Humanitext Reader

プラトン · 法律 §8.846-8.847

農産物輸送と職人技術の専念および貿易の制限

118 / 186 箇所 · ギリシア語

要旨

アテナイの客人は、農産物の運搬時のトラブル対処法、無数にある司法的細則の整備、および市民が余業を持たずに一つの専門技術のみに専念すべき制度について論じる。さらに、城邦における関税の撤廃や輸入品の制限、軍事物資の取引、そして産物の分配制度についても規定する。

§8.846ΑΘ. περὶ δὲ συγκομιδῆς τῶν ὡραίων ἁπάντων, ἐξέστω τῷ βουλομένῳ τὸ ἑαυτοῦ διὰ παντὸς τόπου κομίζεσθαι, ὅπῃπερ ἂν ἢ μηδὲν μηδένα ζημιοῖ ἢ τριπλάσιον αὐτὸς κέρδος τῆς τοῦ γείτονος ζημίας κερδαίνῃ, τούτων δὲ ἐπιγνώμονας τοὺς ἄρχοντας γίγνεσθαι, καὶ τῶν ἄλλων ἁπάντων ὅσα τις ἂν ἑκὼν ἄκοντα βλάπτῃ βίᾳ ἢ λάθρᾳ, αὐτὸν ἢ τῶν αὐτοῦ τι, διὰ τῶν αὑτοῦ κτημάτων, πάντα τὰ τοιαῦτα τοῖς ἄρχουσιν ἐπιδεικνὺς τιμωρείσθω, μέχρι τριῶν μνῶν ὄντος τοῦ βλάβους·
ΑΘ. すべての秋の作物の運搬に関して、望む者は誰でも、他人に対して何ら損害を与えないか、あるいは、隣人の被る損害の三倍の利益を自らが得るような方法であれば、あらゆる場所を通って自分のものを運ぶことが許されるものとする。 そして、これらのことについては諸官吏が判定者となるべきである。 また、誰かが故意に、相手の意に反して、力ずくであるいは密かに、その人自身あるいはその所有物の何かに、自己の所有地を通じて損害を与えるその他すべてのことについても、そのようなすべての事例を官吏たちに提示して、損害の額が三ミナ以下である限り、これの賠償を求めるべきである。
ἐὰν δʼ ἔγκλημά τῳ μεῖζον ἄλλῳ πρὸς ἄλλον γίγνηται, πρὸς τὰ κοινὰ δικαστήρια φέρων τὴν δίκην τιμωρείσθω τὸν ἀδικοῦντα.
もし誰かから他の誰かに対して、それより大きな不服が生じるならば、公の裁判所に訴訟を持ち込んで、不正を行った者を罰するべきである。
ἐὰν δέ τις τῶν ἀρχόντων δοκῇ μετʼ ἀδίκου γνώμης κρίνειν τὰς ζημίας, τῶν διπλασίων ὑπόδικος ἔστω τῷ βλαφθέντι·
もし官吏の誰かが不正な意図をもって損害を裁定したと思われる場合、被害者に対して二倍の賠償を支払う義務を負うものとする。
τὰ δὲ αὖ τῶν ἀρχόντων ἀδικήματα εἰς τὰ κοινὰ δικαστήρια ἐπανάγειν τὸν βουλόμενον ἑκάστων τῶν ἐγκλημάτων.
官吏たちの不正行為については、望む者が誰でも、それぞれの不服について公の裁判所に訴えを持ち込むことができる。
μυρία δὲ ταῦτα ὄντα καὶ σμικρὰ νόμιμα, καθʼ ἃ δεῖ τὰς τιμωρίας γίγνεσθαι, λήξεών τε πέρι δικῶν καὶ προσκλήσεων καὶ κλητήρων, εἴτʼ ἐπὶ δυοῖν εἴτʼ ἐφʼ ὁπόσων δεῖ καλεῖσθαι, καὶ πάντα ὁπόσα τοιαῦτά ἐστιν, οὔτʼ ἀνομοθέτητα οἷόν τʼ εἶναι γέροντός τε οὐκ ἄξια νομοθέτου, νομοθετούντων δʼ αὐτὰ οἱ νέοι πρὸς τὰ τῶν πρόσθεν νομοθετήματα ἀπομιμούμενοι, σμικρὰ πρὸς μεγάλα, καὶ τῆς ἀναγκαίας αὐτῶν χρείας ἐμπείρως ἴσχοντες, μέχριπερ ἂν πάντα ἱκανῶς δόξῃ κεῖσθαι·
これら無数にある細かな規定、すなわち処罰がなされるべき基準となるもの、訴訟の提起や召喚、召喚証人に関すること、二名で行うべきか何名で呼び出すべきか、その他そのようなすべての事柄について、これらを規定せずにおくことは不可能であり、また同時に高齢の立法者にふさわしいものでもない。 むしろ、若い世代が、これまでの立法を模倣し、細部を大きな原則に照らし合わせ、それらの必要不可欠な有用性を経験的に把握しながらこれらを規定し、すべての規定が十分に定まったと判断されるまで続けるべきである。
