§8.837ΑΘ. τὴν τῆς φιλίας τε καὶ ἐπιθυμίας ἅμα καὶ τῶν λεγομένων ἐρώτων φύσιν ἰδεῖν ἀναγκαῖον, εἰ μέλλει τις ταῦτα ὀρθῶς διανοηθήσεσθαι·
ΑΘ. 如果我们要正确地思考这些问题,就必须看清友谊、欲望以及所谓爱欲的本性。
δύο γὰρ ὄντα αὐτά, καὶ ἐξ ἀμφοῖν τρίτον ἄλλο εἶδος, ἓν ὄνομα περιλαβὸν πᾶσαν ἀπορίαν καὶ σκότον ἀπεργάζεται.
因为虽然它们是两种不同的东西,但由于包含了由这两者产生的第三种类型,一个单一的名字包揽了它们,从而造成了极大的困惑和黑暗。
ΚΛ. πῶς;
ΚΛ. 怎么说?
ΑΘ. φίλον μέν που καλοῦμεν ὅμοιον ὁμοίῳ κατʼ ἀρετὴν καὶ ἴσον ἴσῳ, φίλον δʼ αὖ καὶ τὸ δεόμενον τοῦ πεπλουτηκότος, ἐναντίον ὂν τῷ γένει·
ΑΘ. 我们通常把在德性上相似且平等的人称为“朋友”;但另一方面,我们也把需要富足者的人——即在类型上相反的人——称为“朋友”。
ὅταν δὲ ἑκάτερον γίγνηται σφοδρόν, ἔρωτα ἐπονομάζομεν.
而当这两者中的任何一种变得强烈时,我们就称之为“爱欲”。
ΚΛ. ὀρθῶς.
ΚΛ. 对。
ΑΘ. φιλία τοίνυν ἡ μὲν ἀπὸ ἐναντίων δεινὴ καὶ ἀγρία καὶ τὸ κοινὸν οὐ πολλάκις ἔχουσα ἐν ἡμῖν, ἡ δʼ ἐκ τῶν ὁμοίων ἥμερός τε καὶ κοινὴ διὰ βίου·
ΑΘ. 因此,源于相反者的友谊是可怕而粗野的,在我们之间很少有共同之处;而源于相似者的友谊则是温和的,且终生相通。
μεικτὴ δὲ ἐκ τούτων γενομένη πρῶτον μὲν καταμαθεῖν οὐ ῥᾳδία, τί ποτε βούλοιτʼ ἂν αὑτῷ γενέσθαι τὸν τρίτον ἔρωτά τις ἔχων τοῦτον, ἔπειτα εἰς τοὐναντίον ὑπʼ ἀμφοῖν ἑλκόμενος ἀπορεῖ, τοῦ μὲν κελεύοντος τῆς ὥρας ἅπτεσθαι, τοῦ δὲ ἀπαγορεύοντος.
但是,由这两者混合而成的第三种友谊,首先是不容易理解的——即拥有这第三种爱欲的人,究竟希望自己得到什么;其次,他被这两股力量拉向相反的方向,因而感到困惑,因为一方命令他去触碰青春的美艳,而另一方则予以禁止。
ὁ μὲν γὰρ τοῦ σώματος ἐρῶν, καὶ τῆς ὥρας καθάπερ ὀπώρας πεινῶν, ἐμπλησθῆναι παρακελεύεται ἑαυτῷ, τιμὴν οὐδεμίαν ἀπονέμων τῷ τῆς ψυχῆς ἤθει τοῦ ἐρωμένου· ὁ δὲ πάρεργον μὲν τὴν τοῦ σώματος ἐπιθυμίαν ἔχων, ὁρῶν δὲ μᾶλλον ἢ ἐρῶν, τῇ ψυχῇ δὲ ὄντως τῆς ψυχῆς ἐπιτεθυμηκώς, ὕβριν ἥγηται τὴν περὶ τὸ σῶμα τοῦ σώματος πλησμονήν, τὸ σῶφρον δὲ καὶ ἀνδρεῖον καὶ μεγαλοπρεπὲς καὶ τὸ φρόνιμον αἰδούμενος ἅμα καὶ σεβόμενος, ἁγνεύειν ἀεὶ μεθʼ ἁγνεύοντος τοῦ ἐρωμένου βούλοιτʼ ἄν·
因为那爱慕肉体、对青春美艳如秋日果实般渴望的人,催促自己去获得满足,对被爱者灵魂的品格不予任何尊重;而那将肉体欲望视为次要、宁愿作旁观者而非占有者、以灵魂真正渴望灵魂的人,则将肉体对肉体的满足视为傲慢,他在敬畏和尊重节制、勇敢、高尚和智慧的同时,希望与贞洁的被爱者一起始终保持贞洁。
ὁ δὲ μειχθεὶς ἐξ ἀμφοῖν τρίτος ἔρως οὗτός ἐσθʼ ὃν νῦν διεληλύθαμεν ὡς τρίτον.
