§9.853ΑΘ. δίκαι δὴ τὰ μετὰ ταῦτα ἀκόλουθοι ταῖς ἔμπροσθεν πράξεσιν ἁπάσαις οὖσαι κατὰ φύσιν γίγνοιντο ἂν τὴν τῆς διακοσμήσεως τῶν νόμων.
ΑΘ. これに続く諸裁判は、それ以前のすべての行いに随伴して、法律の体系化の自然な流れに従って生じることになるだろう。
ὧντινων οὖν δὴ πέρι δεῖ γίγνεσθαι δίκας, τὰ μὲν εἴρηται, τὰ κατὰ γεωργίας τε καὶ ὅσα τούτοις εἵπετο, τὰ δὲ μέγιστα οὔτε εἴρηταί πω, καθʼ ἓν ἕκαστόν τε λεγόμενον, ῥηθὲν ἣν δεῖ λαμβάνειν αὐτὸ τιμωρίαν καὶ τίνων ποτὲ δικαστῶν τυγχάνειν, μετʼ ἐκεῖνʼ αὐτὰ ἑξῆς ταῦτα ῥητέον.
どのような事柄について裁判が行われるべきかについては、一部はすでに語られた。 すなわち農業に関する事柄や、これらに付随するすべての事柄である。 しかし、最も重要な事柄については、個々について語られる際、それがどのような罰を受けるべきであり、どのような裁判官に当たるべきであるかが、まだ語られていない。 これらに続いて、今度はそれらを順次語らねばならない。
ΚΛ. ὀρθῶς.
ΚΛ. その通りだ。
ΑΘ. αἰσχρὸν μὲν δή τινα τρόπον καὶ νομοθετεῖν πάντα ὁπόσα νῦν μέλλομεν τοῦτο δρᾶν, ἐν τοιαύτῃ πόλει ἥν φαμεν οἰκήσεσθαί τε εὖ καὶ τεύξεσθαι πάσης ὀρθότητος πρὸς ἐπιτήδευσιν ἀρετῆς·
ΑΘ. 私たちが今行おうとしているように、あらゆる事柄について立法することは、ある意味で恥ずべきことでもある。 美徳の修練のために正しく居住され、あらゆる正しさを得るだろうと私たちが言うような城邦において。
ἐν δὲ τῇ τοιαύτῃ τὸ καὶ ἀξιοῦν τῆς τῶν ἄλλων μοχθηρίας τῶν μεγίστων ἐμφύεσθαί τινα μεθέξοντα, ὥστε δεῖν νομοθετεῖν προκαταλαμβάνοντα καὶ ἀπειλοῦντα ἐάν τις τοιοῦτος γίγνηται, καὶ τούτων ἀποτροπῆς τε ἕνεκα καὶ γενομένων κολάσεως τιθέναι ἐπʼ αὐτοῖς νόμους, ὡς ἐσομένους, ὅπερ εἶπον, αἰσχρὸν μέν τινα τρόπον.
そのような城邦において、他者の邪悪さのうち最大の部類に加担する者が紛れ込むと想定すること、それゆえ、もしそのような者が現れたときのために、予め予防し脅しをかけ、それらの抑止のため、また生じた後の処罰のために、法律を制定することは、私が言ったように、ある意味で恥ずべきことである。
ἐπειδὴ δὲ οὐ, καθάπερ οἱ παλαιοὶ νομοθέται θεῶν παισὶν νομοθετούμενοι τοῖς ἥρωσιν, ὡς ὁ νῦν λόγος, αὐτοί τʼ ἐκ θεῶν ὄντες ἄλλοις τε ἐκ τοιούτων γεγονόσιν ἐνομοθέτουν, ἀλλʼ ἄνθρωποί τε καὶ ἀνθρώπων σπέρμασιν νομοθετοῦμεν τὰ νῦν, ἀνεμέσητον δὴ φοβεῖσθαι μή τις ἐγγίγνηται τῶν πολιτῶν ἡμῖν οἷον κερασβόλος, ὃς ἀτεράμων εἰς τοσοῦτον φύσει γίγνοιτʼ ἂν ὥστε μὴ τήκεσθαι·
しかし、私たちは、かつて古代の立法者たちが英雄たち(神々の子らであり、彼ら自身も神々から生まれ、同様の者たちに立法した)に対して立法したのとは異なり、現代の対話にあるように、人間であり、人間の種に対して現在立法しているのであるから、市民の中に「角で突くような牛」のような者が現れるのではないかと恐れることは、非難されるべきことではない。 それは、生まれつき非常に頑固で、溶けることのない者のことである。
καθάπερ ἐκεῖνα τὰ σπέρματα πυρί, νόμοις οὗτοι καίπερ οὕτως ἰσχυροῖς οὖσιν ἄτηκτοι γίγνωνται.
