§8.832ΑΘ. αὕτη μὲν τοίνυν, ἣν λέγω, μία κείσθω διακωλύουσα αἰτία τοῦ μήτε ἄλλο καλὸν μήτε τὰ πρὸς τὸν πόλεμον ἱκανῶς ἐῶσα ἀσκεῖν τὰς πόλεις, ἀλλʼ ἐμπόρους τε καὶ ναυκλήρους καὶ διακόνους πάντως τοὺς φύσει κοσμίους τῶν ἀνθρώπων ἀπεργαζομένη, τοὺς δὲ ἀνδρείους λῃστὰς καὶ τοιχωρύχους καὶ ἱεροσύλους καὶ πολεμικοὺς καὶ τυραννικοὺς ποιοῦσα, καὶ μάλʼ ἐνίοτε οὐκ ἀφυεῖς ὄντας, δυστυχοῦντάς γε μήν.
ΑΘ. したがって、私が述べているこの一つを、諸国家に他のいかなる美しいことも、戦争に関する事柄も十分に訓練することを許さず、妨げる第一の原因として想定しておきましょう。 それは、生来穏健な人々を、ことごとく商人や船主や召使にしてしまい、一方で、勇気ある人々を強盗、泥棒、神殿荒らし、好戦的な者、独裁的な者にしてしまいます。 彼らはしばしば決して無能ではないのですが、実に不運な人々です。
ΚΛ. πῶς λέγεις;
ΚΛ. どういうことですか。
ΑΘ. πῶς μὲν οὖν αὐτοὺς οὐ λέγοιμʼ ἂν τὸ παράπαν δυστυχεῖς, οἷς γε ἀνάγκη διὰ βίου πεινῶσιν τὴν ψυχὴν ἀεὶ τὴν αὑτῶν διεξελθεῖν;
ΑΘ. 生涯を通じて自らの魂を常に飢えさせながら生きることを余儀なくされている人々を、どうして私が完全に不幸な人々と言わずにいられるでしょうか。
ΚΛ. αὕτη μὲν τοίνυν μία·
ΚΛ. これは確かに一つ目の原因です。
τὴν δὲ δὴ δευτέραν αἰτίαν τίνα λέγεις, ὦ ξένε;
では、第二の原因としてあなたは何を言われるのですか、異邦人よ。
ΑΘ. καλῶς ὑπέμνησας.
ΑΘ. よくぞ思い出させてくれました。
ΚΛ. αὕτη μὲν δή, φῂς σύ, μία, ἡ διὰ βίου ἄπληστος ζήτησις, παρέχουσα ἄσχολον ἕκαστον, ἐμπόδιος γίγνεται τοῦ μὴ καλῶς ἀσκεῖν τὰ περὶ τὸν πόλεμον ἑκάστους.
ΚΛ. あなたの言うところでは、生涯にわたる貪欲な追求が、各自の余暇を奪い、それぞれが戦争に関することを十分に訓練するのを妨げる第一の原因である、ということですね。
ἔστω·
それは認めましょう。
τὴν δὲ δὴ δευτέραν λέγε.
では第二の原因を言ってください。
ΑΘ. μῶν οὐ λέγειν ἀλλὰ διατρίβειν δοκῶ διʼ ἀπορίαν;
ΑΘ. まさか、私が答に窮して、語らずに時間を引き延ばしているように見えますか。
ΚΛ. οὔκ, ἀλλὰ οἷον μισῶν δοκεῖς ἡμῖν κολάζειν τὸ τοιοῦτον ἦθος μᾶλλον τοῦ δέοντος τῷ παραπεπτωκότι λόγῳ.
ΚΛ. いいえ、そうではなく、あなたは生じた議論の中で、そのような性格を必要以上に嫌悪して非難しているように私たちには思われるのです。
ΑΘ. κάλλιστα, ὦ ξένοι, ἐπεπλήξατε·
ΑΘ. 異邦人の諸友よ、実に見事なお叱りです。
καὶ τὸ μετὰ τοῦτο ἀκούοιτʼ ἄν, ὡς ἔοικε.
