Humanitext Reader

プラトン · 法律 §8.830-8.831

軍事訓練の実戦性と訓練を妨げる富への執着

109 / 186 箇所 · ギリシア語

要旨

アテナイ人は国家の軍事訓練がなぜ必要かを競技者の日常訓練に例えて説明し、模擬戦での過失致死は無罪と規定すべきだと主張する。さらに、現在の多くの国家がこのような訓練を行わない最大の要因として、富への過度な執着を挙げる。

§8.830ΑΘ. χρὴ δὲ ἀναφέρειν παραδεικνύντα ἑαυτῷ τὸν νομοθέτην τῷ λόγῳ·
ΑΘ. しかし、立法者は議論において自分自身に示すことで、次のように参照せねばなりません。
φέρε, τίνας ποτὲ τρέφω τὴν πόλιν ὅλην παρασκευάσας; ἆρʼ οὐκ ἀθλητὰς τῶν μεγίστων ἀγώνων, οἷς ἀνταγωνισταὶ μυρίοι ὑπάρχουσι;
「さあ、私は国家全体を準備して、一体どのような人々を養っているのだろうか」「最大の競技の競技者たちではないか。 彼らには無数の対戦相手がいるのではないか」と。
καὶ πάνυ γε, φαίη τις ἂν ὀρθῶς λέγων.
まさにその通りです、と誰かが正しく言うでしょう。
τί δῆτα;
ではどうでしょうか。
εἰ πύκτας ἢ παγκρατιαστὰς ἐτρέφομεν ἤ τι τῶν τοιούτων ἕτερον ἀγωνισμάτων ἀθλοῦντας, ἆρα εἰς αὐτὸν ἂν ἀπηντῶμεν τὸν ἀγῶνα, ἐν τῷ πρόσθεν χρόνῳ οὐδενὶ καθʼ ἡμέραν προσμαχόμενοι;
もし私たちが拳闘家やパンクラティオンの選手、あるいはその種の他の競技で競う者たちを養っていたとしたら、それ以前の期間に、日頃誰とも実戦練習をすることなしに、本番の競技に臨むでしょうか。
ἢ πύκται γε ὄντες παμπόλλας ἂν ἡμέρας ἔμπροσθεν τοῦ ἀγῶνος ἐμανθάνομέν τε ἂν μάχεσθαι καὶ διεπονούμεθα, μιμούμενοι πάντα ἐκεῖνα ὁπόσοις ἐμέλλομεν εἰς τότε χρήσεσθαι περὶ τῆς νίκης διαμαχόμενοι, καὶ ὡς ἐγγύτατα τοῦ ὁμοίου ἰόντες, ἀντὶ ἱμάντων σφαίρας ἂν περιεδούμεθα, ὅπως αἱ πληγαί τε καὶ αἱ τῶν πληγῶν εὐλάβειαι διεμελετῶντο εἰς τὸ δυνατὸν ἱκανῶς, εἴ τέ τις ἡμῖν συγγυμναστῶν συνέβαινεν ἀπορία πλείων, ἆρʼ ἂν δείσαντες τὸν τῶν ἀνοήτων γέλωτα οὐκ ἂν ἐτολμῶμεν κρεμαννύντες εἴδωλον ἄψυχον γυμνάζεσθαι πρὸς αὐτό;
あるいは、もし拳闘家であるなら、競技のずっと何日も前から戦い方を学び、訓練に励み、勝利を目指して争う際にその時に使うつもりのあらゆるものを模倣し、実戦にできるだけ近づくために、革紐の代わりに詰め物をした球を手(あるいは拳)に巻き、打撃とその回避ができる限り十分に習熟されるようにしたのではないでしょうか。 そして、もし練習相手が著しく不足するようなことがあれば、愚か者たちの嘲笑を恐れて、命のない人形を吊り下げて、それに向かって練習することをあえてしなかったでしょうか。
καὶ ἔτι πάντων τῶν τε ἐμψύχων καὶ τῶν ἀψύχων ἀπορήσαντές ποτε, ἐν ἐρημίᾳ συγγυμναστῶν ἆρά γε οὐκ ἐτολμήσαμεν ἂν αὐτοὶ πρὸς ἡμᾶς αὐτοὺς σκιαμαχεῖν ὄντως;
さらに、生物も無生物も何もかもが不足したとして、練習相手が誰もいない孤独の中で、私たちは文字通り自分自身を相手に空拳闘をあえてしなかったでしょうか。
ἢ τί ποτε ἄλλο τὴν τοῦ χειρονομεῖν μελέτην ἄν τις φαίη γεγονέναι;
あるいは、手振りの練習とは、一体他にどのようなものだと人が言えるでしょうか。
ΚΛ. σχεδόν, ὦ ξένε, οὐδὲν ἄλλο γε πλὴν τοῦτο αὐτὸ ὃ σὺ νῦν ἔφθεγξαι.
ΚΛ. 異邦人よ、まさしく今あなたが口にされた、そのこと以外にはほとんどないでしょう。