ちょうど、それらの種が火によって溶けないように、法律がこれほど強力であっても、溶けない者が現れることを。
ὧν δὴ χάριν οὐκ ἐπίχαριν λέγοιμʼ ἂν πρῶτον νόμον ἱερῶν περὶ συλήσεων, ἄν τις τοῦτο δρᾶν τολμᾷ.
これらのために、心地よくはないが、まず第一の法律として、もし誰かがこれを行う勇気を持つなら、神殿略奪に関する法律を私は語ろう。
καὶ πολίτην μὲν τῶν τεθραμμένων ὀρθῶς οὔτʼ ἂν βουλοίμεθα οὔτε ἐλπιστὸν πάνυ τι νοσῆσαί ποτε ἂν ταύτην τὴν νόσον, οἰκέται δὲ ἂν τούτων καὶ ξένοι καὶ ξένων δοῦλοι πολλὰ ἂν ἐπιχειρήσειαν τοιαῦτα·
正しく教育された市民については、このような病に罹ることは望ましくもなく、また罹ることはほとんど予想されないが、彼らの召使たち、異邦人、および異邦人の奴隷たちは、このような多くのことを企てるかもしれない。
§9.854ΑΘ. ὧν ἕνεκα μὲν μάλιστα, ὅμως δὲ καὶ σύμπασαν τὴν τῆς ἀνθρωπίνης φύσεως ἀσθένειαν εὐλαβούμενος, ἐρῶ τὸν τῶν ἱεροσύλων πέρι νόμον καὶ τῶν ἄλλων πάντων τῶν τοιούτων ὅσα δυσίατα καὶ ἀνίατα.
ΑΘ. 主にこれらの者たちのために、しかし同時に人間の本性の弱さ全体を警戒して、私は神殿略奪者および、その他すべての治療困難で不治の事柄に関する法律を語ろう。
προοίμια δὲ τούτοισι, κατὰ τὸν ἔμπροσθεν λόγον ὁμολογηθέντα, προρρητέον ἅπασιν ὡς βραχύτατα.
これらに対する前奏は、以前の議論で合意された通り、すべての人に対して極めて簡潔に語られるべきである。
λέγοι δή τις ἂν ἐκείνῳ διαλεγόμενος ἅμα καὶ παραμυθούμενος, ὃν ἐπιθυμία κακὴ παρακαλοῦσα μεθʼ ἡμέραν τε καὶ ἐπεγείρουσα νύκτωρ ἐπί τι τῶν ἱερῶν ἄγει συλήσοντα, τάδε·
邪悪な欲望が昼にそそり立て、夜に目覚めさせて、神殿のいずれかを略奪しようと向かわせるような者に対して、対話しかつ諭しながら、誰かが次のように言うべきである。
ὦ θαυμάσιε, οὐκ ἀνθρώπινόν σε κακὸν οὐδὲ θεῖον κινεῖ τὸ νῦν ἐπὶ τὴν ἱεροσυλίαν προτρέπον ἰέναι, οἶστρος δέ σέ τις ἐμφυόμενος ἐκ παλαιῶν καὶ ἀκαθάρτων τοῖς ἀνθρώποις ἀδικημάτων, περιφερόμενος ἀλιτηριώδης, ὃν εὐλαβεῖσθαι χρεὼν παντὶ σθένει·
「驚くべき友よ、今、あなたを神殿略奪に向かわせている悪は、人間的なものでも神的なものでもない。 そうではなく、それは人間の中に、古く不浄な不正行為から生じ、さまよう復讐の精のように取り憑いた狂気であり、これに対して全力で警戒しなければならない。
τίς δʼ ἐστὶν εὐλάβεια, μαθέ.
