Humanitext Reader

柏拉图 · 法律篇 §8.832-8.833

不良政体的弊端与武装竞赛格斗规则

第 110 段,共 186 段 · 希腊语

内容简介

雅典异邦人继“贪图财富”这一阻碍军事训练的第一原因之后,指出歪曲的政体(民主制、寡头制、僭主制)是第二原因,并阐明了他们新建立的城邦政体的优越性。接着,他提议将对战争实用的各种距离的武装竞走和武装格斗作为竞技项目,并制定了相关规则。

§8.832ΑΘ. αὕτη μὲν τοίνυν, ἣν λέγω, μία κείσθω διακωλύουσα αἰτία τοῦ μήτε ἄλλο καλὸν μήτε τὰ πρὸς τὸν πόλεμον ἱκανῶς ἐῶσα ἀσκεῖν τὰς πόλεις, ἀλλʼ ἐμπόρους τε καὶ ναυκλήρους καὶ διακόνους πάντως τοὺς φύσει κοσμίους τῶν ἀνθρώπων ἀπεργαζομένη, τοὺς δὲ ἀνδρείους λῃστὰς καὶ τοιχωρύχους καὶ ἱεροσύλους καὶ πολεμικοὺς καὶ τυραννικοὺς ποιοῦσα, καὶ μάλʼ ἐνίοτε οὐκ ἀφυεῖς ὄντας, δυστυχοῦντάς γε μήν.
ΑΘ. 因此,让我所说的这一个原因,被定为阻碍诸城邦充分训练任何其他美德或战争事务的第一原因,反而将那些天性温和的人完全变成了商贩、船主和仆役,而将勇敢的人变成了强盗、窃贼、庙宇洗劫者、好战者和僭主,他们有时并非全无天赋,但却极其不幸。
ΚΛ. πῶς λέγεις;
ΚΛ. 你这是什么意思?
ΑΘ. πῶς μὲν οὖν αὐτοὺς οὐ λέγοιμʼ ἂν τὸ παράπαν δυστυχεῖς, οἷς γε ἀνάγκη διὰ βίου πεινῶσιν τὴν ψυχὴν ἀεὶ τὴν αὑτῶν διεξελθεῖν;
ΑΘ. 那些被迫终生让自己的灵魂处于饥饿状态中度日的人,我怎能不称他们为完全不幸的人呢?
ΚΛ. αὕτη μὲν τοίνυν μία·
ΚΛ. 这确实是第一个原因。
τὴν δὲ δὴ δευτέραν αἰτίαν τίνα λέγεις, ὦ ξένε;
那么,异邦人啊,你所说的第二个原因究竟是什么呢?
ΑΘ. καλῶς ὑπέμνησας.
ΑΘ. 提得好。
ΚΛ. αὕτη μὲν δή, φῂς σύ, μία, ἡ διὰ βίου ἄπληστος ζήτησις, παρέχουσα ἄσχολον ἕκαστον, ἐμπόδιος γίγνεται τοῦ μὴ καλῶς ἀσκεῖν τὰ περὶ τὸν πόλεμον ἑκάστους.
ΚΛ. 如你所说,这确实是第一个原因,即终生对财富的贪得无厌的追求,使每个人都无暇他顾,阻碍了各自在军事事务上进行良好的训练。
ἔστω· τὴν δὲ δὴ δευτέραν λέγε.
姑且算作如此,请说第二个原因吧。
ΑΘ. μῶν οὐ λέγειν ἀλλὰ διατρίβειν δοκῶ διʼ ἀπορίαν;
ΑΘ. 难道我看起来是因为无话可说,而不作正面回答、故意拖延时间吗?
ΚΛ. οὔκ, ἀλλὰ οἷον μισῶν δοκεῖς ἡμῖν κολάζειν τὸ τοιοῦτον ἦθος μᾶλλον τοῦ δέοντος τῷ παραπεπτωκότι λόγῳ.
ΚΛ. 并非如此,只是在我们看来,你似乎出于嫌恶,在随之产生的论证中对这种品性进行了超出必要的指责。
ΑΘ. κάλλιστα, ὦ ξένοι, ἐπεπλήξατε·
ΑΘ. 异邦人啊,你们指责得极好。
καὶ τὸ μετὰ τοῦτο ἀκούοιτʼ ἄν, ὡς ἔοικε.
看来接下来你们愿意听一听了。
ΚΛ. λέγε μόνον.
ΚΛ. 请讲便是。
ΑΘ. τὰς οὐ πολιτείας ἔγωγε αἰτίας εἶναί φημι ἃς πολλάκις εἴρηκα ἐν τοῖς πρόσθεν λόγοις, δημοκρατίαν καὶ ὀλιγαρχίαν καὶ τυραννίδα.
ΑΘ. 我认为,我之前在论证中多次提到的那些“非政体”才是原因,即民主制、寡头制和僭主制。
τούτων γὰρ δὴ πολιτεία μὲν οὐδεμία, στασιωτεῖαι δὲ πᾶσαι λέγοιντʼ ἂν ὀρθότατα·
因为在这些制度中,没有一个是真正的政体,最正确的称呼应当是“党争体制”;因为没有一个是自愿统治自愿者的,而是始终伴随着某种暴力自愿地统治非自愿者。
