Humanitext Reader

柏拉图 · 法律篇 §8.846-8.847

农产运输与专职手艺及贸易进出口规定

第 118 段,共 186 段 · 希腊语

内容简介

雅典来客讨论了农产品运输纠纷的解决、无数微小司法法规的制定,以及公民必须专注于单一手工业技术而不得兼职的规定。此外,他还规定了免除关税、限制外国进口物资、军用物资交易以及土地产物的分配制度。

§8.846ΑΘ. περὶ δὲ συγκομιδῆς τῶν ὡραίων ἁπάντων, ἐξέστω τῷ βουλομένῳ τὸ ἑαυτοῦ διὰ παντὸς τόπου κομίζεσθαι, ὅπῃπερ ἂν ἢ μηδὲν μηδένα ζημιοῖ ἢ τριπλάσιον αὐτὸς κέρδος τῆς τοῦ γείτονος ζημίας κερδαίνῃ, τούτων δὲ ἐπιγνώμονας τοὺς ἄρχοντας γίγνεσθαι, καὶ τῶν ἄλλων ἁπάντων ὅσα τις ἂν ἑκὼν ἄκοντα βλάπτῃ βίᾳ ἢ λάθρᾳ, αὐτὸν ἢ τῶν αὐτοῦ τι, διὰ τῶν αὑτοῦ κτημάτων, πάντα τὰ τοιαῦτα τοῖς ἄρχουσιν ἐπιδεικνὺς τιμωρείσθω, μέχρι τριῶν μνῶν ὄντος τοῦ βλάβους·
ΑΘ. 关于所有秋收作物的运输,允许任何愿意的人通过任何地方运送自己的物品,只要他要么不给任何人造成损失,要么自己获得的利益达到邻人所受损失的三倍;而官员们应当对这些事情进行裁定,此外,凡是有人故意在违背他人意愿的情况下,通过暴力或秘密手段,通过自己的财产对他人自身或其财产造成损害的,所有此类情况,受害者应当向官员出示,并在损失在三米纳以内时获得赔偿。
ἐὰν δʼ ἔγκλημά τῳ μεῖζον ἄλλῳ πρὸς ἄλλον γίγνηται, πρὸς τὰ κοινὰ δικαστήρια φέρων τὴν δίκην τιμωρείσθω τὸν ἀδικοῦντα.
如果有人对另一个人有更大的指控,应当将诉讼提交给公共法庭,并惩罚作恶者。
ἐὰν δέ τις τῶν ἀρχόντων δοκῇ μετʼ ἀδίκου γνώμης κρίνειν τὰς ζημίας, τῶν διπλασίων ὑπόδικος ἔστω τῷ βλαφθέντι· τὰ δὲ αὖ τῶν ἀρχόντων ἀδικήματα εἰς τὰ κοινὰ δικαστήρια ἐπανάγειν τὸν βουλόμενον ἑκάστων τῶν ἐγκλημάτων.
如果任何官员被认为在裁定损害时带有不公正的意图,他应当对受害者承担双倍金额的诉讼赔偿;而任何愿意的人,都可以将官员针对每一项指控的违法行为提交给公共法庭。
μυρία δὲ ταῦτα ὄντα καὶ σμικρὰ νόμιμα, καθʼ ἃ δεῖ τὰς τιμωρίας γίγνεσθαι, λήξεών τε πέρι δικῶν καὶ προσκλήσεων καὶ κλητήρων, εἴτʼ ἐπὶ δυοῖν εἴτʼ ἐφʼ ὁπόσων δεῖ καλεῖσθαι, καὶ πάντα ὁπόσα τοιαῦτά ἐστιν, οὔτʼ ἀνομοθέτητα οἷόν τʼ εἶναι γέροντός τε οὐκ ἄξια νομοθέτου, νομοθετούντων δʼ αὐτὰ οἱ νέοι πρὸς τὰ τῶν πρόσθεν νομοθετήματα ἀπομιμούμενοι, σμικρὰ πρὸς μεγάλα, καὶ τῆς ἀναγκαίας αὐτῶν χρείας ἐμπείρως ἴσχοντες, μέχριπερ ἂν πάντα ἱκανῶς δόξῃ κεῖσθαι· τότε δὲ ἀκίνητα ποιησάμενοι, ζώντων τούτοις ἤδη χρώμενοι μέτρον ἔχουσι.
这些成千上万细小的、据以进行处罚的规定,关于提起诉讼、传唤和证人,无论是必须由两人还是由多少人传唤,以及所有此类事情,既不可能不制定法律,也不值得由年长的立法者来制定;相反,应当由年轻人来制定,他们效仿先前的立法,以小比大,并凭借对这些规定之必要用途的经验,直到一切都显得足够完善为止;那时,他们应当使这些规定不可更改,并在今后的生活中使用它们,从而拥有其分寸。
