Humanitext Reader

柏拉图 · 法律篇 §8.841-8.842

关于性爱的第二条法律与农业法绪论

第 115 段,共 186 段 · 希腊语

内容简介

针对克勒尼亚斯的提问,雅典客人提出了针对性爱规范的“第二条法律”,即利用敬神、荣誉心以及对公开羞辱的惧怕来进行约束。随后,他将讨论转向以共同饮食为基础的城邦生活安排,并开始制定相关的“农业法”。

§8.841ΚΛ. τίνα δὴ συμβουλεύεις αὐτοῖς τίθεσθαι νόμον, ἐὰν ὁ νῦν τιθέμενος αὐτοὺς ἐκφύγῃ;
克勒尼亚斯:那么,如果现在正制定的法律被他们逃避了,你建议为他们制定什么法律呢?
ΑΘ. δῆλον ὅτι τὸν ἐχόμενον τούτου δεύτερον, ὦ Κλεινία.
阿非那人:显然,克勒尼亚斯,是紧随其后的第二条法律。
ΚΛ. τίνα λέγεις;
克勒尼亚斯:你指的是哪一条?
ΑΘ. ἀγύμναστον ὅτι μάλιστα ποιεῖν τὴν τῶν ἡδονῶν ῥώμην ἦν, τὴν ἐπίχυσιν καὶ τροφὴν αὐτῆς διὰ πόνων ἄλλοσε τρέποντα τοῦ σώματος.
阿非那人:那就是尽可能让快乐的力量不经训练,通过劳动将它在身体中的涌流和滋养转向别处。
εἴη δʼ ἂν τοῦτο, εἰ ἀναίδεια μὴ ἐνείη τῇ τῶν ἀφροδισίων χρήσει·
如果性交的使用中没有无耻,这一点就会实现。
σπανίῳ γὰρ αὖ τῷ τοιούτῳ διʼ αἰσχύνην χρώμενοι, ἀσθενεστέραν ἂν αὐτὴν δέσποιναν κτῷντο ὀλιγάκις χρώμενοι.
因为由于羞耻,他们很少使用这种东西,通过很少使用,他们就会让它成为一个较弱的女主人。
τὸ δὴ λανθάνειν τούτων δρῶντά τι καλὸν παρʼ αὐτοῖς ἔστω, νόμιμον ἔθει καὶ ἀγράφῳ νομισθὲν νόμῳ, τὸ δὲ μὴ λανθάνειν αἰσχρόν, ἀλλʼ οὐ τὸ μὴ πάντως δρᾶν.
因此,在他们中间,做这些事时保持隐秘应当被视为美德,这通过习惯和不成文法被视为规矩,而不保持隐秘则是可耻的,但并非绝对不做是可耻的。
οὕτω τοῦτο αἰσχρὸν αὖ καὶ καλὸν δευτέρως ἂν ἡμῖν ἐν νόμῳ γενόμενον κέοιτο, ὀρθότητα ἔχον δευτέραν, καὶ τοὺς τὰς φύσεις διεφθαρμένους, οὓς ἥττους αὑτῶν προσαγορεύομεν, ἓν γένος ὄν, περιλαβόντα τρία γένη βιάζοιτʼ ἂν μὴ παρανομεῖν.
这样,这种可耻与优美作为法律以第二种方式为我们奠定,具有第二种正确性,并且包围了那些天性败坏的人——我们称之为无法自控的人,他们构成一个类别——通过包罗三个类别,它将强制他们不违背法律。
ΚΛ. ποῖα δή;
克勒尼亚斯:是哪三个类别呢?
ΑΘ. τό τε θεοσεβὲς ἅμα καὶ φιλότιμον καὶ τὸ μὴ τῶν σωμάτων ἀλλὰ τῶν τρόπων τῆς ψυχῆς ὄντων καλῶν γεγονὸς ἐν ἐπιθυμίᾳ.
阿非那人:那就是敬神、好名誉,以及对美丽的灵魂品格而非对身体产生的渴望。
ταῦτα δὴ καθάπερ ἴσως ἐν μύθῳ τὰ νῦν λεγόμενʼ ἐστὶν εὐχαί, πολύ γε μὴν ἄριστα, εἴπερ γίγνοιτο, ἐν πάσαις πόλεσι γίγνοιτο ἄν.
这些事情现在虽然可能像神话中的祈愿,但如果实现的话,在所有城邦中都将是非常美好的。
τάχα δʼ ἄν, εἰ θεὸς ἐθέλοι, κἂν δυοῖν θάτερα βιασαίμεθα περὶ ἐρωτικῶν, ἢ μηδένα τολμᾶν μηδενὸς ἅπτεσθαι τῶν γενναίων ἅμα καὶ ἐλευθέρων πλὴν γαμετῆς ἑαυτοῦ γυναικός, ἄθυτα δὲ παλλακῶν σπέρματα καὶ νόθα μὴ σπείρειν, μηδὲ ἄγονα ἀρρένων παρὰ φύσιν· ἢ τὸ μὲν τῶν ἀρρένων πάμπαν ἀφελοίμεθʼ ἄν, τὸ δὲ γυναικῶν, εἴ τις συγγίγνοιτό τινι πλὴν ταῖς μετὰ θεῶν καὶ ἱερῶν γάμων ἐλθούσαις εἰς τὴν οἰκίαν, ὠνηταῖς εἴτε ἄλλῳ ὁτῳοῦν τρόπῳ κτηταῖς, μὴ λανθάνων ἄνδρας τε καὶ γυναῖκας πάσας, τάχʼ ἂν ἄτιμον αὐτὸν τῶν ἐν τῇ πόλει ἐπαίνων νομοθετοῦντες ὀρθῶς ἂν δόξαιμεν νομοθετεῖν, ὡς ὄντως ὄντα ξενικόν.
如果神愿意的话,我们也许能在恋爱事务上强制推行两件事中的一件:要么没有任何人敢于触碰任何高贵且自由的人,除了他自己的合法妻子,不播下与情妇的、不神圣且私生的种子,也不播下违反自然的、男性的无育种子;要么,一方面完全禁止男性之间的交往,另一方面关于女性,如果有人与任何人交往,除了通过神明和神圣婚姻进入家庭的妻子之外,无论是买来的还是以任何其他方式获得的,并且没有避开所有男女的注意,那么我们通过立法剥夺他在城邦中的赞美,可能被认为是正确立法的,因为这确实是一种外来的恶习。