ἑκόντων γὰρ ἑκοῦσα οὐδεμία, ἀλλʼ ἀκόντων ἑκοῦσα ἄρχει σὺν ἀεί τινι βίᾳ, φοβούμενος δὲ ἄρχων ἀρχόμενον οὔτε καλὸν οὔτε πλούσιον οὔτε ἰσχυρὸν οὔτʼ ἀνδρεῖον οὔτε τὸ παράπαν πολεμικὸν ἑκὼν ἐάσει γίγνεσθαί ποτε.
统治者出于对被统治者的恐惧,决不会自愿允许其变得高尚、富有、强壮、勇敢或完全具有战斗力。
ταῦτʼ οὖν ἐστι τὰ δύο πάντων μὲν σμικροῦ διαφερόντως αἴτια, τούτων δʼ οὖν ὄντως διαφέρει.
因此,这两点是几乎所有事情的格外的起因,而尤其在这些事情上,确实是决定性的原因。
τὸ δὲ τῆς νῦν πολιτείας, ἣν νομοθετούμενοι λέγομεν, ἐκπέφευγεν ἀμφότερα·
而我们正在立法讨论中的当前这套城邦政体,则避开了这两者;因为我认为它享有极大的闲暇,且公民之间彼此独立自由,在这些法律的作用下,他们绝不可能变得贪图财富。
σχολήν τε γὰρ ἄγει που μεγίστην, ἐλεύθεροί τε ἀπʼ ἀλλήλων εἰσί, φιλοχρήματοι δὲ ἥκιστʼ ἄν, οἶμαι, γίγνοιντʼ ἂν ἐκ τούτων τῶν νόμων, ὥστʼ εἰκότως ἅμα καὶ κατὰ λόγον ἡ τοιαύτη κατάστασις πολιτείας μόνη δέξαιτʼ ἂν τῶν νῦν τὴν διαπερανθεῖσαν παιδείαν τε ἅμα καὶ παιδιὰν πολεμικήν, ἀποτελεσθεῖσαν ὀρθῶς τῷ λόγῳ.
因而,理所当然且符合逻辑地,在现有的政体中,唯有这样一种政体格局,能够接受我们刚才讨论完毕的、在论证中得到正确完善的军事教育与游戏。
ΚΛ. καλῶς.
ΚΛ. 极好。
ΑΘ. ἆρʼ οὖν οὐ τούτοις ἐφεξῆς ἐστιν μνησθῆναί ποτε περὶ ἁπάντων τῶν ἀγώνων τῶν γυμνικῶν, ὡς ὅσα μὲν αὐτῶν πρὸς πόλεμόν ἐστιν ἀγωνίσματα ἐπιτηδευτέον καὶ θετέον ἆθλα νικητήρια, ὅσα δὲ μή, χαίρειν ἐατέον;
ΑΘ. 那么,接下来我们不就应当谈一谈所有的体育竞技,指出其中哪些是针对战争的竞技,应当加以提倡并设立优胜奖,而哪些不是,应当予以放弃吗?
ἃ δʼ ἔστιν, ἐξ ἀρχῆς ἄμεινον ῥηθῆναί τε καὶ νομοθετηθῆναι.
而对于那些实用的项目,最好能从头说明并立法确定。
καὶ πρῶτον μὲν τὰ περὶ δρόμον καὶ τάχος ὅλως ἆρʼ οὐ θετέον;
首先,我们难道不应该确立有关竞走和速度全般的部分吗?
ΚΛ. θετέον.
ΚΛ. 应该确立。
§8.833ΑΘ. ἔστι γοῦν πάντων πολεμικώτατον ἡ σώματος ὀξύτης πάντως, ἡ μὲν ἀπὸ τῶν ποδῶν, ἡ δὲ καὶ ἀπὸ τῶν χειρῶν·
ΑΘ. 实际上,身体的敏捷在各种意义上都是最具战斗力的,一种是脚的敏捷,另一种则是手的敏捷。
φυγεῖν μὲν καὶ ἑλεῖν ἡ τῶν ποδῶν, ἡ δʼ ἐν ταῖς συμπλοκαῖς μάχη καὶ σύστασις ἰσχύος καὶ ῥώμης δεομένη.
脚的敏捷用于逃跑和捕获,而手的敏捷则用于近身格斗,这需要力量和强健。
ΚΛ. τί μήν;
ΚΛ. 的确如此。
ΑΘ. οὐ μὴν χωρίς γε ὅπλων οὐδετέρα τὴν μεγίστην ἔχει χρείαν.
ΑΘ. 然而,如果不配带武器,这两者都不会有最大的实用价值。
ΚΛ. πῶς γὰρ ἄν;
ΚΛ. 怎么可能有用呢?
ΑΘ. σταδιοδρόμον δὴ πρῶτον ὁ κῆρυξ ἡμῖν, καθάπερ νῦν, ἐν τοῖς ἀγῶσι παρακαλεῖ, ὁ δὲ εἴσεισιν ὅπλα ἔχων· ψιλῷ δὲ ἆθλα οὐ θήσομεν ἀγωνιστῇ.
ΑΘ. 因此,就像现在一样,在我们的竞技中,传令官首先召唤单程短跑选手,但他入场时要携带武器;我们绝不会为不带武装的竞技者设立奖项。
