Humanitext Reader

プラトン · 法律 §8.828-8.829

祭礼の規定と軍事演習および詩人の資格

108 / 186 箇所 · ギリシア語

要旨

アテナイ人はデルポイの神託に基づく祭礼の組織化について論じ、国家の防衛力を維持するための毎月の軍事演習の義務化と、その功績を称える詩を創作・演奏できる詩人の厳格な資格基準を提示する。

§8.828ΑΘ. τούτων μὴν ἐχόμενά ἐστιν τάξασθαι μὲν καὶ νομοθετήσασθαι ἑορτὰς μετὰ τῶν ἐκ Δελφῶν μαντειῶν, αἵτινες θυσίαι καὶ θεοῖς οἷστισιν ἄμεινον καὶ λῷον θυούσῃ τῇ πόλει γίγνοιντʼ ἄν·
ΑΘ. さて、これらに続く事柄として、デルポイからの神託に依拠して、国家にとってどのような犠牲祭を、いかなる神々に捧げるのがより良く、また好ましいものとなるかを考慮しつつ、祭りを整えて規定することがあります。
πότε δὲ καὶ πόσαι τὸν ἀριθμόν, σχεδὸν ἴσως ἡμέτερον ἂν νομοθετεῖν ἔνιά γʼ αὐτῶν εἴη.
しかし、それらがいつ、また数としてどれほどになるべきかについては、その一部は、おそらく私たちの側で規定することになるでしょう。
ΚΛ. τάχʼ ἂν τὸν ἀριθμόν.
ΚΛ. おそらく、その数についてでしょうね。
ΑΘ. τὸν ἀριθμὸν δὴ λέγωμεν πρῶτον·
ΑΘ. ではまず、その数について述べましょう。
ἔστωσαν γὰρ τῶν μὲν πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων μηδὲν ἀπολείπουσαι, ὅπως ἂν μία γέ τις ἀρχὴ θύῃ θεῶν ἢ δαιμόνων τινὶ ἀεὶ ὑπὲρ πόλεώς τε καὶ αὐτῶν καὶ κτημάτων.
というのも、それらは三百六十五を下回らないものでなければならず、それは、国家と市民自身、そして財産のために、常に神々か精霊の誰かに対して、いずれか一つの役職が犠牲を捧げるようにするためです。
ταῦτα δὲ συνελθόντες ἐξηγηταὶ καὶ ἱερεῖς ἱέρειαί τε καὶ μάντεις μετὰ νομοφυλάκων ταξάντων ἃ παραλείπειν ἀνάγκη τῷ νομοθέτῃ·
これらについては、解釈者、祭司、女祭司、そして占い師たちが、法守護者たちとともに集まり、立法者が省略せざるを得ない事柄を規定すべきです。
καὶ δὴ καὶ αὐτοῦ τούτου χρὴ γίγνεσθαι ἐπιγνώμονας τοῦ παραλειπομένου τούτους τοὺς αὐτούς.
そして実に、彼ら自身がこの省略された事柄そのものを判定する者とならねばなりません。
ὁ μὲν γὰρ δὴ νόμος ἐρεῖ δώδεκα μὲν ἑορτὰς εἶναι τοῖς δώδεκα θεοῖς, ὧν ἂν ἡ φυλὴ ἑκάστη ἐπώνυμος ᾖ, θύοντας τούτων ἑκάστοις ἔμμηνα ἱερά, χορούς τε καὶ ἀγῶνας μουσικούς, τοὺς δὲ γυμνικούς, κατὰ τὸ πρέπον προσνέμοντας τοῖς θεοῖς τε αὐτοῖς ἅμα καὶ ταῖς ὥραις ἑκάσταις, γυναικείας τε ἑορτάς, ὅσαις χωρὶς ἀνδρῶν προσήκει καὶ ὅσαις μή, διανέμοντας.
というのも、法は十二の部族がそれぞれ名を冠する十二柱の神々のために、十二の祭りがあることを告げるでしょうから。 彼らはこれら各神に対して、毎月の犠牲、舞唱、文芸競技、そして体育競技を、神々自身と同時にそれぞれの季節に相応しいように割り当てながら捧げ、また女性を交えずに行うのがふさわしい女性の祭り、そうではない祭りを割り振って規定するのです。
ἔτι δὲ καὶ τὸ τῶν χθονίων καὶ ὅσους αὖ θεοὺς οὐρανίους ἐπονομαστέον καὶ τὸ τῶν τούτοις ἑπομένων οὐ συμμεικτέον ἀλλὰ χωριστέον, ἐν τῷ τοῦ Πλούτωνος μηνὶ τῷ δωδεκάτῳ κατὰ τὸν νόμον ἀποδιδόντας, καὶ οὐ δυσχεραντέον πολεμικοῖς ἀνθρώποις τὸν τοιοῦτον θεόν, ἀλλὰ τιμητέον ὡς ὄντα ἀεὶ τῷ τῶν ἀνθρώπων γένει ἄριστον·
さらに、冥界の神々と、また天上(天界)の神々と呼ぶべき神々の祭儀、および彼らに従う者たちのそれを、混同すべきではなく、区別すべきであって、それらを法に従ってプルートーンの第十二の月に捧げるのです。 そして、戦士たる人々はこのような神を嫌うべきではなく、人類にとって常に最善の神であるとして敬うべきです。
κοινωνία γὰρ ψυχῇ καὶ σώματι διαλύσεως οὐκ ἔστιν ᾗ κρεῖττον, ὡς ἐγὼ φαίην ἂν σπουδῇ λέγων.
なぜなら、魂と肉体にとって、結合が分離よりもいかなる点でも優れているということはないからです。 私が真剣に語るならそう主張するでしょう。
§8.829ΑΘ.πρὸς τούτοις δὲ διάνοιαν χρὴ σχεῖν τοὺς διαιρήσοντας ἱκανῶς ταῦτα τοιάνδε, ὡς ἔσθʼ ἡμῖν ἡ πόλις οἵαν οὐκ ἄν τις ἑτέραν εὕροι τῶν νῦν περὶ χρόνου σχολῆς καὶ τῶν ἀναγκαίων ἐξουσίας, δεῖ δὲ αὐτήν, καθάπερ ἕνα ἄνθρωπον, ζῆν εὖ·
ΑΘ. これらに加えて、これらを十分に区分しようとする人々は、次のような考えを持つ必要があります。 すなわち、私たちの国家は、余暇の時間や必要不可欠なものからの自由に関して、現在の他のいかなる国家にも見出せないほどのものであり、そしてそれは、一人の人間のように良く生きなければならない、ということです。
τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μήθʼ ἑαυτοὺς ἀδικεῖν μήτε ὑφʼ ἑτέρων αὐτοὺς ἀδικεῖσθαι.
しかし幸福に生きる人々にとっては、第一に、自分自身が他者を害さず、また他者から自分たちが害されないことが不可欠です。
τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπόν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον, καὶ οὐκ ἔστιν αὐτὸ τελέως σχεῖν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν·
この二つのうち、前者はさほど困難ではありませんが、害されないための力を獲得することは極めて困難であり、完全に善い者になること以外に、それを完全に得る方法はありません。
ταὐτὸν δὴ τοῦτο ἔστι καὶ πόλει ὑπάρχειν, γενομένῃ μὲν ἀγαθῇ βίος εἰρηνικός, πολεμικὸς δὲ ἔξωθέν τε καὶ ἔνδοθεν, ἂν ᾖ κακή.
これと全く同じことが国家にも当てはまります。 すなわち、善い国家になれば平和な生活がもたらされますが、悪い国家であれば、外部からも内部からも戦争状態になります。
τούτων δὲ ταύτῃ σχεδὸν ἐχόντων, οὐκ ἐν πολέμῳ τὸν πόλεμον ἑκάστοις γυμναστέον, ἀλλʼ ἐν τῷ τῆς εἰρήνης βίῳ.
これらのことがほぼこのようにある以上、各人は戦争の中ではなく、平和な生活の中で戦争の訓練をせねばなりません。
δεῖ τοίνυν πόλιν ἑκάστου μηνὸς νοῦν κεκτημένην στρατεύεσθαι μὴ ἔλαττον μιᾶς ἡμέρας, πλείους δέ, ὡς ἂν καὶ τοῖς ἄρχουσιν συνδοκῇ, μηδὲν χειμῶνας ἢ καύματα διευλαβουμένους, αὐτούς τε ἅμα καὶ γυναῖκας καὶ παῖδας, ὅταν ὡς πανδημίαν ἐξάγειν δόξῃ τοῖς ἄρχουσιν, τοτὲ δὲ καὶ κατὰ μέρη·
したがって、理知を備えた国家は、毎月少なくとも一日、あるいは支配者たちが合意するならそれ以上の数、軍事演習を行う必要があります。 冬の寒さも夏の暑さも一切恐れることなく、市民自身も、妻も子供も同時に、支配者たちが全人民を動員して引き出すと決めたときにはそうし、またあるときには部分ごとにそれを行うのです。
καί τινας ἀεὶ παιδιὰς μηχανᾶσθαι καλὰς ἅμα θυσίαις, ὅπως ἂν γίγνωνται μάχαι τινὲς ἑορταστικαί, μιμούμεναι τὰς πολεμικὰς ὅτι μάλιστα ἐναργῶς μάχας.
そして、犠牲祭とともに、実戦に極めて酷似した祝祭的な模擬戦が行われるように、常に美しく有益な遊びを考案せねばなりません。
νικητήρια δὲ καὶ ἀριστεῖα ἑκάστοισι τούτων δεῖ διανέμειν ἐγκώμιά τε καὶ ψόγους ποιεῖν ἀλλήλοις, ὁποῖός τις ἂν ἕκαστος γίγνηται κατά τε τοὺς ἀγῶνας ἐν παντί τε αὖ τῷ βίῳ, τόν τε ἄριστον δοκοῦντα εἶναι κοσμοῦντας καὶ τὸν μὴ ψέγοντας.
そして、これら各競技の勝者には勝利の賞や武勇の賞を授け、互いに対する賞賛や非難の言葉を作るべきです。 競技中であれ、あるいは生涯全般を通じてであれ、各人がどのような人物であるかに応じて、最も優れていると思われる者を称え、そうでない者を非難するのです。
ποιητὴς δὲ ἔστω τῶν τοιούτων μὴ ἅπας, ἀλλὰ γεγονὼς πρῶτον μὲν μὴ ἔλαττον πεντήκοντα ἐτῶν, μηδʼ αὖ τῶν ὁπόσοι ποίησιν μὲν καὶ μοῦσαν ἱκανῶς κεκτημένοι ἐν αὑτοῖς εἰσιν, καλὸν δὲ ἔργον καὶ ἐπιφανὲς μηδὲν δράσαντες πώποτε·
しかし、誰もがこうした詩を作ってよいわけではなく、まず第一に、五十歳を下回らない者でなければならず、また、詩作や文芸の才能を十分に内に備えていながらも、美しく輝かしい実績を一度も上げたことのないような者であってはなりません。
ὅσοι δὲ ἀγαθοί τε αὐτοὶ καὶ τίμιοι ἐν τῇ πόλει, ἔργων ὄντες δημιουργοὶ καλῶν, τὰ τῶν τοιούτων ᾀδέσθω ποιήματα, ἐὰν καὶ μὴ μουσικὰ πεφύκῃ.
そうではなく、自分自身が善良で国家において名誉あり、美しい行為の実践者である人々、そのような人々の詩が、たとえ生来の音楽的な洗練を欠いていたとしても、歌われるべきなのです。
κρίσις δὲ αὐτῶν ἔστω παρά τε τῷ παιδευτῇ καὶ τοῖς ἄλλοις νομοφύλαξι, τοῦτο ἀποδιδόντων αὐτοῖς γέρας, παρρησίαν ἐν μούσαις εἶναι μόνοις, τοῖς δὲ ἄλλοις μηδεμίαν ἐξουσίαν γίγνεσθαι, μηδέ τινα τολμᾶν ᾄδειν ἀδόκιμον μοῦσαν μὴ κρινάντων τῶν νομοφυλάκων, μηδʼ ἂν ἡδίων ᾖ τῶν Θαμύρου τε καὶ Ὀρφείων ὕμνων, ἀλλʼ ὅσα τε ἱερὰ κριθέντα ποιήματα ἐδόθη τοῖς θεοῖς, καὶ ὅσα ἀγαθῶν ὄντων ἀνδρῶν ψέγοντα ἢ ἐπαινοῦντά τινας ἐκρίθη μετρίως δρᾶν τὸ τοιοῦτον. τὰ αὐτὰ δὲ λέγω στρατείας τε πέρι καὶ τῆς ἐν ποιήσεσι παρρησίας γυναιξί τε καὶ ἀνδράσιν ὁμοίως γίγνεσθαι δεῖν.
そしてそれらの選定は、教育担当官および他の法守護者たちによって行われるべきです。 彼らはそれらの作者に、詩において言論の自由を持つという特権を彼らだけに与え、他の者にはいかなる権能も与えません。 また、法守護者たちが審査していない、未公認の詩を歌うことを何人にも許してはなりません。 それがたとえタミュリスやオルペウスの賛歌よりも甘美なものであったとしても。 認可されて神々に捧げられた神聖な詩、あるいは、優れた人々が誰かを非難したり賞賛したりする際に、そうしたことを節度をもって行っていると判定された詩だけを歌わせるのです。 そしてこれと同じことが、軍事演習に関しても、また詩における言論の自由に関しても、女性と男性に等しく適用されねばならないと私は言っておきます。

