§8.841ΚΛ. τίνα δὴ συμβουλεύεις αὐτοῖς τίθεσθαι νόμον, ἐὰν ὁ νῦν τιθέμενος αὐτοὺς ἐκφύγῃ;
ΚΛ. では、もし現在制定しようとしている法律を彼らが逃れてしまうならば、あなたは彼らにどのような法律を制定することを勧めますか。
ΑΘ. δῆλον ὅτι τὸν ἐχόμενον τούτου δεύτερον, ὦ Κλεινία.
ΑΘ. 明らかにこれに続く第二の法律です、クレイニアスよ。
ΚΛ. τίνα λέγεις;
ΚΛ. どのようなものですか。
ΑΘ. ἀγύμναστον ὅτι μάλιστα ποιεῖν τὴν τῶν ἡδονῶν ῥώμην ἦν, τὴν ἐπίχυσιν καὶ τροφὴν αὐτῆς διὰ πόνων ἄλλοσε τρέποντα τοῦ σώματος.
ΑΘ. 快楽の力をできるだけ訓練されないままにしておくこと、すなわち、労働によってその身体への流入と栄養を別の方向へとそらすことでありました。
εἴη δʼ ἂν τοῦτο, εἰ ἀναίδεια μὴ ἐνείη τῇ τῶν ἀφροδισίων χρήσει·
そして、もし性交の使用に破廉恥さが伴わないのであれば、このようなことが可能になるでしょう。
σπανίῳ γὰρ αὖ τῷ τοιούτῳ διʼ αἰσχύνην χρώμενοι, ἀσθενεστέραν ἂν αὐτὴν δέσποιναν κτῷντο ὀλιγάκις χρώμενοι.
なぜなら、恥じらいのゆえに、そのような行為をまれにしか行わないことで、それをめったに行わないようになり、快楽をより弱い主人とすることになるからです。
τὸ δὴ λανθάνειν τούτων δρῶντά τι καλὸν παρʼ αὐτοῖς ἔστω, νόμιμον ἔθει καὶ ἀγράφῳ νομισθὲν νόμῳ, τὸ δὲ μὴ λανθάνειν αἰσχρόν, ἀλλʼ οὐ τὸ μὴ πάντως δρᾶν.
したがって、これらのことの何かを行うにあたって、人目を忍ぶことが彼らの間で美徳とされるようにすべきであり、それは慣習と不文律によって掟とみなされるべきです。 他方、人目を忍ばないことは不名誉とされるべきですが、全く行わないこと自体が不名誉とされるわけではありません。
οὕτω τοῦτο αἰσχρὸν αὖ καὶ καλὸν δευτέρως ἂν ἡμῖν ἐν νόμῳ γενόμενον κέοιτο, ὀρθότητα ἔχον δευτέραν, καὶ τοὺς τὰς φύσεις διεφθαρμένους, οὓς ἥττους αὑτῶν προσαγορεύομεν, ἓν γένος ὄν, περιλαβόντα τρία γένη βιάζοιτʼ ἂν μὴ παρανομεῖν.
このように、この不名誉なことと名誉あることが、私たちにとって第二のあり方で法律として制定されて存立することになり、第二の正しさを持つことになります。 そして、本性を損なわれた人々、すなわち私たちが「自らに打ち勝てない者」と呼ぶ人々は、一つの類をなしているのですが、これは三つの類を包摂することによって、彼らに不法を犯さないよう強制することになります。
ΚΛ. ποῖα δή;
ΚΛ. では、どのような類ですか。
ΑΘ. τό τε θεοσεβὲς ἅμα καὶ φιλότιμον καὶ τὸ μὴ τῶν σωμάτων ἀλλὰ τῶν τρόπων τῆς ψυχῆς ὄντων καλῶν γεγονὸς ἐν ἐπιθυμίᾳ.
ΑΘ. 敬神、名誉心、および、身体ではなく、美しくある魂のありように向けられた欲望です。
ταῦτα δὴ καθάπερ ἴσως ἐν μύθῳ τὰ νῦν λεγόμενʼ ἐστὶν εὐχαί, πολύ γε μὴν ἄριστα, εἴπερ γίγνοιτο, ἐν πάσαις πόλεσι γίγνοιτο ἄν.
