Humanitext Reader

柏拉图 · 法律篇 §8.830-8.831

实战军事训练的必要与妨碍训练的贪财

第 109 段,共 186 段 · 希腊语

内容简介

雅典人通过将国家军事训练比作竞技者的日常演练,阐明了训练的必要性,并主张模拟战中的过失致死应当免责。随后,他将对财富的过度贪婪归为当今城邦普遍缺乏此类演练的首要原因。

§8.830ΑΘ. χρὴ δὲ ἀναφέρειν παραδεικνύντα ἑαυτῷ τὸν νομοθέτην τῷ λόγῳ· φέρε, τίνας ποτὲ τρέφω τὴν πόλιν ὅλην παρασκευάσας;
ΑΘ. 但是,立法者必须在论证中向自己展示,并作如下参考:“且慢,我在做学做好全城准备后,究竟在养育着什么样的人呢?
ἆρʼ οὐκ ἀθλητὰς τῶν μεγίστων ἀγώνων, οἷς ἀνταγωνισταὶ μυρίοι ὑπάρχουσι;
” “难道不正是最大竞技的竞技者吗? 而他们的对手有千千万万。
καὶ πάνυ γε, φαίη τις ἂν ὀρθῶς λέγων.
”确实如此,若有人说得对,就会这样回答。
τί δῆτα; εἰ πύκτας ἢ παγκρατιαστὰς ἐτρέφομεν ἤ τι τῶν τοιούτων ἕτερον ἀγωνισμάτων ἀθλοῦντας, ἆρα εἰς αὐτὸν ἂν ἀπηντῶμεν τὸν ἀγῶνα, ἐν τῷ πρόσθεν χρόνῳ οὐδενὶ καθʼ ἡμέραν προσμαχόμενοι;
那么,如果我们养育的是拳击手、潘克拉辛武士,或是从事其他此类竞技的选手,难道我们会在之前从未与任何人日常对练过的情况下,就直接去迎接正式的比赛吗?
ἢ πύκται γε ὄντες παμπόλλας ἂν ἡμέρας ἔμπροσθεν τοῦ ἀγῶνος ἐμανθάνομέν τε ἂν μάχεσθαι καὶ διεπονούμεθα, μιμούμενοι πάντα ἐκεῖνα ὁπόσοις ἐμέλλομεν εἰς τότε χρήσεσθαι περὶ τῆς νίκης διαμαχόμενοι, καὶ ὡς ἐγγύτατα τοῦ ὁμοίου ἰόντες, ἀντὶ ἱμάντων σφαίρας ἂν περιεδούμεθα, ὅπως αἱ πληγαί τε καὶ αἱ τῶν πληγῶν εὐλάβειαι διεμελετῶντο εἰς τὸ δυνατὸν ἱκανῶς, εἴ τέ τις ἡμῖν συγγυμναστῶν συνέβαινεν ἀπορία πλείων, ἆρʼ ἂν δείσαντες τὸν τῶν ἀνοήτων γέλωτα οὐκ ἂν ἐτολμῶμεν κρεμαννύντες εἴδωλον ἄψυχον γυμνάζεσθαι πρὸς αὐτό;
或者,如果我们是拳击手,难道不会在比赛前许多天里学习战斗并刻苦训练,模拟我们在那时为了争夺胜利所要使用的一切招式,并且尽可能地接近实战,在手上缠绕软球而不是皮带,以便在可能范围内使打击和防守都得到充分的练习吗? 如果我们的训练伙伴出现了严重的匮乏,难道我们会因为害怕愚蠢之人的嘲笑,而不敢悬挂一个没有生命的木偶来对着它训练吗?
καὶ ἔτι πάντων τῶν τε ἐμψύχων καὶ τῶν ἀψύχων ἀπορήσαντές ποτε, ἐν ἐρημίᾳ συγγυμναστῶν ἆρά γε οὐκ ἐτολμήσαμεν ἂν αὐτοὶ πρὸς ἡμᾶς αὐτοὺς σκιαμαχεῖν ὄντως;
而且,即使我们一度缺乏包括生物和无生物在内的一切,在没有训练伙伴的荒凉境地中,难道我们不会真正地去敢于跟自己进行空拳对练吗?
ἢ τί ποτε ἄλλο τὴν τοῦ χειρονομεῖν μελέτην ἄν τις φαίη γεγονέναι;
否则,人们又会说手部动作的练习究竟是什么呢?
ΚΛ. σχεδόν, ὦ ξένε, οὐδὲν ἄλλο γε πλὴν τοῦτο αὐτὸ ὃ σὺ νῦν ἔφθεγξαι.
ΚΛ. 异邦人啊,可以说除了你刚才所说的这件事本身之外,别无其他。
ΑΘ. τί οὖν; τὸ τῆς πόλεως ἡμῖν μάχιμον ἦ χεῖρόν τι παρασκευασάμενον τῶν τοιούτων ἀγωνιστῶν εἰς τὸν μέγιστον τῶν ἀγώνων ἑκάστοτε τολμήσει παριέναι, διαμαχούμενον περὶ ψυχῆς καὶ παίδων καὶ χρημάτων καὶ ὅλης τῆς πόλεως;
ΑΘ. 那么,我们的城邦战斗力量在每次迎接涉及生命、孩子、财产和整个城邦的最重大比赛时,难道会带着比这些竞技者还要差的准备,就敢于入场拼搏吗?
καὶ ταῦτα δὴ φοβηθεὶς αὐτῶν ὁ νομοθέτης τὰ πρὸς ἀλλήλους γυμνάσια μὴ φαίνηταί τισιν γελοῖα, οὐκ ἄρα νομοθετήσει, στρατεύεσθαι προστάττων μάλιστα μὲν ἑκάστης ἡμέρας τά γε σμικρὰ χωρὶς τῶν ὅπλων, χορούς τε εἰς ταῦτα ἅμα καὶ γυμναστικὴν πᾶσαν συντείνων, τὰς δὲ οἷόν τινας μείζους τε καὶ ἐλάττους γυμνασίας μὴ ἔλαττον ἢ κατὰ μῆνα ἕκαστον ποιεῖσθαι προστάξει, ἁμίλλας τε πρὸς ἀλλήλους ποιουμένους κατὰ πᾶσαν τὴν χώραν, ἐπὶ κατάληψιν χωρίων ἁμιλλωμένους καὶ ἐνέδρας, καὶ πᾶσαν μιμουμένους τὴν πολεμικήν, §8.831ΑΘ. ὄντως σφαιρομαχεῖν τε καὶ βολαῖς ὡς ἐγγύτατα τῶν ἀληθῶν, χρωμένους ὑποκινδύνοις βέλεσιν, ὅπως μὴ παντάπασιν ἄφοβος ἡ πρὸς ἀλλήλους