Humanitext Reader

柏拉图 · 法律篇 §9.853-9.854

重罪立法的必要性与盗窃神庙罪的处罚

第 121 段,共 186 段 · 希腊语

内容简介

雅典来客讨论了新城邦中诉讼的必要性,以及为重罪立法的可悲必然性。他制定了针对盗窃神庙者的劝诫性前奏作为预防措施,并对被捕的奴隶、异邦人以及被判定为无可救药的市民规定了严厉的惩罚。

§9.853ΑΘ. δίκαι δὴ τὰ μετὰ ταῦτα ἀκόλουθοι ταῖς ἔμπροσθεν πράξεσιν ἁπάσαις οὖσαι κατὰ φύσιν γίγνοιντο ἂν τὴν τῆς διακοσμήσεως τῶν νόμων.
ΑΘ. 接下来的诉讼,作为对之前所有行为的延续,应当自然地按照法律体系的规划产生。
ὧντινων οὖν δὴ πέρι δεῖ γίγνεσθαι δίκας, τὰ μὲν εἴρηται, τὰ κατὰ γεωργίας τε καὶ ὅσα τούτοις εἵπετο, τὰ δὲ μέγιστα οὔτε εἴρηταί πω, καθʼ ἓν ἕκαστόν τε λεγόμενον, ῥηθὲν ἣν δεῖ λαμβάνειν αὐτὸ τιμωρίαν καὶ τίνων ποτὲ δικαστῶν τυγχάνειν, μετʼ ἐκεῖνʼ αὐτὰ ἑξῆς ταῦτα ῥητέον.
至于在哪些事务上应当进行诉讼,有些已经谈到了,即关于农业以及随之而来的各项事务;但最重大的事务尚未谈及,当逐一进行讨论时,必须说明该行为应当受到何种惩罚,以及应当由哪些裁判官审理;在那些事情之后,这些事务必须依次予以说明。
ΚΛ. ὀρθῶς.
ΚΛ. 正确。
ΑΘ. αἰσχρὸν μὲν δή τινα τρόπον καὶ νομοθετεῖν πάντα ὁπόσα νῦν μέλλομεν τοῦτο δρᾶν, ἐν τοιαύτῃ πόλει ἥν φαμεν οἰκήσεσθαί τε εὖ καὶ τεύξεσθαι πάσης ὀρθότητος πρὸς ἐπιτήδευσιν ἀρετῆς·
ΑΘ. 在我们宣称将建设得很好、并将在美德的培养上获得一切正确性...的城邦中,像我们现在将要做的那样,为所有事情制定法律,在某种程度上确实是令人羞耻的。
ἐν δὲ τῇ τοιαύτῃ τὸ καὶ ἀξιοῦν τῆς τῶν ἄλλων μοχθηρίας τῶν μεγίστων ἐμφύεσθαί τινα μεθέξοντα, ὥστε δεῖν νομοθετεῖν προκαταλαμβάνοντα καὶ ἀπειλοῦντα ἐάν τις τοιοῦτος γίγνηται, καὶ τούτων ἀποτροπῆς τε ἕνεκα καὶ γενομένων κολάσεως τιθέναι ἐπʼ αὐτοῖς νόμους, ὡς ἐσομένους, ὅπερ εἶπον, αἰσχρὸν μέν τινα τρόπον.
在这种城邦中,竟然还要预设会有某些人滋长并参与到他人最严重的邪恶之中,以至于我们必须立法,提前防范和威胁,以免出现这样的人,并为了威慑这些行为以及惩罚已发生的行为而针对他们制定法律,仿佛他们必定会出现一样,这正如我所说,在某种程度上是令人羞耻的。
ἐπειδὴ δὲ οὐ, καθάπερ οἱ παλαιοὶ νομοθέται θεῶν παισὶν νομοθετούμενοι τοῖς ἥρωσιν, ὡς ὁ νῦν λόγος, αὐτοί τʼ ἐκ θεῶν ὄντες ἄλλοις τε ἐκ τοιούτων γεγονόσιν ἐνομοθέτουν, ἀλλʼ ἄνθρωποί τε καὶ ἀνθρώπων σπέρμασιν νομοθετοῦμεν τὰ νῦν, ἀνεμέσητον δὴ φοβεῖσθαι μή τις ἐγγίγνηται τῶν πολιτῶν ἡμῖν οἷον κερασβόλος, ὃς ἀτεράμων εἰς τοσοῦτον φύσει γίγνοιτʼ ἂν ὥστε μὴ τήκεσθαι·
然而,由于我们不像古代的立法者那样,为英雄(神之子)制定法律——如当下的传说所言,他们自己出身于神,也为神所生的其他人制定法律——而我们现在是人,在为人的人类后代制定法律,因此,担心在我们的市民中会出现类似“被角顶伤的牲畜”般的人,是无可指责的。