それでは、その後に続くことを聞いていただけるようですね。
ΚΛ. λέγε μόνον.
ΚΛ. ただ語ってください。
ΑΘ. τὰς οὐ πολιτείας ἔγωγε αἰτίας εἶναί φημι ἃς πολλάκις εἴρηκα ἐν τοῖς πρόσθεν λόγοις, δημοκρατίαν καὶ ὀλιγαρχίαν καὶ τυραννίδα.
ΑΘ. 私は、以前の議論で何度も言及した、民主制、寡頭制、僭主制という「非国制」が原因であると言います。
τούτων γὰρ δὴ πολιτεία μὲν οὐδεμία, στασιωτεῖαι δὲ πᾶσαι λέγοιντʼ ἂν ὀρθότατα·
というのも、これらの中には国制は一つもなく、すべては派閥支配と呼ぶのが最も正しいからです。
ἑκόντων γὰρ ἑκοῦσα οὐδεμία, ἀλλʼ ἀκόντων ἑκοῦσα ἄρχει σὺν ἀεί τινι βίᾳ, φοβούμενος δὲ ἄρχων ἀρχόμενον οὔτε καλὸν οὔτε πλούσιον οὔτε ἰσχυρὸν οὔτʼ ἀνδρεῖον οὔτε τὸ παράπαν πολεμικὸν ἑκὼν ἐάσει γίγνεσθαί ποτε.
というのも、合意する人々を自発的に支配するものは一つもなく、常に何らかの暴力を伴って、不本意な人々を自発的に支配しているからです。 そして、支配者は被支配者を恐れるあまり、彼らが美しくなることも、富むことも、強くなることも、勇敢になることも、あるいは完全に戦闘能力を備えるようになることも、決して自ら許そうとはしないでしょう。
ταῦτʼ οὖν ἐστι τὰ δύο πάντων μὲν σμικροῦ διαφερόντως αἴτια, τούτων δʼ οὖν ὄντως διαφέρει.
したがって、これら二つが、ほとんどすべてのことにおいて格別に原因となっているのですが、特にこれらのことにおいては、まさに決定的な原因なのです。
τὸ δὲ τῆς νῦν πολιτείας, ἣν νομοθετούμενοι λέγομεν, ἐκπέφευγεν ἀμφότερα·
しかし、私たちが法律を制定しつつ議論している現在の国家体制は、この両方を免れています。
σχολήν τε γὰρ ἄγει που μεγίστην, ἐλεύθεροί τε ἀπʼ ἀλλήλων εἰσί, φιλοχρήματοι δὲ ἥκιστʼ ἄν, οἶμαι, γίγνοιντʼ ἂν ἐκ τούτων τῶν νόμων, ὥστʼ εἰκότως ἅμα καὶ κατὰ λόγον ἡ τοιαύτη κατάστασις πολιτείας μόνη δέξαιτʼ ἂν τῶν νῦν τὴν διαπερανθεῖσαν παιδείαν τε ἅμα καὶ παιδιὰν πολεμικήν, ἀποτελεσθεῖσαν ὀρθῶς τῷ λόγῳ.
というのも、おそらく最大の余暇を享受しており、市民は互いに対して自由であり、これらの法律によって、彼らが富を愛するようになることは最もありそうにないからです。 したがって、当然のことながら、また理にかなって、このような国制のあり方だけが、現在の国家の中で、先ほど議論し尽くされた、言論によって正しく完成された軍事的な教育と遊びを同時に受け入れることができるのです。
ΚΛ. καλῶς.