γίγνηται παιδιά, δείματα δὲ παρέχῃ καί τινα τρόπον δηλοῖ τόν τε εὔψυχον καὶ τὸν μή, καὶ τοῖς μὲν τιμάς, τοῖς δὲ καὶ ἀτιμίας διανέμων ὀρθῶς, τὴν πόλιν ὅλην εἰς τὸν ἀληθινὸν ἀγῶνα διὰ βίου παρασκευάζῃ χρησίμην, καὶ δὴ καί τινος ἀποθανόντος οὕτως, ὡς ἀκουσίου τοῦ φόνου γενομένου, τιθῇ τὸν ἀποκτείναντα κατὰ νόμον καθαρθέντα καθαρὸν εἶναι χεῖρας, ἡγούμενος ἀνθρώπων μὲν τελευτησάντων μὴ πολλῶν, ἑτέρους πάλιν οὐ χείρους φύσεσθαι, φόβου δὲ οἷον τελευτήσαντος, ἐν πᾶσιν τοῖς τοιούτοις βάσανον οὐχ εὑρήσειν τῶν τε ἀμεινόνων καὶ χειρόνων, οὐ σμικρῷ πόλει μεῖζον κακὸν ἐκείνου;
而立法者正是因为害怕这一点,难道就会因为担心他们彼此之间的演练在某些人看来显得可笑,而不去制定法律,命令他们尽可能每天在不带武器的情况下进行轻装演习,为此将舞蹈和所有的体育活动结合起来,并命令他们每月至少进行一次某种较大或较小的演练,让他们在整个国土上相互竞争,争夺阵地和设伏,并模拟一切战争行为, ΑΘ. 真正地用软兵器格斗和投掷尽可能逼真的投掷物,使用略带危险的武器,好让彼此之间的游戏不至于完全没有恐惧,而是带来恐惧,并在某种程度上显露出勇敢者与懦弱者,从而给一些人以荣誉,给另一些人以耻辱,使整个城邦在终身的真实战斗中被准备得切实有用(难道立法者不会制定这样的法律吗)? 甚至如果有人因此死亡,也要将其作为过失杀人处理,规定杀人者在依法净化后,其手便是干净的;因为立法者认为,死去的少数人,其位置自然会有不亚于他们的其他人重新生长出来,但如果恐惧死去了,他就无法在所有这些事情中找到检验优劣的手段,而这对城邦而言难道不是比前者的死亡大得多的危害吗?
ΚΛ. συμφαῖμεν ἂν ἡμεῖς γε, ὦ ξένε, τὰ τοιαῦτα δεῖν καὶ νομοθετεῖν καὶ ἐπιτηδεύειν πόλιν ἅπασαν.
ΚΛ. 异邦人啊,我们至少会同意,每个城邦都应当为这些事情立法并加以实行。
ΑΘ. ἆρʼ οὖν γιγνώσκομεν ἅπαντες τὴν αἰτίαν διότι ποτὲ νῦν ἐν ταῖς πόλεσιν ἡ τοιαύτη χορεία καὶ ἀγωνία σχεδὸν οὐδαμῇ οὐδαμῶς ἐστιν, εἰ μὴ πάνυ τι σμικρά;
ΑΘ. 那么,我们是否都知道,为什么如今在城邦中这种舞蹈和竞技几乎随处可见全无(除了极少数微不足道的情况之外)的原因呢?
ἢ φῶμεν διʼ ἀμαθίαν τῶν πολλῶν καὶ τῶν τιθέντων αὐτοῖς τοὺς νόμους;
还是说,我们应当说这是由于大众以及为他们制定法律的人的无知呢?
ΚΛ. τάχʼ ἄν.
ΚΛ. 或许是吧。
ΑΘ. οὐδαμῶς, ὦ μακάριε Κλεινία·
ΑΘ. 绝非如此,幸福的克莱尼亚啊。
δύο δὲ χρὴ φάναι τούτων αἰτίας εἶναι καὶ μάλα ἱκανάς.
应当说这有两个极其充足的原因。
ΚΛ. ποίας;
ΚΛ. 哪两个?
ΑΘ. τὴν μὲν ὑπʼ ἔρωτος πλούτου πάντα χρόνον ἄσχολον ποιοῦντος τῶν ἄλλων ἐπιμελεῖσθαι πλὴν τῶν ἰδίων κτημάτων, ἐξ ὧν κρεμαμένη πᾶσα ψυχὴ πολίτου παντὸς οὐκ ἄν ποτε δύναιτο τῶν ἄλλων ἐπιμέλειαν ἴσχειν πλὴν τοῦ καθʼ ἡμέραν κέρδους·
ΑΘ. 一个是由于对财富的渴望,它使人在所有时间里都无暇顾及除个人财产之外的任何其他事情,每个公民的整个灵魂都悬系于此,以至于永远无法顾及日常利益之外的其他配虑。
καὶ ὅτι μὲν πρὸς τοῦτο φέρει μάθημα ἢ καὶ ἐπιτήδευμα, ἰδίᾳ πᾶς μανθάνειν τε καὶ ἀσκεῖν ἑτοιμότατός ἐστιν, τῶν δὲ ἄλλων καταγελᾷ.
而且,凡是能导向这一目的的学问或实践,每个人都会在私下里最乐意去学习和锻炼,而对其他事情则加以嘲笑。
τοῦτο μὲν ἓν καὶ ταύτην μίαν αἰτίαν χρὴ φάναι τοῦ μήτε τοῦτο μήτʼ ἄλλο μηδὲν καλὸν κἀγαθὸν ἐθέλειν ἐπιτήδευμα πόλιν σπουδάζειν, ἀλλὰ διὰ τὴν τοῦ χρυσοῦ τε καὶ ἀργύρου ἀπληστίαν πᾶσαν μὲν τέχνην καὶ μηχανήν, καλλίω τε καὶ ἀσχημονεστέραν, ἐθέλειν ὑπομένειν πάντα ἄνδρα, εἰ μέλλει πλούσιος ἔσεσθαι, καὶ πρᾶξιν πράττειν ὅσιόν τε καὶ ἀνόσιον καὶ πάντως αἰσχράν, μηδὲν δυσχεραίνοντα, ἐὰν μόνον ἔχῃ δύναμιν καθάπερ θηρίῳ τοῦ φαγεῖν παντοδαπὰ καὶ πιεῖν ὡσαύτως καὶ ἀφροδισίων πᾶσαν πάντως παρασχεῖν πλησμονήν.
这应当说是其中一个原因,也是城邦不愿热心于这项实践或任何其他美好善良实践的唯一原因;相反,由于对金银的贪得无厌,如果一个人想要变得富有,他就愿意忍受任何无论高尚还是低俗的技术和手段,并去做出神圣或不敬、乃至完全可耻的行为,不觉得有任何反感,只要他能像野兽一样,拥有吃各种东西、同样地喝,以及提供一切性欲满足的力量。
ΚΛ. ὀρθῶς.
ΚΛ. 正确。