語釈・文法注

  1. 828dκοινωνία γὰρ ψυχῇ καὶ σώματι διαλύσεως οὐκ ἔστιν ᾗ κρεῖττον — 魂(ψυχή)と肉体(σῶμα)の結合(κοινωνία)が、その分離(διάλυσις)よりもあらゆる点において優れている(κρεῖττον)ということはない、という意味。名詞 διαλύσεως は比較の属格であり、死(分離)は生(結合)よりも本質的に悪くないというプラトンの哲学的思想を表している。
  2. 829τῶν νῦν περὶ χρόνου σχολῆς καὶ τῶν ἀναγκαίων ἐξουσίας — 関係代名詞 οἵαν の表す内容を限定・説明する部分。属格である σχολῆς(余暇)と ἐξουσίας(免除・自由)は関係の属格(または性質の属格)であり、「時間の余暇および必要不可欠な労働からの自由に関して、現在のいかなる国家(τῶν νῦν)の中にも見出せないほどである」という意味の構造になる。
  3. 829dτοῦτο ἀποδιδόντων αὐτοῖς γέρας — 分詞 ἀποδιδόντων(与える)は複数属格形であるが、論理的な一致先は先行する与格の νομοφύλαξι(法守護者たち)である。これは、複数の審査官たちという主語のイメージに引きずられて属格で表現されたか、あるいは一種の属格独立構文('彼らがこの特権を与える中で')として挿入された破格(anacoluthon)と解釈できる。

この箇所を引用する

プラトン, 法律 §8.828-8.829. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:8.828-8.829

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。