§8.842ΑΘ.οὗτος δὴ νόμος, εἴτε εἷς εἴτε δύο αὐτοὺς χρὴ προσαγορεύειν, κείσθω περὶ ἀφροδισίων καὶ ἁπάντων τῶν ἐρωτικῶν, ὅσα πρὸς ἀλλήλους διὰ τὰς τοιαύτας ἐπιθυμίας ὁμιλοῦντες ὀρθῶς τε καὶ οὐκ ὀρθῶς πράττομεν.
阿非那人:这一法律,无论应该称其为一条还是两条,都应作为关于性交以及所有恋爱事务的法律确立下来,也就是我们因这些欲望而互相交往时,正确或不正确地所做的一切事情。
ΜΕ. καὶ τοίνυν, ὦ ξένε, ἐγὼ μέν σοι σφόδρα δεχοίμην ἂν τοῦτον τὸν νόμον, ὁ δὲ δὴ Κλεινίας αὐτὸς φραζέτω τί ποτε περὶ αὐτῶν διανοεῖται.
梅吉洛斯:因此,客人啊,我非常愿意为你接受这一法律,但请克勒尼亚斯自己说说他对这些事情有什么想法。
ΚΛ. ἔσται ταῦτα, ὦ Μέγιλλε, ὁπόταν γε δή μοι δόξῃ τις παραπεπτωκέναι καιρός·
克勒尼亚斯:会这样的,梅吉洛斯,每当我觉得合适的机会来到时。
νῦν μὴν ἐῶμεν τὸν ξένον ἔτι εἰς τὸ πρόσθεν προϊέναι τῶν νόμων.
现在,我们还是让客人继续推进法律吧。
ΜΕ. ὀρθῶς.
梅吉洛斯:很对。
ΑΘ. ἀλλὰ μὴν νῦν γε προϊόντες ἤδη σχεδόν ἐσμεν ἐν τῷ κατεσκευάσθαι μὲν συσσίτια—ὅ φαμεν ἄλλοθι μὲν ἂν χαλεπὸν εἶναι, ἐν Κρήτῃ δὲ οὐδεὶς ἄλλως ἂν ὑπολάβοι δεῖν γίγνεσθαι—τὸ δὲ τίνα τρόπον, πότερον ὡς ἐνθάδε ἢ καθάπερ ἐν Λακεδαίμονι, ἢ παρὰ ταῦτα ἔστιν τι τρίτον εἶδος συσσιτίων ἀμφοῖν τούτοιν ἄμεινον ἂν ἔχον, τοῦτο οὔτʼ ἐξευρεῖν μοι χαλεπὸν εἶναι δοκεῖ, μέγα τε ἀγαθὸν εὑρεθὲν οὐδὲν ἀπεργάσεσθαι· καὶ γὰρ νῦν ἐμμελῶς ἔχειν κατεσκευασμένα.
阿非那人:不过,现在我们继续前进,几乎已经到了建立共同饮食的阶段——我们说过这在其他地方会很困难,但在克里特岛没有人会认为应该以其他方式进行。
τούτοις δʼ ἐστὶν ἀκόλουθον ἡ τοῦ βίου κατασκευή, τίνʼ αὐτοῖς ἂν τρόπον ἕποιτο.
但是,至于以何种方式,是像这里这样,还是像在拉刻代蒙那样,或者在这两家之外,是否有第三种比这两者更好的共同饮食形式,这对我来说似乎并不难找到,而且一旦找到,也不会产生多大的好处,因为即使是现在,它们也已经建立得很协调了。
βίος δὴ ἄλλαις μὲν πόλεσιν παντοδαπῶς ἂν καὶ πολλαχόθεν εἴη, μάλιστα δὲ ἐκ διπλασίων ἢ τούτοις·
与这些相伴随的是生活的安排,以及生活应该以何种方式跟随他们。
ἐκ γῆς γὰρ καὶ ἐκ θαλάττης τοῖς πλείστοις τῶν Ἑλλήνων ἐστὶ κατεσκευασμένα τὰ περὶ τὴν τροφήν, τούτοις δὲ μόνον ἐκ γῆς.
因为其他城邦的生活确实是各种各样的,而且来源广泛,特别是这些人的两倍;因为大多数希腊人的粮食事务是在陆地和海洋上建立起来的,而这些人则仅在陆地上。
τῷ μὲν οὖν νομοθέτῃ τοῦτο ῥᾷον· οὐ γὰρ μόνον ἡμίσεις αὖ γίγνονται νόμοι μέτριοι, πολὺ δʼ ἐλάττους, ἔτι δʼ ἐλευθέροις ἀνθρώποις μᾶλλον πρέποντες.
因此,对于立法者来说,这是比较容易的;因为不仅温和的法律减少了一半,而且少得多,并且更适合自由人。
ναυκληρικῶν μὲν γὰρ καὶ ἐμπορικῶν καὶ καπηλευτικῶν καὶ πανδοκεύσεων καὶ τελωνικῶν καὶ μεταλλειῶν καὶ δανεισμῶν καὶ ἐπιτόκων τόκων καὶ ἄλλων μυρίων τοιούτων τὰ πολλὰ ἀπήλλακται, χαίρειν αὐτοῖς εἰπών, ὁ περὶ ταύτην τὴν πόλιν νομοθέτης, γεωργοῖς δὲ καὶ νομεῦσι καὶ μελιττουργοῖς καὶ τοῖς περὶ τὰ τοιαῦτα φυλακτηρίοις τε καὶ ἐπιστάταις ὀργάνων νομοθετήσει, τὰ μέγιστα ἤδη νενομοθετηκὼς περὶ γάμους ἅμα καὶ γενέσεις παίδων καὶ τροφάς, ἔτι δὲ καὶ παιδείας ἀρχῶν τε καταστάσεις ἐν τῇ πόλει·
因为关于船东、商旅、零售、旅馆、收税、采矿、借贷、高利贷以及无数其他此类事情,这一城邦的立法者在很大程度上已经免除了它们,对它们道了别,他将为农夫、牧人、养蜂人以及关于这些事情的工具保管人和监督者立法,他已经就婚姻、生育和抚养,以及城邦中的教育和官职设立等最大事项立法完毕。
νῦν δʼ ἐπὶ τοὺς τὴν τροφὴν καὶ ὅσοι περὶ αὐτὴν ταύτην συνδιαπονοῦσιν ἀναγκαῖον νομοθετοῦντά ἐστιν τρέπεσθαι.
但现在,立法者必须转向粮食以及与粮食本身共同劳作的人。
πρῶτον δὴ νόμοι ἔστωσαν λεγόμενοι τοὔνομα γεωργικοί.
首先,让法律被称为农业法。