τὸ δὲ τῶν ἄλλων δημιουργῶν ποιεῖν χρὴ κατὰ τόδε.
至于其他工匠,应当按照以下方式处理。
πρῶτον μὲν ἐπιχώριος μηδεὶς ἔστω τῶν περὶ τὰ δημιουργικὰ τεχνήματα διαπονούντων, μηδὲ οἰκέτης ἀνδρὸς ἐπιχωρίου.
首先,在从事手工业技术的人中,不得有任何本地人,也不得有本地人的仆人。
τέχνην γὰρ ἱκανήν, πολλῆς ἀσκήσεως ἅμα καὶ μαθημάτων πολλῶν δεομένην, κέκτηται πολίτης ἀνὴρ τὸν κοινὸν τῆς πόλεως κόσμον σῴζων καὶ κτώμενος, οὐκ ἐν παρέργῳ δεόμενον ἐπιτηδεύειν· δύο δὲ ἐπιτηδεύματα ἢ δύο τέχνας ἀκριβῶς διαπονεῖσθαι σχεδὸν οὐδεμία φύσις ἱκανὴ τῶν ἀνθρωπίνων, οὐδʼ αὖ τὴν μὲν αὐτὸς ἱκανὸς ἀσκεῖν, τὴν δὲ ἄλλον ἀσκοῦντα ἐπιτροπεύειν.
因为,作为一个公民,在维护和获得城邦的公共秩序方面,已经拥有一项需要大量练习和许多学习的充分技术,他不应该将其作为副业来从事;而人类的本性几乎没有谁能够同时精确地从事两项职业或两项技术,更不可能自己有能力从事一项,同时又去监管另一个从事另一项技术的人。
§8.847ΑΘ. τοῦτʼ οὖν ἐν πόλει ὑπάρχον δεῖ πρῶτον γίγνεσθαι· μηδεὶς χαλκεύων ἅμα τεκταινέσθω, μηδʼ αὖ τεκταινόμενος χαλκευόντων ἄλλων ἐπιμελείσθω μᾶλλον ἢ τῆς αὑτοῦ τέχνης, πρόφασιν ἔχων ὡς πολλῶν οἰκετῶν ἐπιμελούμενος ἑαυτῷ δημιουργούντων, εἰκότως μᾶλλον ἐπιμελεῖται διʼ ἐκείνων διὰ τὸ τὴν πρόσοδον ἐκεῖθεν αὑτῷ πλείω γίγνεσθαι τῆς αὑτοῦ τέχνης, ἀλλʼ εἷς μίαν ἕκαστος τέχνην ἐν πόλει κεκτημένος ἀπὸ ταύτης ἅμα καὶ τὸ ζῆν κτάσθω.
ΑΘ. 因此,城邦中首先必须存在这一点:任何人不得在当铁匠的同时又当木匠,也不得在当木匠的同时,以管理许多为自己做工的仆人为借口,认为由于那里的收入比自己手艺的收入更多,因而理所当然地通过他们去管理其他做铁匠工作的人,而不是专注于自己的技术;相反,在城邦中,每个人应当只拥有一项技术,并同时以此维持生计。
τοῦτον δὴ τὸν νόμον ἀστυνόμοι διαπονούμενοι σῳζόντων, καὶ τὸν μὲν ἐπιχώριον, ἐὰν εἴς τινα τέχνην ἀποκλίνῃ μᾶλλον ἢ τὴν τῆς ἀρετῆς ἐπιμέλειαν, κολαζόντων ὀνείδεσί τε καὶ ἀτιμίαις, μέχριπερ ἂν κατευθύνωσιν εἰς τὸν αὑτοῦ δρόμον, ξένων δὲ ἄν τις ἐπιτηδεύῃ δύο τέχνας, δεσμοῖσί τε καὶ χρημάτων ζημίαις καὶ ἐκβολαῖς ἐκ τῆς πόλεως κολάζοντες, ἀναγκαζόντων ἕνα μόνον ἀλλὰ μὴ πολλοὺς εἶναι.
市容官应当认真执行并维护这项法律,如果本地人倾向于某项技术而不是对美德的追求,应当用责备和剥夺荣誉来惩罚他,直到引导他回到自己的正道上;但如果异邦人中有谁从事两项技术,应当用监禁、罚款和逐出城邦来惩罚他,强迫他只从事一项而不是多项。