これらは今、まるで神話の中の祈りのように語られていますが、もし実現するならば、すべての都市において群を抜いて最も素晴らしいものとなるでしょう。
τάχα δʼ ἄν, εἰ θεὸς ἐθέλοι, κἂν δυοῖν θάτερα βιασαίμεθα περὶ ἐρωτικῶν, ἢ μηδένα τολμᾶν μηδενὸς ἅπτεσθαι τῶν γενναίων ἅμα καὶ ἐλευθέρων πλὴν γαμετῆς ἑαυτοῦ γυναικός, ἄθυτα δὲ παλλακῶν σπέρματα καὶ νόθα μὴ σπείρειν, μηδὲ ἄγονα ἀρρένων παρὰ φύσιν·
そしておそらく、神が望まれるならば、私たちは恋愛に関して、二つのうちのどちらか一方を強制することになるでしょう。 一つは、高貴かつ自由な身分の者には、自身の妻以外の誰にも決して手を出さないよう、また側室との間に神聖ならざる私生児の種を蒔かないよう、また男性との間に自然に反する不妊の種を蒔かないよう、誰もが敢えてしないようにすること。
ἢ τὸ μὲν τῶν ἀρρένων πάμπαν ἀφελοίμεθʼ ἄν, τὸ δὲ γυναικῶν, εἴ τις συγγίγνοιτό τινι πλὴν ταῖς μετὰ θεῶν καὶ ἱερῶν γάμων ἐλθούσαις εἰς τὴν οἰκίαν, ὠνηταῖς εἴτε ἄλλῳ ὁτῳοῦν τρόπῳ κτηταῖς, μὴ λανθάνων ἄνδρας τε καὶ γυναῖκας πάσας, τάχʼ ἂν ἄτιμον αὐτὸν τῶν ἐν τῇ πόλει ἐπαίνων νομοθετοῦντες ὀρθῶς ἂν δόξαιμεν νομοθετεῖν, ὡς ὄντως ὄντα ξενικόν.
もう一つは、男性同士の交わりは完全に禁じる一方で、女性との交わりについては、神々と神聖な婚姻によって家に入った妻以外、すなわち購入されたり、あるいは他のいかなる方法で獲得されたりした女性と交わる者がいて、それがすべての男女に知れ渡って隠しおおせなかった場合、その者を市内のあらゆる称賛から除外して不名誉とすること。 このように立法することは、それが本当に外国風の行為であるとして、正しく立法していると思われるかもしれません。
§8.842ΑΘ.οὗτος δὴ νόμος, εἴτε εἷς εἴτε δύο αὐτοὺς χρὴ προσαγορεύειν, κείσθω περὶ ἀφροδισίων καὶ ἁπάντων τῶν ἐρωτικῶν, ὅσα πρὸς ἀλλήλους διὰ τὰς τοιαύτας ἐπιθυμίας ὁμιλοῦντες ὀρθῶς τε καὶ οὐκ ὀρθῶς πράττομεν.
ΑΘ. この法律が、一つあるいは二つと呼ばれるべきであるにせよ、性交およびすべての恋愛に関すること、すなわち私たちがそのような欲望のために互いに交わりながら、正しく、あるいは正しくなく行っているすべてのことに関して、制定されるとしましょう。
ΜΕ. καὶ τοίνυν, ὦ ξένε, ἐγὼ μέν σοι σφόδρα δεχοίμην ἂν τοῦτον τὸν νόμον, ὁ δὲ δὴ Κλεινίας αὐτὸς φραζέτω τί ποτε περὶ αὐτῶν διανοεῖται.
ΜΕ. それゆえ、客人よ、私としてはこの法律を大いに受け入れたいと思いますが、クレイニアス自身がそれらについて一体どのように考えているかを語ってもらいましょう。
ΚΛ. ἔσται ταῦτα, ὦ Μέγιλλε, ὁπόταν γε δή μοι δόξῃ τις παραπεπτωκέναι καιρός·
ΚΛ. メギロスよ、そうすることにしましょう、まさに私に適当な機会が訪れたと思われるときに。
νῦν μὴν ἐῶμεν τὸν ξένον ἔτι εἰς τὸ πρόσθεν προϊέναι τῶν νόμων.
今は、客人がさらに法律を前に進めるのを認めることにしましょう。
ΜΕ. ὀρθῶς.