τότε δὲ ἀκίνητα ποιησάμενοι, ζώντων τούτοις ἤδη χρώμενοι μέτρον ἔχουσι.
そして、そのときこれらを変更不可能とし、それ以降はこれらを用いて生き、適切な基準を持つべきである。
τὸ δὲ τῶν ἄλλων δημιουργῶν ποιεῖν χρὴ κατὰ τόδε.
他の職人たちに関しては、次のように行うべきである。
πρῶτον μὲν ἐπιχώριος μηδεὶς ἔστω τῶν περὶ τὰ δημιουργικὰ τεχνήματα διαπονούντων, μηδὲ οἰκέτης ἀνδρὸς ἐπιχωρίου.
第一に、職人仕事を営む者のうちに、地元の住民が誰もいてはならず、また地元の住民の奴隷であってもならない。
τέχνην γὰρ ἱκανήν, πολλῆς ἀσκήσεως ἅμα καὶ μαθημάτων πολλῶν δεομένην, κέκτηται πολίτης ἀνὴρ τὸν κοινὸν τῆς πόλεως κόσμον σῴζων καὶ κτώμενος, οὐκ ἐν παρέργῳ δεόμενον ἐπιτηδεύειν·
なぜなら、市民である者は、国家の共通の秩序を維持し獲得するという、多くの修練と多くの学習を同時に必要とする十分な技術を有しており、これを余業として営むべきではないからである。
δύο δὲ ἐπιτηδεύματα ἢ δύο τέχνας ἀκριβῶς διαπονεῖσθαι σχεδὸν οὐδεμία φύσις ἱκανὴ τῶν ἀνθρωπίνων, οὐδʼ αὖ τὴν μὲν αὐτὸς ἱκανὸς ἀσκεῖν, τὴν δὲ ἄλλον ἀσκοῦντα ἐπιτροπεύειν.
人間のいかなる性質も、二つの職業や二つの技術を正確に極めることはほとんど不可能であり、また、自ら一方は十分に修めつつ、他方を修めている者を監督することもできないのである。
§8.847ΑΘ. τοῦτʼ οὖν ἐν πόλει ὑπάρχον δεῖ πρῶτον γίγνεσθαι·
ΑΘ. それゆえ、国家においてはまずこのことが前提として存在するべきである。
μηδεὶς χαλκεύων ἅμα τεκταινέσθω, μηδʼ αὖ τεκταινόμενος χαλκευόντων ἄλλων ἐπιμελείσθω μᾶλλον ἢ τῆς αὑτοῦ τέχνης, πρόφασιν ἔχων ὡς πολλῶν οἰκετῶν ἐπιμελούμενος ἑαυτῷ δημιουργούντων, εἰκότως μᾶλλον ἐπιμελεῖται διʼ ἐκείνων διὰ τὸ τὴν πρόσοδον ἐκεῖθεν αὑτῷ πλείω γίγνεσθαι τῆς αὑτοῦ τέχνης, ἀλλʼ εἷς μίαν ἕκαστος τέχνην ἐν πόλει κεκτημένος ἀπὸ ταύτης ἅμα καὶ τὸ ζῆν κτάσθω.
誰も鍛冶仕事をしながら同時に大工仕事をしてはならず、また大工仕事をしながら、自分自身のために働く多くの奴隷たちを管理しているという口実のもとに、彼らを通じて得られる収入が自分の本来の技術から得られるものより多いために、そちらの方をより管理するのが当然であるとして、自分の本来の技術よりも他の鍛冶仕事をする者たちの管理に没頭してはならない。 そうではなく、国家の中では各人がただ一つの技術を持ち、それによって同時に生計を立てるべきである。
τοῦτον δὴ τὸν νόμον ἀστυνόμοι διαπονούμενοι σῳζόντων, καὶ τὸν μὲν ἐπιχώριον, ἐὰν εἴς τινα τέχνην ἀποκλίνῃ μᾶλλον ἢ τὴν τῆς ἀρετῆς ἐπιμέλειαν, κολαζόντων ὀνείδεσί τε καὶ ἀτιμίαις, μέχριπερ ἂν κατευθύνωσιν εἰς τὸν αὑτοῦ δρόμον, ξένων δὲ ἄν τις ἐπιτηδεύῃ δύο τέχνας, δεσμοῖσί τε καὶ χρημάτων ζημίαις καὶ ἐκβολαῖς ἐκ τῆς πόλεως κολάζοντες, ἀναγκαζόντων ἕνα μόνον ἀλλὰ μὴ πολλοὺς εἶναι.
市街管理官たちはこの法律を遵守し、維持しなければならない。 そして、地元の住民が美徳の追求よりも特定の技術に傾倒するならば、自らの本分へと立ち返るまで、非難と不名誉によって彼を罰するべきである。 他方、もし異邦人の誰かが二つの技術を営むならば、監禁や罰金、国家からの追放によって罰し、多くの技術ではなくただ一つの技術を持つように強制すべきである。