ΑΘ. τί οὖν; τὸ τῆς πόλεως ἡμῖν μάχιμον ἦ χεῖρόν τι παρασκευασάμενον τῶν τοιούτων ἀγωνιστῶν εἰς τὸν μέγιστον τῶν ἀγώνων ἑκάστοτε τολμήσει παριέναι, διαμαχούμενον περὶ ψυχῆς καὶ παίδων καὶ χρημάτων καὶ ὅλης τῆς πόλεως;
ΑΘ. では、私たちの国家の戦闘部隊が、命や子供たち、財産、そして国家全体をかけて争うという、時々における最大の競技に臨むにあたって、そのような競技者たちよりも不十分な準備だけで、あえて参加しようとするでしょうか。
καὶ ταῦτα δὴ φοβηθεὶς αὐτῶν ὁ νομοθέτης τὰ πρὸς ἀλλήλους γυμνάσια μὴ φαίνηταί τισιν γελοῖα, οὐκ ἄρα νομοθετήσει, στρατεύεσθαι προστάττων μάλιστα μὲν ἑκάστης ἡμέρας τά γε σμικρὰ χωρὶς τῶν ὅπλων, χορούς τε εἰς ταῦτα ἅμα καὶ γυμναστικὴν πᾶσαν συντείνων, τὰς δὲ οἷόν τινας μείζους τε καὶ ἐλάττους γυμνασίας μὴ ἔλαττον ἢ κατὰ μῆνα ἕκαστον ποιεῖσθαι προστάξει, ἁμίλλας τε πρὸς ἀλλήλους ποιουμένους κατὰ πᾶσαν τὴν χώραν, ἐπὶ κατάληψιν χωρίων ἁμιλλωμένους καὶ ἐνέδρας, καὶ πᾶσαν μιμουμένους τὴν πολεμικήν, §8.831ΑΘ. ὄντως σφαιρομαχεῖν τε καὶ βολαῖς ὡς ἐγγύτατα τῶν ἀληθῶν, χρωμένους ὑποκινδύνοις βέλεσιν, ὅπως μὴ παντάπασιν ἄφοβος ἡ πρὸς ἀλλήλους γίγνηται παιδιά, δείματα δὲ παρέχῃ καί τινα τρόπον δηλοῖ τόν τε εὔψυχον καὶ τὸν μή, καὶ τοῖς μὲν τιμάς, τοῖς δὲ καὶ ἀτιμίας διανέμων ὀρθῶς, τὴν πόλιν ὅλην εἰς τὸν ἀληθινὸν ἀγῶνα διὰ βίου παρασκευάζῃ χρησίμην, καὶ δὴ καί τινος ἀποθανόντος οὕτως, ὡς ἀκουσίου τοῦ φόνου γενομένου, τιθῇ τὸν ἀποκτείναντα κατὰ νόμον καθαρθέντα καθαρὸν εἶναι χεῖρας, ἡγούμενος ἀνθρώπων μὲν τελευτησάντων μὴ πολλῶν, ἑτέρους πάλιν οὐ χείρους φύσεσθαι, φόβου δὲ οἷον τελευτήσαντος, ἐν πᾶσιν τοῖς τοιούτοις βάσανον οὐχ εὑρήσειν τῶν τε ἀμεινόνων καὶ χειρόνων, οὐ σμικρῷ πόλει μεῖζον κακὸν ἐκείνου;
そして、立法者はこれらを恐れて、互いの練習が一部の人々にとって滑稽に見えるかもしれないからといって、法律を制定しないでおくでしょうか。 すなわち、特に毎日、武器を持たずに軽装での軍事演習を行うことを命じ、それに向けて合唱やあらゆる体育競技を方向づけ、また、大規模あるいは小規模な演習のようなものを少なくとも毎月一度は行うよう命じ、全領土において互いに競争させ、陣地の奪い合いや待ち伏せを競わせ、あらゆる戦闘行為を模倣させ、 ΑΘ. 本当に、詰め物をした武器での格闘や、実戦に極めて近い形での投擲を行い、やや危険な飛び道具を用いて、互いの遊びが完全に恐怖のないものとならないようにし、恐怖を与え、勇気のある者とそうでない者を何らかの形で明らかにし、勇者には名誉を、臆病者には不名誉を正しく配分しながら、生涯を通じて国家全体を真の戦いに役立つように準備する(そのような法律を制定しないでしょうか)。 さらに、このようにして誰かが死亡した場合にも、過失致死として扱い、殺害した者は法に従って清められた上で、その手が清らかであると規定するでしょう。 というのも、少数の人々が死んだとしても、彼らに劣らない他の人々が再び生まれてくるだろうが、もし恐怖が死んでしまえば、このようなすべての事柄において優れた者と劣った者を試す手段を見出せなくなるのであり、それは国家にとって前者の死よりもはるかに大きな害悪であると考えるからです。