ΜΕ. もっともです。
ΑΘ. ἀλλὰ μὴν νῦν γε προϊόντες ἤδη σχεδόν ἐσμεν ἐν τῷ κατεσκευάσθαι μὲν συσσίτια—ὅ φαμεν ἄλλοθι μὲν ἂν χαλεπὸν εἶναι, ἐν Κρήτῃ δὲ οὐδεὶς ἄλλως ἂν ὑπολάβοι δεῖν γίγνεσθαι—τὸ δὲ τίνα τρόπον, πότερον ὡς ἐνθάδε ἢ καθάπερ ἐν Λακεδαίμονι, ἢ παρὰ ταῦτα ἔστιν τι τρίτον εἶδος συσσιτίων ἀμφοῖν τούτοιν ἄμεινον ἂν ἔχον, τοῦτο οὔτʼ ἐξευρεῖν μοι χαλεπὸν εἶναι δοκεῖ, μέγα τε ἀγαθὸν εὑρεθὲν οὐδὲν ἀπεργάσεσθαι·
ΑΘ. さて、今や私たちは進んできて、共同食事が設置されている状態にほぼ達しています。 それは、他の場所では困難であろうが、クレーテーにおいては誰もがそれ以外の方法で行われるべきだとは思わないだろうと私たちが言うものです。 しかし、それがどのような方法であるべきか、すなわち、ここでのようにすべきか、あるいはラケダイモンにおけるようにすべきか、あるいはこれらを超えて、これら両方よりも優れた第三の共同食事の形態があるのか。 これを見出すことは私にとって困難だとは思われませんし、それが見出されたところで大きな善をもたらすわけでもないでしょう。
καὶ γὰρ νῦν ἐμμελῶς ἔχειν κατεσκευασμένα.
なぜなら、現在でもそれらは調和のとれた形で設置されているからです。
τούτοις δʼ ἐστὶν ἀκόλουθον ἡ τοῦ βίου κατασκευή, τίνʼ αὐτοῖς ἂν τρόπον ἕποιτο.
これらに続くのは、彼らの生活のあり方であり、それがいかなる方法で彼らに伴うべきかということです。
βίος δὴ ἄλλαις μὲν πόλεσιν παντοδαπῶς ἂν καὶ πολλαχόθεν εἴη, μάλιστα δὲ ἐκ διπλασίων ἢ τούτοις·
実際、他の都市における生活は、多様であり多方面から得られるでしょうが、特に、これらの二倍の源泉から得られるでしょう。
ἐκ γῆς γὰρ καὶ ἐκ θαλάττης τοῖς πλείστοις τῶν Ἑλλήνων ἐστὶ κατεσκευασμένα τὰ περὶ τὴν τροφήν, τούτοις δὲ μόνον ἐκ γῆς.
なぜなら、ギリシア人の大部分にとっては、食糧に関する事柄が陸地と海の両方から調えられているのに対し、彼らにとっては陸地のみから調えられているからです。
τῷ μὲν οὖν νομοθέτῃ τοῦτο ῥᾷον·
したがって、立法者にとっては、このことはより容易です。
οὐ γὰρ μόνον ἡμίσεις αὖ γίγνονται νόμοι μέτριοι, πολὺ δʼ ἐλάττους, ἔτι δʼ ἐλευθέροις ἀνθρώποις μᾶλλον πρέποντες.
なぜなら、穏当な法律が半分になるだけでなく、はるかに少なくなり、さらに自由人にいっそうふさわしいものになるからです。
ναυκληρικῶν μὲν γὰρ καὶ ἐμπορικῶν καὶ καπηλευτικῶν καὶ πανδοκεύσεων καὶ τελωνικῶν καὶ μεταλλειῶν καὶ δανεισμῶν καὶ ἐπιτόκων τόκων καὶ ἄλλων μυρίων τοιούτων τὰ πολλὰ ἀπήλλακται, χαίρειν αὐτοῖς εἰπών, ὁ περὶ ταύτην τὴν πόλιν νομοθέτης, γεωργοῖς δὲ καὶ νομεῦσι καὶ μελιττουργοῖς καὶ τοῖς περὶ τὰ τοιαῦτα φυλακτηρίοις τε καὶ ἐπιστάταις ὀργάνων νομοθετήσει, τὰ μέγιστα ἤδη νενομοθετηκὼς περὶ γάμους ἅμα καὶ γενέσεις παίδων καὶ τροφάς, ἔτι δὲ καὶ παιδείας ἀρχῶν τε καταστάσεις ἐν τῇ πόλει·
船主、商人、小売商、宿屋、徴税、鉱山、貸付、高利貸し、その他数え切れないほどの同様の事柄の大部分から、この都市に関する立法者は、それらにおさらばして解放されており、農夫、牧人、養蜂家、およびそれらに関する道具の管理・監督者たちのために立法することになるからです。
νῦν δʼ ἐπὶ τοὺς τὴν τροφὴν καὶ ὅσοι περὶ αὐτὴν ταύτην συνδιαπονοῦσιν ἀναγκαῖον νομοθετοῦντά ἐστιν τρέπεσθαι.
結婚、子供の出生、養育、さらには教育、市内の官職の設置に関する最重要の事柄についてすでに立法し終えたので、今や食糧およびその食糧そのもののために共に労苦するすべての人々について、立法者は目を転じざるを得ないのです。
πρῶτον δὴ νόμοι ἔστωσαν λεγόμενοι τοὔνομα γεωργικοί.
したがって、第一に、「農業法」と名付けられた法律が制定されるべきです。