μισθῶν δὲ αὐτοῖς πέρι καὶ τῶν ἀναιρέσεων τῶν ἔργων, καὶ ἐάν τις αὐτοὺς ἕτερος ἢ ʼκεῖνοί τινα ἄλλον ἀδικῶσι, μέχρι δραχμῶν πεντήκοντα ἀστυνόμοι διαδικαζόντων, τὸ δὲ πλέον τούτου τὰ κοινὰ δικαστήρια διακρινόντων κατὰ νόμον.
彼らの賃金や仕事の請け負い、および他者が彼らに不正を行うか彼らが他者に不正を行う場合については、五十ドラクマまでは市街管理官たちが裁定し、それを超える額については公の裁判所が法律に従って判決を下すべきである。
τέλος δὲ ἐν τῇ πόλει μηδένα μηδὲν τελεῖν μήτε ἐξαγομένων χρημάτων μήτʼ εἰσαγομένων·
最後に、国家においては、輸出される物資に対しても輸入される物資に対しても、誰もいかなる関税も支払ってはならない。
λιβανωτὸν δὲ καὶ ὅσα πρὸς θεοὺς τὰ τοιαῦτα ἐστὶν ξενικὰ θυμιάματα, καὶ πορφύραν καὶ ὅσα βαπτὰ χρώματα, μὴ φερούσης τῆς χώρας, ἢ περί τινα ἄλλην τέχνην δεομένην ξενικῶν τινων εἰσαγωγίμων μηδενὸς ἀναγκαίου χάριν μήτε τις ἀγέτω, μήτε αὖ τῶν ἐν τῇ χώρᾳ ἀναγκαίων ἐμμένειν ἐξαγέτω·
しかし、乳香や神々へのそのようなすべての異国の香、および貝紫や染料など、この土地が産出しないもの、あるいは異国の輸入品を必要とする他の技術に関わるもので、何ら不可欠な必要性のないものについては、何者も輸入してはならず、また、国内に留まるべき不可欠な物資を輸出してもならない。
τούτων δʼ αὖ πάντων ἐπιγνώμονας εἶναι καὶ ἐπιμελητὰς τῶν νομοφυλάκων, πέντε ἀφαιρεθέντων τῶν πρεσβυτέρων, τοὺς ἑξῆς δώδεκα.
これらすべてのことについて、法の番人たちのうち、最年長の五人を除いた、それに続く十二人が判定者および監督者となるべきである。
περὶ δὲ ὅπλων καὶ ὅσα περὶ τὸν πόλεμον ἅπαντα ὄργανα, ἐάν τινος ἢ τέχνης εἰσαγωγίμου δέῃ γίγνεσθαι ἢ φυτοῦ ἢ μεταλλευτικοῦ κτήματος ἢ δεσμευτικοῦ ἢ ζῴων τινῶν ἕνεκα τῆς τοιαύτης χρείας, ἵππαρχοι καὶ στρατηγοὶ τούτων ἔστωσαν κύριοι εἰσαγωγῆς τε καὶ ἐξαγωγῆς, διδούσης τε ἅμα καὶ δεχομένης τῆς πόλεως, νόμους δὲ περὶ τούτων νομοφύλακες τοὺς πρέποντάς τε καὶ ἱκανοὺς θήσουσι·
武具や戦争に関するすべての器具について、もし輸入すべき技術、植物、金属、結束用の素材、あるいはそのような用途のために特定の動物が必要とされるならば、騎兵長官および将軍たちがこれの輸入および輸出の権限を持つものとし、国家がこれを提供し、また受け取るものとする。 そして、これらについての適切なかつ十分な法律を法の番人たちが制定すべきである。
καπηλείαν δὲ ἕνεκα χρηματισμῶν μήτε οὖν τούτου μήτε ἄλλου μηδενὸς ἐν τῇ χώρᾳ ὅλῃ καὶ πόλει ἡμῖν γίγνεσθαι.
しかし、金儲けを目的とした小売業は、これらのためであれ、他のいかなるためであれ、私たちの領土全体および都市において一切行われてはならない。
τροφῆς δὲ καὶ διανομῆς τῶν ἐκ τῆς χώρας ἐγγὺς τῆς τοῦ Κρητικοῦ νόμου ἔοικεν ὀρθότης ἄν τις γιγνομένη κατὰ τρόπον γίγνεσθαι.
土地の産物の食料供給と分配に関しては、クレタの法律に近い正しさをもって行われるならば、適切に行われるように思われる。
δώδεκα μὲν γὰρ δὴ μέρη τὰ πάντα ἐκ τῆς χώρας γιγνόμενα νέμειν χρεὼν πάντας, ᾗπερ καὶ ἀναλωτέα·
というのも、土地から産出するすべてのものは十二の部分に分配されるべきであり、それらは消費されるべき方法に従って全員で分配されるべきだからである。

