§7.823ΑΘ.τελεώτερον δὲ ὧδε εἰρημένον, ὡς ἄρα ὃς ἂν τοῖς τοῦ νομοθέτου νομοθετοῦντός τε καὶ ἐπαινοῦντος καὶ ψέγοντος πειθόμενος γράμμασιν διεξέλθῃ τὸν βίον ἄκρατον.
ΑΘ. むしろ次のように語られる時、より完全なものとなるのです。 すなわち、法を制定し、賞賛し、非難する立法者の書かれた規定に従って、混じりけのない人生を全うするような人がいるならば、と。
οὗτος ὅ τε λόγος ὀρθότατος εἰς ἔπαινον πολίτου, τόν τε νομοθέτην ὄντως δεῖ μὴ μόνον γράφειν τοὺς νόμους, πρὸς δὲ τοῖς νόμοις, ὅσα καλὰ αὐτῷ δοκεῖ καὶ μὴ καλὰ εἶναι, νόμοις ἐμπεπλεγμένα γράφειν, τὸν δὲ ἄκρον πολίτην μηδὲν ἧττον ταῦτα ἐμπεδοῦν ἢ τὰ ταῖς ζημίαις ὑπὸ νόμων κατειλημμένα.
この言葉こそ、市民への賛辞として最も正しいものであり、また立法者は実際に法律を書き記すだけでなく、法律に加えて、自分にとって美しく、また美しくないと思われるすべてのことを法律に織り交ぜて書き記さねばならず、極限の市民は、それらを法律によって罰則を科された事柄に劣らず守らねばならないのです。
τὸ δὲ δὴ παρὸν ἡμῖν τὰ νῦν εἰ οἷον μάρτυρα ἐπαγόμεθα, δηλοῖμεν ἂν ὃ βουλόμεθα μᾶλλον.
そして現在私たちの前にあるこの事例を、いわば証人として引き合いに出すならば、私たちが望んでいることをより明らかにできるでしょう。
θήρα γὰρ πάμπολύ τι πρᾶγμά ἐστι, περιειλημμένον ὀνόματι νῦν σχεδὸν ἑνί.
というのも、狩猟とは非常に多岐にわたる事柄であり、現在はほぼ一つの名前で括られているからです。
πολλὴ μὲν γὰρ ἡ τῶν ἐνύδρων, πολλὴ δὲ ἡ τῶν πτηνῶν, πάμπολυ δὲ καὶ τὸ περὶ τὰ πεζὰ θηρεύματα, οὐ μόνον θηρίων, ἀλλὰ καὶ τὴν τῶν ἀνθρώπων ἀξίαν ἐννοεῖν θήραν, τήν τε κατὰ πόλεμον, πολλὴ δὲ καὶ ἡ κατὰ φιλίαν θηρεύουσα, ἡ μὲν ἔπαινον, ἡ δὲ ψόγον ἔχει·
水生生物のそれも多々あれば、翼のあるもののそれも多々あり、陸上の獲物をめぐる狩りも非常に広範にわたります。 それは野獣だけでなく、人間の狩猟をも考慮に値するものであり、戦争によるそれや、また友情を通じて狩りをするものも多々あり、あるものは賛美を、あるものは非難を受けます。
καