,使城邦屈从于党派,并以暴力行使这一切、挑起内乱、违犯法律的人,必须被视为对整个城邦最敌对的人。
τὸν δὲ κοινωνοῦντα μὲν τῶν τοιούτων μηδενί, τῶν μεγίστων δὲ μετέχοντα ἀρχῶν ἐν τῇ πόλει, λεληθότα τε ταῦτα αὐτόν, ἢ μὴ λεληθότα, δειλίᾳ δʼ, ὑπὲρ πατρίδος αὑτοῦ μὴ τιμωρούμενον, δεῖ δεύτερον ἡγεῖσθαι τὸν τοιοῦτον πολίτην κάκῃ.
而那些虽未参与此类事情,但担任着城邦最重大官职,却对此毫不知情,或者并非不知情,却因懦弱而不为自己的祖国复仇的人,此类市民应当被视为在卑劣上居于第二位。
πᾶς δὲ ἀνήρ, οὗ καὶ σμικρὸν ὄφελος, ἐνδεικνύτω ταῖς ἀρχαῖς εἰς κρίσιν ἄγων τὸν ἐπιβουλεύοντα βιαίου πολιτείας μεταστάσεως ἅμα καὶ παρανόμου·
每一个稍有益处的人,都应当向官职告发,将企图暴力且非法改变国制的人送交审判。
δικασταὶ δὲ ἔστωσαν τούτοις οἵπερ τοῖς ἱεροσύλοις, καὶ πᾶσαν τὴν κρίσιν ὡσαύτως αὐτοῖς γίγνεσθαι καθάπερ ἐκείνοις, τὴν ψῆφον θάνατον φέρειν τὴν πλήθει νικῶσαν.
这些人的裁判官应当与神殿略夺者的相同,所有的审判也应当像那些人一样对他们进行,以多数票胜出的投票带来死刑。
ἑνὶ δὲ λόγῳ, πατρὸς ὀνείδη καὶ τιμωρίας παίδων μηδενὶ συνέπεσθαι, πλὴν ἐάν τινι πατὴρ καὶ πάππος καὶ πάππου πατὴρ ἐφεξῆς ὄφλωσι θανάτου δίκην·
一言以蔽之,父亲的耻辱和刑罚不应由子女中的任何一人来承担,除非有人的父亲、祖父和曾祖父连续被判处死刑。
τούτους δὲ ἡ πόλις ἔχοντας τὴν αὑτῶν οὐσίαν, πλὴν ὅσον κατεσκευασμένου τοῦ κλήρου παντελῶς, εἰς τὴν αὑτῶν ἀρχαίαν ἐκπεμπέσθω πατρίδα καὶ πόλιν.
城邦应当让这些人保留他们自己的财产(完全整顿好的份地除外),并把他们遣送回到他们古老的祖国和城邦。
οἷς δʼ ἂν τῶν πολιτῶν ὑεῖς ὄντες τυγχάνωσιν πλείους ἑνός, μὴ ἔλαττον δέκα ἔτη γεγονότες, κληρῶσαι μὲν τούτων δέκα, οὓς ἂν ἀποφήνῃ πατὴρ ἢ πάππος ὁ πρὸς πατρὸς ἢ μητρός, τῶν δὲ λαχόντων τὰ ὀνόματα εἰς Δελφοὺς πεμφθέντων·
在那些恰好有多个儿子的市民中,这些儿子不小于十岁,应当从其中父亲或父系、母系祖父所推荐的人选里抽签选出十人,并将中签者的名字送往德尔斐。
ὃν δʼ ἂν ὁ θεὸς ἀνέλῃ, κληρονόμον εἰς τὸν οἶκον καταστῆσαι τὸν τῶν ἐκλιπόντων τύχῃ ἀμείνονι.
神所选中的人,应当让他以更好的运气成为接替已逝去者家门的继承人。
ΚΛ. καλῶς.
ΚΛ. 很好。

词汇与语法注释

  1. 855aἐλάχιστον τῶν κακῶν — 此处“诸恶中最小的”一表述意在指出,对于不可救药的犯罪者而言,死刑相比于在无法治愈的邪恶状态下继续苟活(此被视为最大的恶),仍是较轻的惩罚。
  2. 855aδιαπεφευγότων — 此处为属格完成时分词,与前接的 `ὡς` 一同构成属格独立结构(genitive absolute),用以表达理由或背景(“作为那些已经逃脱……的人”)。
  3. 855dἕνα λόγον — 指裁判中的“单次发言”。意味着原告和被告各自仅有一次进行完整演说的机会,而非多次交替辩驳。
  4. 856dδέκα ἔτη γεγονότες — 意为“不小于十岁(即十岁以上)”。在希腊语中表示年龄,结合了时间范围的宾格 `δέκα ἔτη` 与完成时分词 `γεγονότες`(已达……岁)。
  5. 856eὃν δʼ ἂν ὁ θεὸς ἀνέλῃ — 意为“神所选中之人”。动词 `ἀνέλῃ`(`ἀναιρέω` 的虚拟语气不定过去时)在此处特指神谕(尤其是德尔斐神谕)从候选人名单中“选出、指定”某人的专业用法。

引用这一段

柏拉图, 法律篇 §9.855-9.856. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.855-9.856

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。