警戒とは何かを学びなさい。
ὅταν σοι προσπίπτῃ τι τῶν τοιούτων δογμάτων, ἴθι ἐπὶ τὰς ἀποδιοπομπήσεις, ἴθι ἐπὶ θεῶν ἀποτροπαίων ἱερὰ ἱκέτης, ἴθι ἐπὶ τὰς τῶν λεγομένων ἀνδρῶν ὑμῖν ἀγαθῶν συνουσίας, καὶ τὰ μὲν ἄκουε, τὰ δὲ πειρῶ λέγειν αὐτός, ὡς δεῖ τὰ καλὰ καὶ τὰ δίκαια πάντα ἄνδρα τιμᾶν·
このような考えのいずれかがあなたに襲いかかるときは、災い払いの儀式に行き、災いを避ける神々の神殿に嘆願者として行き、あなた方が善いと呼ぶ人々との交わりに行きなさい。 そして、あることは聞き、あることは自ら語るように努めなさい、すなわち、すべての人は美しく正しいものを尊ぶべきであると。
τὰς δὲ τῶν κακῶν συνουσίας φεῦγε ἀμεταστρεπτί.
そして邪悪な者たちとの交わりからは、振り返らずに逃げ去りなさい。
καὶ ἐὰν μέν σοι δρῶντι ταῦτα λωφᾷ τι τὸ νόσημα·
もしこれらを行うことによって、あなたの病が和らぐならそれでよい。
εἰ δὲ μή, καλλίω θάνατον σκεψάμενος ἀπαλλάττου τοῦ βίου.
もしそうでないなら、より美しい死を考えて、生から立ち去りなさい。
ταῦτα ἡμῶν ᾀδόντων προοίμια τοῖς πάντα ταῦτα ἐπινοοῦσιν ὅσα ἀνόσια ἔργα καὶ πολιτοφθόρα, τῷ μὲν πειθομένῳ τὸν νόμον ἐᾶν σιγῇ δεῖ, τῷ δὲ ἀπειθοῦντι μετὰ τὸ προοίμιον ᾄδειν μέγα·
」不聖な行為、城邦を破滅させる行為を企てるすべての者に対して、私たちがこれらの前奏を歌うとき、従う者に対しては法律を沈黙のうちに適用すべきであり、従わない者に対しては、前奏の後に大きな声で歌わねばならない。
ὃς δʼ ἂν ἱεροσυλῶν ληφθῇ, ἐὰν μὲν ᾖ δοῦλος ἢ ξένος, ἐν τῷ προσώπῳ καὶ ταῖς χερσὶ γραφεὶς τὴν συμφοράν, καὶ μαστιγωθεὶς ὁπόσας ἂν δόξῃ τοῖς δικασταῖς, ἐκτὸς τῶν ὅρων τῆς χώρας γυμνὸς ἐκβληθήτω·
もし誰かが神殿略奪で捕らえられたら、もし奴隷か異邦人であれば、顔と両手にその不名誉を刻まれ、裁判官が適切とみなす回数だけ鞭打たれた後、国土の境界の外へ、裸で追放されるべきである。
τάχα γὰρ ἂν δοὺς ταύτην τὴν δίκην γένοιτʼ ἂν βελτίων σωφρονισθείς.
おそらく、この刑罰を受けることで、彼は懲らしめられ、より良くなるかもしれないからだ。
οὐ γὰρ ἐπὶ κακῷ δίκη γίγνεται οὐδεμία γενομένη κατὰ νόμον, δυοῖν δὲ θάτερον ἀπεργάζεται σχεδόν·
法律に従って行われる刑罰は、悪のために行われるものはなく、ほぼ二つのうちのいずれかをもたらす。
ἢ γὰρ βελτίονα ἢ μοχθηρότερον ἧττον ἐξηργάσατο τὸν τὴν δίκην παρασχόντα.
すなわち、刑罰を受ける者をより良くするか、さもなくば、その邪悪さをより減じるかのいずれかである。
πολίτης δὲ ἄν τίς ποτέ τι τοιοῦτον δρῶν ἀναφανῇ, περὶ θεοὺς ἢ περὶ γονέας ἢ περὶ πόλιν ἠδικηκὼς τῶν μεγάλων τινα καὶ ἀπορρήτων ἀδικιῶν, ὡς ἀνίατον ἤδη τοῦτον ὄντα ὁ δικαστὴς διανοείσθω, λογιζόμενος οἵας παιδείας τε καὶ τροφῆς ἐκ παιδὸς τυγχάνων οὐκ ἀπέσχετο τῶν μεγίστων κακῶν.
しかし、もし市民がいつか、このようなこと(神々、両親、あるいは城邦に対して、重大で口にすべからざる不正を犯すこと)を行うことが明らかになったなら、裁判官は彼をすでに不治の者とみなすべきである。 なぜなら、子供の頃からどのような教育と養育を受けておきながら、最大の悪を控えなかったのかを考慮すれば。