μισθῶν δὲ αὐτοῖς πέρι καὶ τῶν ἀναιρέσεων τῶν ἔργων, καὶ ἐάν τις αὐτοὺς ἕτερος ἢ ʼκεῖνοί τινα ἄλλον ἀδικῶσι, μέχρι δραχμῶν πεντήκοντα ἀστυνόμοι διαδικαζόντων, τὸ δὲ πλέον τούτου τὰ κοινὰ δικαστήρια διακρινόντων κατὰ νόμον.
关于他们的工资和工程的承接,以及如果其他人对他们不公,或者他们对其他人不公,在五十德拉克马以内的,由市容官进行裁决,超过此数额的,由公共法庭依法判决。
τέλος δὲ ἐν τῇ πόλει μηδένα μηδὲν τελεῖν μήτε ἐξαγομένων χρημάτων μήτʼ εἰσαγομένων·
最后,在城邦中,任何人不得对出口的货物或进口的货物缴纳任何关税。
λιβανωτὸν δὲ καὶ ὅσα πρὸς θεοὺς τὰ τοιαῦτα ἐστὶν ξενικὰ θυμιάματα, καὶ πορφύραν καὶ ὅσα βαπτὰ χρώματα, μὴ φερούσης τῆς χώρας, ἢ περί τινα ἄλλην τέχνην δεομένην ξενικῶν τινων εἰσαγωγίμων μηδενὸς ἀναγκαίου χάριν μήτε τις ἀγέτω, μήτε αὖ τῶν ἐν τῇ χώρᾳ ἀναγκαίων ἐμμένειν ἐξαγέτω·
然而,对于乳香以及所有献给神明的此类异国香料,以及紫红素和所有染料——在土地不生产这些东西的情况下,或者关于任何其他需要某些异国进口物资的技术,在没有任何不可缺之必要性的情况下,任何人不得进口,也不得将土地上必须留存的必需品出口。
τούτων δʼ αὖ πάντων ἐπιγνώμονας εἶναι καὶ ἐπιμελητὰς τῶν νομοφυλάκων, πέντε ἀφαιρεθέντων τῶν πρεσβυτέρων, τοὺς ἑξῆς δώδεκα.
对于所有这些事情,在法监中排除最年长的五人之后,接下来的十二人应当作为裁定者和监督者。
περὶ δὲ ὅπλων καὶ ὅσα περὶ τὸν πόλεμον ἅπαντα ὄργανα, ἐάν τινος ἢ τέχνης εἰσαγωγίμου δέῃ γίγνεσθαι ἢ φυτοῦ ἢ μεταλλευτικοῦ κτήματος ἢ δεσμευτικοῦ ἢ ζῴων τινῶν ἕνεκα τῆς τοιαύτης χρείας, ἵππαρχοι καὶ στρατηγοὶ τούτων ἔστωσαν κύριοι εἰσαγωγῆς τε καὶ ἐξαγωγῆς, διδούσης τε ἅμα καὶ δεχομένης τῆς πόλεως, νόμους δὲ περὶ τούτων νομοφύλακες τοὺς πρέποντάς τε καὶ ἱκανοὺς θήσουσι· καπηλείαν δὲ ἕνεκα χρηματισμῶν μήτε οὖν τούτου μήτε ἄλλου μηδενὸς ἐν τῇ χώρᾳ ὅλῃ καὶ πόλει ἡμῖν γίγνεσθαι.
关于武器和所有关于战争的器具,如果由于此类需要而必须进口某种技术、植物、金属产物、捆绑材料或某些动物,骑兵长官和将军们应当负责其进口和出口,城邦同时提供和接受,而法监应当针对这些制定适当且充分的法律;但是,为了赚钱而进行的零售业,无论是为了这个目的还是为了任何其他目的,在我们的整个领土和城邦中都绝对不得存在。
τροφῆς δὲ καὶ διανομῆς τῶν ἐκ τῆς χώρας ἐγγὺς τῆς τοῦ Κρητικοῦ νόμου ἔοικεν ὀρθότης ἄν τις γιγνομένη κατὰ τρόπον γίγνεσθαι.
至于土地产物的供养和分配,如果能够实行一种接近克里特法律的正确制度,似乎会以妥当的方式进行。
δώδεκα μὲν γὰρ δὴ μέρη τὰ πάντα ἐκ τῆς χώρας γιγνόμενα νέμειν χρεὼν πάντας, ᾗπερ καὶ ἀναλωτέα·
因为,所有人应当将土地所产出的一切划分为十二个部分,并按照应当被消耗的方式来进行分配。