καθάπερ ἐκεῖνα τὰ σπέρματα πυρί, νόμοις οὗτοι καίπερ οὕτως ἰσχυροῖς οὖσιν ἄτηκτοι γίγνωνται.
这种人天性极其顽固,以至于无法被软化;就像那些硬种子无法被火融化一样,尽管法律如此强力,他们也无法被软化。
ὧν δὴ χάριν οὐκ ἐπίχαριν λέγοιμʼ ἂν πρῶτον νόμον ἱερῶν περὶ συλήσεων, ἄν τις τοῦτο δρᾶν τολμᾷ.
因此,怀着并不愉快的心情,我将首先提出关于盗窃神庙的法律,如果有人胆敢做出这种事。
καὶ πολίτην μὲν τῶν τεθραμμένων ὀρθῶς οὔτʼ ἂν βουλοίμεθα οὔτε ἐλπιστὸν πάνυ τι νοσῆσαί ποτε ἂν ταύτην τὴν νόσον, οἰκέται δὲ ἂν τούτων καὶ ξένοι καὶ ξένων δοῦλοι πολλὰ ἂν ἐπιχειρήσειαν τοιαῦτα· §9.854ΑΘ. ὧν ἕνεκα μὲν μάλιστα, ὅμως δὲ καὶ σύμπασαν τὴν τῆς ἀνθρωπίνης φύσεως ἀσθένειαν εὐλαβούμενος, ἐρῶ τὸν τῶν ἱεροσύλων πέρι νόμον καὶ τῶν ἄλλων πάντων τῶν τοιούτων ὅσα δυσίατα καὶ ἀνίατα.
对于受过正确培养的市民,我们既不希望、也完全不指望他们会染上这种疾病,但他们的仆人、异邦人以及异邦人的奴隶,可能会多次企图做出此类事情; ΑΘ. 主要正是为了这些人,但同时也是为了防范人类天性的整体软弱,我将阐述关于盗窃神庙者以及所有其他此类难治与不治之症的法律。
προοίμια δὲ τούτοισι, κατὰ τὸν ἔμπροσθεν λόγον ὁμολογηθέντα, προρρητέον ἅπασιν ὡς βραχύτατα.
对于这些法律的前奏,正如在之前的讨论中所商定的,必须对所有人尽可能简短地予以宣告。
λέγοι δή τις ἂν ἐκείνῳ διαλεγόμενος ἅμα καὶ παραμυθούμενος, ὃν ἐπιθυμία κακὴ παρακαλοῦσα μεθʼ ἡμέραν τε καὶ ἐπεγείρουσα νύκτωρ ἐπί τι τῶν ἱερῶν ἄγει συλήσοντα, τάδε· ὦ θαυμάσιε, οὐκ ἀνθρώπινόν σε κακὸν οὐδὲ θεῖον κινεῖ τὸ νῦν ἐπὶ τὴν ἱεροσυλίαν προτρέπον ἰέναι, οἶστρος δέ σέ τις ἐμφυόμενος ἐκ παλαιῶν καὶ ἀκαθάρτων τοῖς ἀνθρώποις ἀδικημάτων, περιφερόμενος ἀλιτηριώδης, ὃν εὐλαβεῖσθαι χρεὼν παντὶ σθένει·
当一个邪恶的欲望在白天召唤、在夜间唤醒某人,引领他去盗窃某座神庙时,应当有人一边与他交谈,一边劝戒他:“奇特的朋友啊,现在促使你前去盗窃神庙的,既不是人类的恶,也不是神明的恶,而是从人类古代未净化的不义中滋长出来并植根于你身上的某种狂热,它像复仇之魂一样纠缠着你,你必须全力防范它。
τίς δʼ ἐστὶν εὐλάβεια, μαθέ.
而你要明白防范是什么。
ὅταν σοι προσπίπτῃ τι τῶν τοιούτων δογμάτων, ἴθι ἐπὶ τὰς ἀποδιοπομπήσεις, ἴθι ἐπὶ θεῶν ἀποτροπαίων ἱερὰ ἱκέτης, ἴθι ἐπὶ τὰς τῶν λεγομένων ἀνδρῶν ὑμῖν ἀγαθῶν συνουσίας, καὶ τὰ μὲν ἄκουε, τὰ δὲ πειρῶ λέγειν αὐτός, ὡς δεῖ τὰ καλὰ καὶ τὰ δίκαια πάντα ἄνδρα τιμᾶν· τὰς δὲ τῶν κακῶν συνουσίας φεῦγε ἀμεταστρεπτί.
每当这些观念袭击你时,去进行驱邪之仪,去作为乞求者前往避灾神明之庙宇,去与你们当中被称为善人的人交往,一方面听取他们的话,另一方面自己也尝试着去说,即每个男人都应当尊崇一切美与正义的事物;而对于恶人的交往,你要毫不回头地避开。