词汇与语法注释

  1. 841aἀγύμναστον ὅτι μάλιστα ποιεῖν τὴν τῶν ἡδονῶν ῥώμην ἦν — 不定式短语 ἀγύμναστον ... ποιεῖν 的逻辑主语可根据上下文补出为“立法者”或“我们”。未完成过去时 ἦν 指代先前商定好的意图(“本是要使……”)。
  2. 841bτὸ δὴ λανθάνειν τούτων δρῶντά τι καλὸν παρʼ αὐτοῖς ἔστω — 带冠词的不定式 τὸ λανθάνειν 作主语。分词 δρῶντά τι 采用宾格,是因为它与不定式 λανθάνειν 的逻辑主语(即泛指的宾格人称)保持一致。
  3. 841cτό τε θεοσεβὲς ἅμα καὶ φιλότιμον καὶ τὸ μὴ τῶν σωμάτων ἀλλὰ τῶν τρόπων τῆς ψυχῆς ὄντων καλῶν γεγονὸς ἐν ἐπιθυμίᾳ — 这是对前文“三个类别”(τρία γένη)进行具体说明的同位语结构。在最后一个要素中,短语 τῶν τρόπων ... ὄντων καλῶν 并非属格独立结构,而是修饰 ἐπιθυμίᾳ 的属格,意为“对美丽的灵魂品格的渴望”。
  4. 842bἐν τῷ κατεσκευάσθαι μὲν συσσίτια — 此句由介词 ἐν 连同带冠词的完成时被动不定式 κατεσκευάσθαι 及其主语 συσσίτια 构成。完成时态强调了作为一项确立制度的“已被设立”的持续状态。

引用这一段

柏拉图, 法律篇 §8.841-8.842. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:8.841-8.842

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。