ΚΛ. その通りです。
ΑΘ. ἆρʼ οὖν οὐ τούτοις ἐφεξῆς ἐστιν μνησθῆναί ποτε περὶ ἁπάντων τῶν ἀγώνων τῶν γυμνικῶν, ὡς ὅσα μὲν αὐτῶν πρὸς πόλεμόν ἐστιν ἀγωνίσματα ἐπιτηδευτέον καὶ θετέον ἆθλα νικητήρια, ὅσα δὲ μή, χαίρειν ἐατέον;
ΑΘ. それでは、これらに続いて、あらゆる体育競技について言及し、それらのうち、どのような競技が戦争に役立つものであるかを示して実践されるべきであり、勝利の賞を設定すべきであり、そうでないものは見送るべきであるとするのは順序として当然ではないでしょうか。
ἃ δʼ ἔστιν, ἐξ ἀρχῆς ἄμεινον ῥηθῆναί τε καὶ νομοθετηθῆναι.
そして、有益である競技が何であるかを、最初から述べて法律として制定する方が良いでしょう。
καὶ πρῶτον μὲν τὰ περὶ δρόμον καὶ τάχος ὅλως ἆρʼ οὐ θετέον;
そしてまず第一に、競走と速さ全般に関する競技を設定すべきではないでしょうか。
ΚΛ. θετέον.
ΚΛ. 設定すべきです。
§8.833ΑΘ. ἔστι γοῦν πάντων πολεμικώτατον ἡ σώματος ὀξύτης πάντως, ἡ μὲν ἀπὸ τῶν ποδῶν, ἡ δὲ καὶ ἀπὸ τῶν χειρῶν·
ΑΘ. 実際、身体の敏捷さは、いかなる意味でも最も戦争に役立つものです。 一方は足の、他方は手の敏捷さです。
φυγεῖν μὲν καὶ ἑλεῖν ἡ τῶν ποδῶν, ἡ δʼ ἐν ταῖς συμπλοκαῖς μάχη καὶ σύστασις ἰσχύος καὶ ῥώμης δεομένη.
足の敏捷さは逃走と追跡に役立ち、手の敏捷さは、接近戦における戦闘や格闘であり、力と強健さを必要とします。
ΚΛ. τί μήν;
ΚΛ. 全くその通りです。
ΑΘ. οὐ μὴν χωρίς γε ὅπλων οὐδετέρα τὴν μεγίστην ἔχει χρείαν.
ΑΘ. しかしながら、どちらも武器なしには最大の有用性を持つことはありません。
ΚΛ. πῶς γὰρ ἄν;
ΚΛ. どうしてそれがあり得ましょう。
ΑΘ. σταδιοδρόμον δὴ πρῶτον ὁ κῆρυξ ἡμῖν, καθάπερ νῦν, ἐν τοῖς ἀγῶσι παρακαλεῖ, ὁ δὲ εἴσεισιν ὅπλα ἔχων·
ΑΘ. それゆえ、現在そうされているように、私たちの競技会でも、布告官はまずスタディオン競走の走者を呼び出しますが、走者は武器を携えて入場します。
ψιλῷ δὲ ἆθλα οὐ θήσομεν ἀγωνιστῇ.