καὶ ἐὰν μέν σοι δρῶντι ταῦτα λωφᾷ τι τὸ νόσημα· εἰ δὲ μή, καλλίω θάνατον σκεψάμενος ἀπαλλάττου τοῦ βίου.
如果你在做这些事时,病情有所缓解——那很好;但若非如此,你就当寻求一种更体面的死亡,离开这个世界。
ταῦτα ἡμῶν ᾀδόντων προοίμια τοῖς πάντα ταῦτα ἐπινοοῦσιν ὅσα ἀνόσια ἔργα καὶ πολιτοφθόρα, τῷ μὲν πειθομένῳ τὸν νόμον ἐᾶν σιγῇ δεῖ, τῷ δὲ ἀπειθοῦντι μετὰ τὸ προοίμιον ᾄδειν μέγα· ὃς δʼ ἂν ἱεροσυλῶν ληφθῇ, ἐὰν μὲν ᾖ δοῦλος ἢ ξένος, ἐν τῷ προσώπῳ καὶ ταῖς χερσὶ γραφεὶς τὴν συμφοράν, καὶ μαστιγωθεὶς ὁπόσας ἂν δόξῃ τοῖς δικασταῖς, ἐκτὸς τῶν ὅρων τῆς χώρας γυμνὸς ἐκβληθήτω·
” 当我们对那些企图做出所有这些不神圣且毁灭城邦之行的人唱这些前奏时,对于顺从的人,应当让法律保持沉默;而对于不顺从的人,在前奏之后必须大声宣唱:凡因盗窃神庙而被捕者,若是奴隶或异邦人,应将其耻辱烙在脸上和手上,并由裁判官决定鞭笞相应的次数后,赤身驱逐出境。
τάχα γὰρ ἂν δοὺς ταύτην τὴν δίκην γένοιτʼ ἂν βελτίων σωφρονισθείς.
因为或许在付出了这一代价后,他能通过受到惩戒而变得好一些。
οὐ γὰρ ἐπὶ κακῷ δίκη γίγνεται οὐδεμία γενομένη κατὰ νόμον, δυοῖν δὲ θάτερον ἀπεργάζεται σχεδόν· ἢ γὰρ βελτίονα ἢ μοχθηρότερον ἧττον ἐξηργάσατο τὸν τὴν δίκην παρασχόντα.
因为任何依法做出的惩罚都不是为了带来邪恶,它几乎产生两者之一的效果:要么使付出代价的人变得更好,要么使他的邪恶减少。
πολίτης δὲ ἄν τίς ποτέ τι τοιοῦτον δρῶν ἀναφανῇ, περὶ θεοὺς ἢ περὶ γονέας ἢ περὶ πόλιν ἠδικηκὼς τῶν μεγάλων τινα καὶ ἀπορρήτων ἀδικιῶν, ὡς ἀνίατον ἤδη τοῦτον ὄντα ὁ δικαστὴς διανοείσθω, λογιζόμενος οἵας παιδείας τε καὶ τροφῆς ἐκ παιδὸς τυγχάνων οὐκ ἀπέσχετο τῶν μεγίστων κακῶν.
但是,如果某一市民被发现做出了任何此类事情,在神明、父母或城邦方面犯下了重大且不可言说的罪行之一,裁判官就应当认为此人已是不可救药,需考虑到他从小接受的是何种教育与培养,却依然没有远离最严重的邪恶。

词汇与语法注释

  1. 853aὧντινων οὖν δὴ πέρι — 关系代词属格 ὧντινων 受其后置介词 πέρι(περί 的重音后移形式)支配,意为“关于这些中的任何一个”。
  2. 853bτὸ καὶ ἀξιοῦν — 带有冠词的动词不定式短语(tò kaì axioun...)整体作后续谓语形容词短语 αἰσχρὸν μέν τινα τρόπον(在某种程度上是令人羞耻的)的主语。
  3. 853dκερασβόλος — 原指“被角顶伤的”或“用角顶撞的”动植物,此处用作比喻,指具有极其顽固、无法被法律软化之特质的市民。
  4. 854aὧν ἕνεκα μὲν μάλιστα — 关系代词 ὧν 指代上一节(853d)末尾提到的可能企图进行盗窃神庙的“仆人、异邦人及其奴隶”。
  5. 854dμοχθηρότερον ἧττον — 副词 ἧττον(较少)修饰比较级形容词 μοχθηρότερον(更邪恶的),形成一种双重否定,表示“使其不那么邪恶(即减轻其邪恶程度)”。

引用这一段

柏拉图, 法律篇 §9.853-9.854. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.853-9.854

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。