Humanitext Reader

プラトン · 法律 §8.837-8.838

愛欲の三分類と近親相姦の禁忌に見る法の定着

113 / 186 箇所 · ギリシア語

要旨

アテナイの異邦人は、友情と愛欲(エロース)の種類を、対照的な者同士、似た者同士、そしてその混合の3つに整理し、城邦において徳に基づく愛欲のみを認めるべきだと主張する。また、近親相姦の禁忌が不成文の法や噂(世論)の力によって強力に維持されている例を挙げ、立法者が世論を神聖化することで法を強固にできることを示す。

§8.837ΑΘ. τὴν τῆς φιλίας τε καὶ ἐπιθυμίας ἅμα καὶ τῶν λεγομένων ἐρώτων φύσιν ἰδεῖν ἀναγκαῖον, εἰ μέλλει τις ταῦτα ὀρθῶς διανοηθήσεσθαι·
ΑΘ. 友情と欲望、さらにはいわゆる愛欲(エロース)の自然について、もしこれらを正しく理解しようとするならば、それを見極めることが必要です。
δύο γὰρ ὄντα αὐτά, καὶ ἐξ ἀμφοῖν τρίτον ἄλλο εἶδος, ἓν ὄνομα περιλαβὸν πᾶσαν ἀπορίαν καὶ σκότον ἀπεργάζεται.
なぜなら、これらは二つの異なるものであるのに、それら両方から生じる第三の別の種類をも含めて、一つの名前がそれらを包括してしまっているために、多大の混乱と闇を生じさせているからです。
ΚΛ. πῶς;
ΚΛ. どのようにですか。
ΑΘ. φίλον μέν που καλοῦμεν ὅμοιον ὁμοίῳ κατʼ ἀρετὴν καὶ ἴσον ἴσῳ, φίλον δʼ αὖ καὶ τὸ δεόμενον τοῦ πεπλουτηκότος, ἐναντίον ὂν τῷ γένει·
ΑΘ. 私たちは、徳に関して似た者同士、あるいは対等な者同士を「友」と呼ぶこともあれば、他方で、富んでいる者を必要とする、すなわち種類において正反対である者を「友」と呼ぶこともあります。
ὅταν δὲ ἑκάτερον γίγνηται σφοδρόν, ἔρωτα ἐπονομάζομεν.
そして、これらそれぞれの友情が激しくなるとき、私たちはそれを「愛欲(エロース)」と名付けます。
ΚΛ. ὀρθῶς.
ΚΛ. その通りです。
ΑΘ. φιλία τοίνυν ἡ μὲν ἀπὸ ἐναντίων δεινὴ καὶ ἀγρία καὶ τὸ κοινὸν οὐ πολλάκις ἔχουσα ἐν ἡμῖν, ἡ δʼ ἐκ τῶν ὁμοίων ἥμερός τε καὶ κοινὴ διὰ βίου·
ΑΘ. したがって、相反する者同士の間の友情は激しく、荒々しく、私たちの間で共有されるものを滅多に持ちません。 それに対して、似た者同士の間の友情は穏やかで、生涯を通じて共有されます。
μεικτὴ δὲ ἐκ τούτων γενομένη πρῶτον μὲν καταμαθεῖν οὐ ῥᾳδία, τί ποτε βούλοιτʼ ἂν αὑτῷ γενέσθαι τὸν τρίτον ἔρωτά τις ἔχων τοῦτον, ἔπειτα εἰς τοὐναντίον ὑπʼ ἀμφοῖν ἑλκόμενος ἀπορεῖ, τοῦ μὲν κελεύοντος τῆς ὥρας ἅπτεσθαι, τοῦ δὲ ἀπαγορεύοντος.
しかし、これら二つが混ざり合って生じる友情は、まず、この第三の愛欲を抱く者が、いったい自分にどうなってほしいと願っているのかを理解することが容易ではありません。 さらに、両方の力によって正反対の方向へと引っ張られるため、彼は混乱してしまいます。 一方の力が若さの盛りに触れるように命じるのに対し、他方の力はそれを禁じるからです。
ὁ μὲν γὰρ τοῦ σώματος ἐρῶν, καὶ τῆς ὥρας καθάπερ ὀπώρας πεινῶν, ἐμπλησθῆναι παρακελεύεται ἑαυτῷ, τιμὴν οὐδεμίαν ἀπονέμων τῷ τῆς ψυχῆς ἤθει τοῦ ἐρωμένου·
というのも、肉体を愛し、秋の果実のように若さの盛りに飢えている者は、自分自身にそれを満たすよう促し、愛する者の魂の品性にはいかなる敬意も払いません。
ὁ δὲ πάρεργον μὲν τὴν τοῦ σώματος ἐπιθυμίαν ἔχων, ὁρῶν δὲ μᾶλλον ἢ ἐρῶν, τῇ ψυχῇ δὲ ὄντως τῆς ψυχῆς ἐπιτεθυμηκώς, ὕβριν ἥγηται τὴν περὶ τὸ σῶμα τοῦ σώματος πλησμονήν, τὸ σῶφρον δὲ καὶ ἀνδρεῖον καὶ μεγαλοπρεπὲς καὶ τὸ φρόνιμον αἰδούμενος ἅμα καὶ σεβόμενος, ἁγνεύειν ἀεὶ μεθʼ ἁγνεύοντος τοῦ ἐρωμένου βούλοιτʼ ἄν·