私たちは、武装していない競技者のためには賞を設けないことにしましょう。
πρῶτος δὲ εἴσεισιν ὁ τὸ στάδιον ἁμιλλησόμενος σὺν τοῖς ὅπλοις, δεύτερος δὲ ὁ τὸν δίαυλον, καὶ τρίτος ὁ τὸν ἐφίππιον, καὶ δὴ καὶ τέταρτος ὁ τὸν δόλιχον, καὶ πέμπτος δὲ ὃν ἀφήσομεν πρῶτον ὡπλισμένον, ἑξήκοντα μὲν σταδίων μῆκος πρὸς ἱερὸν Ἄρεώς τι καὶ πάλιν, βαρύτερον, ὁπλίτην ἐπονομάζοντες, λειοτέρας ὁδοῦ διαμιλλώμενον, τὸν δὲ ἄλλον, τοξότην πᾶσαν τοξικὴν ἔχοντα στολήν, σταδίων δὲ ἑκατὸν πρὸς Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος ἱερὸν τὴν διʼ ὀρῶν τε καὶ παντοίας χώρας ἁμιλλώμενον·
そして、最初にスタディオン競走を武器を持って競う者、二番目にディアウロス競走を競う者、三番目に騎馬競走の長さを競う者、さらに四番目にドリコス競走を競う者が入場します。 そして五番目として、私たちが重装備でスタートさせる競技者ですが、これはアレースの神殿の一つへ向かって往復する60スタディオンの距離を、より重い装備で競うため、「重装歩兵走者」と呼び、より平坦な道を競わせます。 そしてもう一人は、弓術のすべての装具を身につけた「弓兵走者」であり、山々やあらゆる種類の地形を通ってアポローンとアルテミスの神殿へと向かう100スタディオンの距離を競わせます。
καὶ τιθέντες τὸν ἀγῶνα μενοῦμεν τούτους, ἕως ἂν ἔλθωσι, καὶ τῷ νικῶντι τὰ νικητήρια δώσομεν ἑκάστων.
そして、競技会を設定した上で、私たちは彼らが戻ってくるまで待ち、それぞれの種目の勝者に勝利の賞を与えることにしましょう。
ΚΛ. ὀρθῶς.
ΚΛ. 正しいです。
ΑΘ. τριττὰ δὴ ταῦτα ἀθλήματα διανοηθῶμεν, ἓν μὲν παιδικόν, ἓν δὲ ἀγενείων, ἓν δὲ ἀνδρῶν·
ΑΘ. それでは、これらの競技を三つの区分、すなわち、一つは少年の部、一つは若者の部、一つは成人の部と考えましょう。
καὶ τοῖς μὲν τῶν ἀγενείων τὰ δύο τῶν τριῶν τοῦ μήκους τοῦ δρόμου θήσομεν, τοῖς δὲ παισὶ τὰ τούτων ἡμίσεα, τοξόταις τε καὶ ὁπλίταις ἁμιλλωμένοις, γυναιξὶν δέ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον καὶ δίαυλον καὶ ἐφίππιον καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναις, ταῖς δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαις κοινωνίας μὴ μακρότερον εἴκοσι ἐτῶν μηδʼ ἔλαττον ὀκτωκαίδεκα· πρεπούσῃ δὲ στολῇ ταύτας ἐσταλμένας καταβατέον ἐπὶ τὴν ἅμιλλαν τούτων τῶν δρόμων.
そして、若者の部に対しては、競走の長さの3分の2を設定し、少年の部に対しては、その半分を設定しましょう。 彼らも弓兵や重装歩兵として競うのです。 女性については、成人前の少女たちには、衣服を身につけずにスタディオン、ディアウロス、エフィッピオス、ドリコスを、その競走路において競わせます。 13歳から結婚に至るまでの女性(その共同体への参加は、長くとも20歳まで、短くとも18歳を下回らない)については、適切な衣服を身にまとって、これらの競走の競争に参加させるべきです。
καὶ τὰ μὲν περὶ δρόμους ἀνδράσι τε καὶ γυναιξὶ ταῦτα ἔστω·
男性および女性に関する競走については以上の通りとしましょう。
τὰ δὲ κατʼ ἰσχύν, ἀντὶ μὲν πάλης καὶ τῶν τοιούτων, τὰ νῦν ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην, ἕνα τε πρὸς ἕνα διαμαχομένους καὶ δύο πρὸς δύο, καὶ μέχρι δέκα πρὸς δέκα διαμιλλωμένους ἀλλήλοις.
一方で、筋力に関する競技については、レスリングやその種のもの、現在重量級と呼ばれているすべての競技の代わりに、武装した状態での戦闘とし、1対1、2対2、そして10対10に至るまで互いに競わせるようにしましょう。