πρῶτος δὲ εἴσεισιν ὁ τὸ στάδιον ἁμιλλησόμενος σὺν τοῖς ὅπλοις, δεύτερος δὲ ὁ τὸν δίαυλον, καὶ τρίτος ὁ τὸν ἐφίππιον, καὶ δὴ καὶ τέταρτος ὁ τὸν δόλιχον, καὶ πέμπτος δὲ ὃν ἀφήσομεν πρῶτον ὡπλισμένον, ἑξήκοντα μὲν σταδίων μῆκος πρὸς ἱερὸν Ἄρεώς τι καὶ πάλιν, βαρύτερον, ὁπλίτην ἐπονομάζοντες, λειοτέρας ὁδοῦ διαμιλλώμενον, τὸν δὲ ἄλλον, τοξότην πᾶσαν τοξικὴν ἔχοντα στολήν, σταδίων δὲ ἑκατὸν πρὸς Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος ἱερὸν τὴν διʼ ὀρῶν τε καὶ παντοίας χώρας ἁμιλλώμενον· καὶ τιθέντες τὸν ἀγῶνα μενοῦμεν τούτους, ἕως ἂν ἔλθωσι, καὶ τῷ νικῶντι τὰ νικητήρια δώσομεν ἑκάστων.
首先入场的是携带武器竞争单程短跑的人,其次是双程短跑,第三是马道赛跑,第四则是长跑,第五位是我们最先派出的全副武装的选手,他跑向某座阿瑞斯神庙并折返,全长六十斯塔迪翁,装备更为沉重,我们称其为“重装步兵跑手”,并在较平坦的道路上进行竞争;至于另一位,则是身着全套弓兵装备的“弓兵跑手”,全长一百斯塔迪翁,跑向阿波罗与阿尔忒弥斯的神庙,沿途经过山峦和各种地形;我们在设立该项竞技后,将等待他们直到他们到达,并向各组的胜者颁发优胜奖。
ΚΛ. ὀρθῶς.
ΚΛ. 正确。
ΑΘ. τριττὰ δὴ ταῦτα ἀθλήματα διανοηθῶμεν, ἓν μὲν παιδικόν, ἓν δὲ ἀγενείων, ἓν δὲ ἀνδρῶν·
ΑΘ. 让我们把这些体育项目分为三个层次:一个是少年组,一个是青年组,一个是成年组。
καὶ τοῖς μὲν τῶν ἀγενείων τὰ δύο τῶν τριῶν τοῦ μήκους τοῦ δρόμου θήσομεν, τοῖς δὲ παισὶ τὰ τούτων ἡμίσεα, τοξόταις τε καὶ ὁπλίταις ἁμιλλωμένοις, γυναιξὶν δέ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον καὶ δίαυλον καὶ ἐφίππιον καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναις, ταῖς δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαις κοινωνίας μὴ μακρότερον εἴκοσι ἐτῶν μηδʼ ἔλαττον ὀκτωκαίδεκα·
对于青年组,我们将赛跑距离定为三分之二,对于少年组则定为青年组的一半,他们也都作为弓兵和重装步兵进行竞争。
πρεπούσῃ δὲ στολῇ ταύτας ἐσταλμένας καταβατέον ἐπὶ τὴν ἅμιλλαν τούτων τῶν δρόμων.
至于女性:对于尚未成年的少女,她们不穿衣服竞争单程、双程、马道长和长跑,在跑道本身进行竞争;而对于十三岁至结婚前的女性(其参与社会活动的年龄,不长于二十岁,不短于十八岁),她们必须穿着得体的服装参加这些赛跑的竞争。
καὶ τὰ μὲν περὶ δρόμους ἀνδράσι τε καὶ γυναιξὶ ταῦτα ἔστω·
男女的赛跑规则便定为这些。
τὰ δὲ κατʼ ἰσχύν, ἀντὶ μὲν πάλης καὶ τῶν τοιούτων, τὰ νῦν ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην, ἕνα τε πρὸς ἕνα διαμαχομένους καὶ δύο πρὸς δύο, καὶ μέχρι δέκα πρὸς δέκα διαμιλλωμένους ἀλλήλοις.
另一方面,在力量竞技中,为了取代摔角及此类现在被称为重力项目的运动,我们应当确立武装格斗,进行一对一、二对二、直至十对十的相互竞争。