ΚΛ. συμφαῖμεν ἂν ἡμεῖς γε, ὦ ξένε, τὰ τοιαῦτα δεῖν καὶ νομοθετεῖν καὶ ἐπιτηδεύειν πόλιν ἅπασαν.
ΚΛ. 異邦人よ、いかなる国家も、このようなことを規定し、実践せねばならないということに、私たちとしても同意します。
ΑΘ. ἆρʼ οὖν γιγνώσκομεν ἅπαντες τὴν αἰτίαν διότι ποτὲ νῦν ἐν ταῖς πόλεσιν ἡ τοιαύτη χορεία καὶ ἀγωνία σχεδὸν οὐδαμῇ οὐδαμῶς ἐστιν, εἰ μὴ πάνυ τι σμικρά;
ΑΘ. では、現在なぜ諸国家において、このような合唱運動や競技が、極めてわずかな例外を除いて、ほぼ全く存在しないのか、その原因を私たちは皆知っているでしょうか。
ἢ φῶμεν διʼ ἀμαθίαν τῶν πολλῶν καὶ τῶν τιθέντων αὐτοῖς τοὺς νόμους;
それとも、大衆や彼らに法律を与える者たちの無知のせいであると言うべきでしょうか。
ΚΛ. τάχʼ ἄν.
ΚΛ. おそらくそうでしょう。
ΑΘ. οὐδαμῶς, ὦ μακάριε Κλεινία·
ΑΘ. とんでもない、幸いなるクレニアスよ。
δύο δὲ χρὴ φάναι τούτων αἰτίας εἶναι καὶ μάλα ἱκανάς.
これには二つの、そして極めて十分な原因があると言うべきです。
ΚΛ. ποίας;
ΚΛ. どのようなものですか。
ΑΘ. τὴν μὲν ὑπʼ ἔρωτος πλούτου πάντα χρόνον ἄσχολον ποιοῦντος τῶν ἄλλων ἐπιμελεῖσθαι πλὴν τῶν ἰδίων κτημάτων, ἐξ ὧν κρεμαμένη πᾶσα ψυχὴ πολίτου παντὸς οὐκ ἄν ποτε δύναιτο τῶν ἄλλων ἐπιμέλειαν ἴσχειν πλὴν τοῦ καθʼ ἡμέραν κέρδους·
ΑΘ. 一つは、富への執着のせいで、人々が自分自身の所有物以外の事柄に配慮する余暇を常に奪われていることです。 これに全市民の魂が執着しているため、日々の利益以外の事柄に配慮を向けることが決してできないのです。
καὶ ὅτι μὲν πρὸς τοῦτο φέρει μάθημα ἢ καὶ ἐπιτήδευμα, ἰδίᾳ πᾶς μανθάνειν τε καὶ ἀσκεῖν ἑτοιμότατός ἐστιν, τῶν δὲ ἄλλων καταγελᾷ.
そして、どのような学びや習慣がこの目的に資するかについては、誰もが個人的に進んで学び、訓練しますが、他の事柄は嘲笑するのです。
τοῦτο μὲν ἓν καὶ ταύτην μίαν αἰτίαν χρὴ φάναι τοῦ μήτε τοῦτο μήτʼ ἄλλο μηδὲν καλὸν κἀγαθὸν ἐθέλειν ἐπιτήδευμα πόλιν σπουδάζειν, ἀλλὰ διὰ τὴν τοῦ χρυσοῦ τε καὶ ἀργύρου ἀπληστίαν πᾶσαν μὲν τέχνην καὶ μηχανήν, καλλίω τε καὶ ἀσχημονεστέραν, ἐθέλειν ὑπομένειν πάντα ἄνδρα, εἰ μέλλει πλούσιος ἔσεσθαι, καὶ πρᾶξιν πράττειν ὅσιόν τε καὶ ἀνόσιον καὶ πάντως αἰσχράν, μηδὲν δυσχεραίνοντα, ἐὰν μόνον ἔχῃ δύναμιν καθάπερ θηρίῳ τοῦ φαγεῖν παντοδαπὰ καὶ πιεῖν ὡσαύτως καὶ ἀφροδισίων πᾶσαν πάντως παρασχεῖν πλησμονήν.
これが一つの原因、すなわち、国家がこの実践や他のいかなる美しく善い実践をも熱心に行おうとしない第一の原因であると言うべきです。 すなわち、金銀に対する貪欲さのために、富裕になろうとするならば、すべての人が、美しかろうが不名誉であろうが、あらゆる技術や手段をあえて甘受し、神聖なことであれ不敬なことであれ、また完全に恥ずべきことであれ、何であれ行動に移し、野獣のように、あらゆるものを食べ、同じように飲み、あらゆる性的な快楽を満たす力さえ手に入るならば、いかなることも嫌がらないのです。
ΚΛ. ὀρθῶς.
ΚΛ. その通りです。