しかし、肉体的な欲望を副次的なものとし、愛欲する(渇望する)というよりは見守ることを望み、魂によって魂を真に切望している者は、肉体による肉体の充足を傲慢とみなし、節制と勇気と気高さと知恵を畏敬し、同時に尊重して、貞潔な被愛者とともに常に貞潔であり続けたいと願うからです。
ὁ δὲ μειχθεὶς ἐξ ἀμφοῖν τρίτος ἔρως οὗτός ἐσθʼ ὃν νῦν διεληλύθαμεν ὡς τρίτον.
これら両方が混ざり合って生じる第三の愛欲こそ、私たちが先ほど第三のものとして説明したものです。
ὄντων δὲ τούτων τοσούτων, πότερον ἅπαντας δεῖ κωλύειν τὸν νόμον, ἀπείργοντα μὴ γίγνεσθαι ἐν ἡμῖν, ἢ δῆλον ὅτι τὸν μὲν ἀρετῆς ὄντα καὶ τὸν νέον ἐπιθυμοῦντα ὡς ἄριστον γίγνεσθαι βουλοίμεθʼ ἂν ἡμῖν ἐν τῇ πόλει ἐνεῖναι, τοὺς δὲ δύο, εἰ δυνατὸν εἴη, κωλύοιμεν ἄν;
これらがこれほどの種類ある中で、法はそれらすべてを禁じて私たちの間に生じないようにすべきでしょうか。 それとも、徳に基づき、若者が最善の者となることを望む愛欲については、私たちの城邦に存在することを望み、他の二つについては、可能であれば禁じるべきでしょうか。
ἢ πῶς λέγομεν, ὦ φίλε Μέγιλλε;
それとも、親愛なるメギロスよ、私たちはどのように言うべきでしょうか。
ΜΕ. πάντῃ τοι καλῶς, ὦ ξένε, περὶ αὐτῶν τούτων εἴρηκας τὰ νῦν.
ΜΕ. 異邦人よ、あなたが今言われたことは、まさにこれらの事柄についてすべての点において美しく語られています。
ΑΘ. ἔοικά γε, ὅπερ καὶ ἐτόπαζον, τυχεῖν τῆς σῆς, ὦ φίλε, συνῳδίας·
ΑΘ. 親愛なる友よ、私も推測していた通り、あなたの同意を得られたようです。
τὸν δὲ νόμον ὑμῶν, ὅτι νοεῖ περὶ τὰ τοιαῦτα, οὐδέν με ἐξετάζειν δεῖ, δέχεσθαι δὲ τὴν τῷ λόγῳ συγχώρησιν.
あなたがたの法律がこのような事柄について何を意図しているかについては、私は何も問い質す必要はなく、この議論における同意を受け入れるべきでしょう。
Κλεινίᾳ δὲ μετὰ ταῦτα καὶ εἰς αὖθις περὶ αὐτῶν τούτων πειράσομαι ἐπᾴδων πείθειν.
クレイニアスに対しては、この後、また次の機会に、まさにこれらのことについて、歌いかけるように説得を試みることにしましょう。
τὸ δέ μοι δεδομένον ὑπὸ σφῷν ἴτω, καὶ διεξέλθωμεν πάντως τοὺς νόμους.
いずれにせよ、あなたがた二人から与えられた同意を進め、国法全体の検討を続けましょう。
ΜΕ. ὀρθότατα λέγεις.
ΜΕ. まさにその通りにおっしゃる。
§8.838ΑΘ. τέχνην δή τινʼ αὖ τούτου τοῦ νόμου τῆς θέσεως ἐν τῷ νῦν παρόντι τὴν μὲν ῥᾳδίαν ἔχω, τὴν δʼ αὖ τινα τρόπον παντάπασιν ὡς οἷόν τε χαλεπωτάτην.
ΑΘ. さて、この法律の制定の技術に関して、現在の状況においては、私は一方では容易な方法を持っていますが、他方ではある意味でまったく極めて困難な方法を持っています。
ΜΕ. πῶς δὴ λέγεις;
ΜΕ. それは一体どういうことですか。
ΑΘ. ἴσμεν που καὶ τὰ νῦν τοὺς πλείστους τῶν ἀνθρώπων, καίπερ παρανόμους ὄντας, ὡς εὖ τε καὶ ἀκριβῶς εἴργονται τῆς τῶν καλῶν συνουσίας οὐκ ἄκοντες, ὡς οἷόν τε δὲ μάλιστα ἑκόντες.
ΑΘ. 私たちは現在でも、ほとんどの人間が、たとえ無法者であっても、美しい者たちとの交わりから、不本意ながらではなく、可能な限り自発的に、いかに見事に、かつ厳格に遠ざけられているかを知っているはずです。
ΜΕ. πότε λέγεις;
ΜΕ. それはどのようなときのことですか。
ΑΘ. ὅταν ἀδελφὸς ἢ ἀδελφή τῳ γένωνται καλοί.
ΑΘ. 誰かに美しい兄や姉ができたときです。