这两种混合而成的第三种爱欲,就是我们刚才作为第三种所阐述的。
ὄντων δὲ τούτων τοσούτων, πότερον ἅπαντας δεῖ κωλύειν τὸν νόμον, ἀπείργοντα μὴ γίγνεσθαι ἐν ἡμῖν, ἢ δῆλον ὅτι τὸν μὲν ἀρετῆς ὄντα καὶ τὸν νέον ἐπιθυμοῦντα ὡς ἄριστον γίγνεσθαι βουλοίμεθʼ ἂν ἡμῖν ἐν τῇ πόλει ἐνεῖναι, τοὺς δὲ δύο, εἰ δυνατὸν εἴη, κωλύοιμεν ἄν;
既然这些爱欲有这么多类型,法律是应该全部禁止它们、阻止它们在我们中间产生,还是显而易见,我们希望那基于德性、期望青年变得尽可能完美的爱欲存在于我们的城邦中,而尽可能禁止其他两种呢?
ἢ πῶς λέγομεν, ὦ φίλε Μέγιλλε;
或者,我们该怎么说呢,亲爱的梅吉罗斯?
ΜΕ. πάντῃ τοι καλῶς, ὦ ξένε, περὶ αὐτῶν τούτων εἴρηκας τὰ νῦν.
ΜΕ. 异邦人,你刚才关于这些事情所说的,在一切方面都非常美好。
ΑΘ. ἔοικά γε, ὅπερ καὶ ἐτόπαζον, τυχεῖν τῆς σῆς, ὦ φίλε, συνῳδίας·
ΑΘ. 看来,正像我所猜测的那样,我得到了你的赞同,我的朋友。
τὸν δὲ νόμον ὑμῶν, ὅτι νοεῖ περὶ τὰ τοιαῦτα, οὐδέν με ἐξετάζειν δεῖ, δέχεσθαι δὲ τὴν τῷ λόγῳ συγχώρησιν.
至于你们的法律在这些事情上的意图,我无需追问,只需接受我们在论述中的达成的一致。
Κλεινίᾳ δὲ μετὰ ταῦτα καὶ εἰς αὖθις περὶ αὐτῶν τούτων πειράσομαι ἐπᾴδων πείθειν.
至于克勒尼亚斯,此后以及在另一个场合,我会尝试通过吟诵般地劝说来使他信服。
τὸ δέ μοι δεδομένον ὑπὸ σφῷν ἴτω, καὶ διεξέλθωμεν πάντως τοὺς νόμους.
不过,既然你们两位已经同意了,我们就继续,把所有的法律都探讨完吧。
ΜΕ. ὀρθότατα λέγεις.
ΜΕ. 你说得最对。
§8.838ΑΘ. τέχνην δή τινʼ αὖ τούτου τοῦ νόμου τῆς θέσεως ἐν τῷ νῦν παρόντι τὴν μὲν ῥᾳδίαν ἔχω, τὴν δʼ αὖ τινα τρόπον παντάπασιν ὡς οἷόν τε χαλεπωτάτην.
ΑΘ. 那么,关于确立这一法律的技巧,在目前的情况下,我一方面有一种简便的方法,但另一方面,在某种意义上它又是极其困难的。
ΜΕ. πῶς δὴ λέγεις;
ΜΕ. 你这是什么意思?
ΑΘ. ἴσμεν που καὶ τὰ νῦν τοὺς πλείστους τῶν ἀνθρώπων, καίπερ παρανόμους ὄντας, ὡς εὖ τε καὶ ἀκριβῶς εἴργονται τῆς τῶν καλῶν συνουσίας οὐκ ἄκοντες, ὡς οἷόν τε δὲ μάλιστα ἑκόντες.
ΑΘ. 我们知道,即使在现在,大多数人尽管不守法律,但在与美貌者的交往上,都得到了多么良好而严格的克制,而且他们并非不情愿,而是尽可能地自觉自愿。
ΜΕ. πότε λέγεις;
ΜΕ. 你指的是什么时候?
ΑΘ. ὅταν ἀδελφὸς ἢ ἀδελφή τῳ γένωνται καλοί.