词汇与语法注释

  1. 830aἀναφέρειν παραδεικνύντα ἑαυτῷ τὸν νομοθέτην — 不定式 ἀναφέρειν 在此作为不及物动词,意为“参考”或“留意”。宾格分词 παραδεικνύντα 与 τὸν νομοθέτην 一致,后者作为由 χρή 引导的不定式的逻辑主语。
  2. 830bὅπως αἱ πληγαί τε καὶ αἱ τῶν πληγῶν εὐλάβειαι διεμελετῶντο — 在 ὅπως 从句中使用直陈式过去未完成时 διεμελετῶντο,表示过去未实现的意图或基于虚拟假设的目的。
  3. 831aκαὶ δὴ καί τινος ἀποθανόντος — 此句承接 830d 的主语 ὁ νομοθέτης,并一直延伸到虚拟式动词 παρασκευάζῃ 与 τιθῇ(831a),规定了军事训练中过失致死者的法律净化与免责。
  4. 831cτὴν μὲν ὑπʼ ἔρωτος πλούτου — 宾格短语 τὴν μὲν 与前文的“两个原因”(δύο ... αἰτίας)形成同格,或者作为 φάναι 的直接宾语,其中省略了名词 αἰτίαν。

引用这一段

柏拉图, 法律篇 §8.830-8.831. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:8.830-8.831

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。