語釈・文法注

  1. 846aὅπῃπερ ἂν ἢ μηδὲν μηδένα ζημιοῖ ἢ τριπλάσιον αὐτὸς κέρδος τῆς τοῦ γείτονος ζημίας κερδαίνῃ — 条件を表す関係副詞節(ὅπῃπερ ἂν+接続法)において、二つの法的な免責選択肢が ἢ... ἢ... によって結ばれている。他人の土地を通じた作物の運搬は、「一切損害を与えない」か、あるいは「隣人に与える損害の3倍以上の利益を自身が得る」という条件の一方を満たす場合にのみ認められる。
  2. 846cμυρία δὲ ταῦτα ὄντα καὶ σμικρὰ νόμιμα... οὔτʼ ἀνομοθέτητα οἷόν τʼ εἶναι — 文の主骨格は `μυρία δὲ ταῦτα ὄντα... οὔτʼ ἀνομοθέτητα οἷόν τʼ εἶναι` であり、不定詞 `εἶναι` は直前の議論から続く客観的判断を表す。これら無数の細則について、「法として制定されないまま放置することもできず、かつ高齢の立法者が自ら細かく規定するのにも値しない」という二重の困難(οὔτε... τε)を示している。
  3. 847cπέντε ἀφαιρεθέντων τῶν πρεσβυτέρων, τοὺς ἑξῆς δώδεκα — 分詞の絶対属格 `πέντε ἀφαιρεθέντων τῶν πρεσβυτέρων`(最年長の5人が除かれた状態で)が、後続する対格句 `τοὺς ἑξῆς δώδεκα`(それに続く12人)を修飾・限定している。法の番人(合計37名)のうち、年齢順で上位5名を除外した、その次(若手側)の12名のグループが、この貿易の監督業務を担当することを指す。

この箇所を引用する

プラトン, 法律 §8.846-8.847. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:8.846-8.847

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。