καὶ περὶ ὑέος ἢ θυγατρὸς ὁ αὐτὸς νόμος ἄγραφος ὢν ὡς οἷόν τε ἱκανώτατα φυλάττει μήτε φανερῶς μήτε λάθρᾳ συγκαθεύδοντα ἤ πως ἄλλως ἀσπαζόμενον ἅπτεσθαι τούτων·
そして、息子や娘に関しても、同じ不成文の法がこれ以上ないほど十分に彼らを保護し、公然と、あるいは密かに、共寝をしたり、他の方法で愛撫して触れたりすることを防いでいます。
ἀλλʼ οὐδʼ ἐπιθυμία ταύτης τῆς συνουσίας τὸ παράπαν εἰσέρχεται τοὺς πολλούς.
いや、そもそもこのような交わりに対する欲望そのものが、ほとんどの人々の中に全く入り込むことさえありません。
ΜΕ. ἀληθῆ λέγεις.
ΜΕ. あなたの言う通りです。
ΑΘ. οὐκοῦν σμικρὸν ῥῆμα κατασβέννυσι πάσας τὰς τοιαύτας ἡδονάς;
ΑΘ. そうであれば、わずかな言葉が、そのような快楽のすべてを消し去るのではないですか。
ΜΕ. τὸ ποῖον δὴ λέγεις;
ΜΕ. それはどのような言葉ですか。
ΑΘ. τὸ ταῦτα εἶναι φάναι μηδαμῶς ὅσια, θεομισῆ δὲ καὶ αἰσχρῶν αἴσχιστα.
ΑΘ. これらの行為は決して神聖ではなく、神に忌まわ嫌われるものであり、恥ずべきことのうちで最も恥ずべきことであると言うことです。
τὸ δʼ αἴτιον ἆρʼ οὐ τοῦτʼ ἐστί, τὸ μηδένα ἄλλως λέγειν αὐτά, ἀλλʼ εὐθὺς γενόμενον ἡμῶν ἕκαστον ἀκούειν τε λεγόντων ἀεὶ καὶ πανταχοῦ ταῦτα, ἐν γελοίοις τε ἅμα ἐν πάσῃ τε σπουδῇ τραγικῇ λεγομένῃ πολλάκις, ὅταν ἢ Θυέστας ἤ τινας Οἰδίποδας εἰσάγωσιν, ἢ Μακαρέας τινὰς ἀδελφαῖς μειχθέντας λαθραίως, ὀφθέντας δὲ ἑτοίμως θάνατον αὑτοῖς ἐπιτιθέντας δίκην τῆς ἁμαρτίας;
その原因は、誰も他のようには語らず、私たちの一人一人が生まれてすぐに、常に、そして至る所で、冗談の席でも、またいわゆる悲劇的なあらゆる真剣な場面でも、これが繰り返し語られるのを聞いているからではないでしょうか。 悲劇において、スュエステスやオイディプス、あるいは妹と密かに交わったマカレウスたちが登場し、それが発覚すると、その過ちに対する罰として進んで自らに死を課すのが描かれるときに。
ΜΕ. ὀρθότατα λέγεις τό γε τοσοῦτον, ὅτι τὸ τῆς φήμης θαυμαστήν τινα δύναμιν εἴληχεν, ὅταν μηδεὶς μηδαμῶς ἄλλως ἀναπνεῖν ἐπιχειρήσῃ ποτὲ παρὰ τὸν νόμον.
ΜΕ. 少なくとも、噂というものが、誰も国法に反して一息でも異なる行動をとろうと試みないとき、驚くべき力を得ているという点においては、全くその通りです。
ΑΘ. οὐκοῦν ὀρθὸν τὸ νυνδὴ ῥηθέν, ὅτι νομοθέτῃ, βουλομένῳ τινὰ ἐπιθυμίαν δουλώσασθαι τῶν διαφερόντως τοὺς ἀνθρώπους δουλουμένων, ῥᾴδιον γνῶναί γε ὅντινα τρόπον χειρώσαιτο ἄν·
ΑΘ. そうであれば、先ほど言された、人間をとりわけ従属させる欲望の一つを従属させようと望む立法者にとって、いかなる方法でそれを制圧すべきかを知ることは容易である、ということは正しいのです。
ὅτι καθιερώσας ταύτην τὴν φήμην παρὰ πᾶσι, δούλοις τε καὶ ἐλευθέροις καὶ παισὶ καὶ γυναιξὶ καὶ ὅλῃ τῇ πόλει κατὰ τὰ αὐτά, οὕτω τὸ βεβαιότατον ἀπειργασμένος ἔσται περὶ τοῦτον τὸν νόμον.
すなわち、この噂をすべての人々――奴隷も自由人も、子供も女性も、そして城邦全体――の間で等しく神聖なものとすることによって、彼はこの法律に関して、この上なく強固な基礎を築くことになるでしょうから。
ΜΕ. πάνυ μὲν οὖν·
ΜΕ. まさにその通りです。
ὅπως δὲ αὖ τὸ τοιοῦτον ἐθέλοντας λέγειν πάντας δυνατὸν ἔσται ποτὲ παρασχεῖν—
しかし、そのようなことをすべての人が自発的に語るように仕向けることが、いかにして可能になるかという点に関しては――