語釈・文法注

  1. 830aἀναφέρειν παραδεικνύντα ἑαυτῷ τὸν νομοθέτην — ἀναφέρειν は自動詞的に「参照する」「考慮する」の意味。対格分詞 παραδεικνύντα は、非人称動詞 χρή の意味上の主語である対格 τὸν νομοθέτην と一致している。
  2. 830bὅπως αἱ πληγαί τε καὶ αἱ τῶν πληγῶν εὐλάβειαι διεμελετῶντο — ὅπως 節の中で直説法未完了過去 διεμελετῶντο が使われており、過去における実現されなかった目的、または反事実的な仮定に基づく目的を表している。
  3. 831aκαὶ δὴ καί τινος ἀποθανόντος — 830d の ὁ νομοθέτης を主語とする長い文脈の続きであり、接続法動詞 παρασκευάζῃ と τιθῇ (831a) にかかっている。模擬戦における過失致死の免責規定についての議論である。
  4. 831cτὴν μὲν ὑπʼ ἔρωτος πλούτου — τὴν μὲν は、直前の δύο δὲ χρὴ φάναι τούτων αἰτίας εἶναι に対して、一方の原因(αἰτίαν)を指す対格句であり、名詞 αἰτίαν が省略されている。あるいは φάναι の目的語としての対格である。

この箇所を引用する

プラトン, 法律 §8.830-8.831. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:8.830-8.831

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。