词汇与语法注释

  1. 832aοἷς γε ἀνάγκη διὰ βίου πεινῶσιν τὴν ψυχὴν ἀεὶ τὴν αὑτῶν διεξελθεῖν — 关系代词与格 `οἷς` 指代先行词 `δυστυχεῖς`,与带有与格主语的无人称句 `ἀνάγκη [ἐστίν]` 连用。现在分词与格 `πεινῶσιν` 与 `οἷς` 一致,而 `τὴν ψυχὴν` 是表示“在心灵方面”的关系宾格(限定宾格)。
  2. 832cτὰς οὐ πολιτείας — 否定词 `οὐ` 直接夹在冠词与名词 `πολιτείας` 之间,构成一个反义的单一概念,即“非政体”或“伪政体”。这并非通常带有条件或泛指意图的 `μή` 否定,而是强力否定其作为政体的实质。
  3. 833dκοινωνίας μὴ μακρότερον εἴκοσι ἐτῶν μηδʼ ἔλαττον ὀκτωκαίδεκα — `κοινωνίας` 为属格,指女性参与公共活动(此处指竞技活动)或未婚少女融入集体生活的时期。后续的比较级 `μὴ μακρότερον` 等以此属格为基准(比较属格),限定了“不超过二十岁,不少于十八岁”的年龄范围。

引用这一段

柏拉图, 法律篇 §8.832-8.833. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:8.832-8.833

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。