词汇与语法注释

  1. 846aὅπῃπερ ἂν ἢ μηδὲν μηδένα ζημιοῖ ἢ τριπλάσιον αὐτὸς κέρδος τῆς τοῦ γείτονος ζημίας κερδαίνῃ — 在表示条件的关系副词从句(ὅπῃπερ 批注 ἂν + 虚拟语气)中,两个免责的备选条件由 ἢ... ἢ... 连接。这表明只有在满足以下两个条件之一时,才允许通过他人土地运输作物:要么“不对任何人造成任何损失”,要么“自己获得的利益达到邻人所受损失的三倍”。
  2. 846cμυρία δὲ ταῦτα ὄντα καὶ σμικρὰ νόμιμα... οὔτʼ ἀνομοθέτητα οἷόν τʼ εἶναι — 该句主干为 `μυρία δὲ ταῦτα ὄντα... οὔτʼ ἀνομοθέτητα οἷόν τʼ εἶναι`,其中不定式 `εἶναι` 表示承接上下文的客观判断。它通过双重否定与关联(οὔτε... τε)指出了这些细微规定的两难:既不能不制定法律,又不值得由年长的立法者亲自逐一制定。
  3. 847cπέντε ἀφαιρεθέντων τῶν πρεσβυτέρων, τοὺς ἑξῆς δώδεκα — 属格独立结构 `πέντε ἀφαιρεθέντων τῶν πρεσβυτέρων`(排除最年长的五人)修饰其后的宾格短语 `τοὺς ἑξῆς δώδεκα`(接下来的十二人)。这意味着,在全体三十七名法监中,排除按年龄排序最年长的五人后,紧接着的十二人将被指派负责该项贸易监督工作。

引用这一段

柏拉图, 法律篇 §8.846-8.847. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:8.846-8.847

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。