ΑΘ. 当某人有了美丽的兄弟或姐妹的时候。
καὶ περὶ ὑέος ἢ θυγατρὸς ὁ αὐτὸς νόμος ἄγραφος ὢν ὡς οἷόν τε ἱκανώτατα φυλάττει μήτε φανερῶς μήτε λάθρᾳ συγκαθεύδοντα ἤ πως ἄλλως ἀσπαζόμενον ἅπτεσθαι τούτων·
而且关于儿子或女儿,同样的成文法之外的法也极为充分地保护着他们,使他们无论是公开还是秘密,都不会与他们同寝,或以其他方式亲昵接触。
ἀλλʼ οὐδʼ ἐπιθυμία ταύτης τῆς συνουσίας τὸ παράπαν εἰσέρχεται τοὺς πολλούς.
事实上,大多数人甚至根本不会产生这种交往的欲望。
ΜΕ. ἀληθῆ λέγεις.
ΜΕ. 你说得对。
ΑΘ. οὐκοῦν σμικρὸν ῥῆμα κατασβέννυσι πάσας τὰς τοιαύτας ἡδονάς;
ΑΘ. 既然如此,难道不是一小句话就熄灭了所有这些快乐吗?
ΜΕ. τὸ ποῖον δὴ λέγεις;
ΜΕ. 你指的是哪句话?
ΑΘ. τὸ ταῦτα εἶναι φάναι μηδαμῶς ὅσια, θεομισῆ δὲ καὶ αἰσχρῶν αἴσχιστα.
ΑΘ. 就是说这些事情是绝对不神圣的、被神明所憎恶的、且是耻辱中最耻辱的。
τὸ δʼ αἴτιον ἆρʼ οὐ τοῦτʼ ἐστί, τὸ μηδένα ἄλλως λέγειν αὐτά, ἀλλʼ εὐθὺς γενόμενον ἡμῶν ἕκαστον ἀκούειν τε λεγόντων ἀεὶ καὶ πανταχοῦ ταῦτα, ἐν γελοίοις τε ἅμα ἐν πάσῃ τε σπουδῇ τραγικῇ λεγομένῃ πολλάκις, ὅταν ἢ Θυέστας ἤ τινας Οἰδίποδας εἰσάγωσιν, ἢ Μακαρέας τινὰς ἀδελφαῖς μειχθέντας λαθραίως, ὀφθέντας δὲ ἑτοίμως θάνατον αὑτοῖς ἐπιτιθέντας δίκην τῆς ἁμαρτίας;
而其原因难道不就在于,没有人用其他方式来谈论它们,而是我们每个人一出生,就随时随地听见人们总是这样说,无论是在玩笑中,还是在所有所谓的严肃悲剧舞台上? 在悲剧里,当他们引入戴斯特斯、俄狄浦斯,或者与妹妹秘密通奸的马克流斯时,这些人一旦被发现,就会甘愿自寻死路,作为对自己过错的惩罚。
ΜΕ. ὀρθότατα λέγεις τό γε τοσοῦτον, ὅτι τὸ τῆς φήμης θαυμαστήν τινα δύναμιν εἴληχεν, ὅταν μηδεὶς μηδαμῶς ἄλλως ἀναπνεῖν ἐπιχειρήσῃ ποτὲ παρὰ τὸν νόμον.
ΜΕ. 至少在这一层面上,你说得极对:舆论确实获得了一种奇妙的力量,因为没有任何人在任何情况下,会试图违背法律去做出哪怕一丁点违逆的举动。
ΑΘ. οὐκοῦν ὀρθὸν τὸ νυνδὴ ῥηθέν, ὅτι νομοθέτῃ, βουλομένῳ τινὰ ἐπιθυμίαν δουλώσασθαι τῶν διαφερόντως τοὺς ἀνθρώπους δουλουμένων, ῥᾴδιον γνῶναί γε ὅντινα τρόπον χειρώσαιτο ἄν·
ΑΘ. 因此,刚才所说的是正确的:对于一位希望降伏某种特别奴役人类的欲望的立法者来说,知道用何种方式去制服它是容易的。
ὅτι καθιερώσας ταύτην τὴν φήμην παρὰ πᾶσι, δούλοις τε καὶ ἐλευθέροις καὶ παισὶ καὶ γυναιξὶ καὶ ὅλῃ τῇ πόλει κατὰ τὰ αὐτά, οὕτω τὸ βεβαιότατον ἀπειργασμένος ἔσται περὶ τοῦτον τὸν νόμον.
也就是说,通过在所有人——奴隶与自由人、儿童与妇女,以及整个城邦——中等同地将这种舆论视为神圣,他就能在这一法律上建立起最稳固的基础。
ΜΕ. πάνυ μὲν οὖν·
ΜΕ. 确实如此。
ὅπως δὲ αὖ τὸ τοιοῦτον ἐθέλοντας λέγειν πάντας δυνατὸν ἔσται ποτὲ παρασχεῖν—
但是,相反地,如何才能让所有人随时自愿说出这样的话呢——