語釈・文法注

  1. 837aδύο γὰρ ὄντα αὐτά, καὶ ἐξ ἀμφοῖν τρίτον ἄλλο εἶδος, ἓν ὄνομα περιλαβὸν πᾶσαν ἀπορίαν καὶ σκότον ἀπεργάζεται. — 「これらは二つ(対照的な者同士の友情と、似た者同士の友情)であり、かつそれら両方から生じる第三の別の種類があるのに、一つの名前(愛欲)がそれらを包括している」という構造。ὄντα は主格絶対(anacoluthon)または分詞構文であり、後ろの ἓν ὄνομα が主語として機能している。
  2. 837bφιλία τοίνυν ἡ μὲν ἀπὸ ἐναντίων δεινὴ καὶ ἀγρία — 「相反する者からの友情」と「似た者からの友情」の対比。前者は物質的あるいは肉体的な不足を満たしようとする利害関係に起因するため不安定(δεινὴ καὶ ἀγρία)とされる。
  3. 837cὁρῶν δὲ μᾶλλον ἢ ἐρῶν — 肉体的な所有や情欲を追求する者(ἐρῶν)に対して、魂の高潔さを見守る観照的な立場(ὁρῶν)を強調する言葉遊び的な対比。
  4. 838bἀλλʼ οὐδʼ ἐπιθυμία ταύτης τῆς συνουσίας τὸ παράπαν εἰσέρχεται τοὺς πολλούς. — οὐδέ(〜さえ…ない)が ἐπιθυμία にかかり、さらに τὸ παράπαν(全く、そもそも)が加わることで、親族間の性交に対する欲望自体が一般市民の心に全く生じないことを強く否定している。
  5. 838cτὸ δʼ αἴτιον ἆρʼ οὐ τοῦτʼ ἐστί, τὸ μηδένα ἄλλως λέγειν αὐτά — ἆρʼ οὐ は「〜ではないか」という強い肯定の推量を表す。同格の τό 節(τὸ μηδένα...)が、その主たる原因(τὸ αἴτιον)の内容を説明している。

この箇所を引用する

プラトン, 法律 §8.837-8.838. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:8.837-8.838

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。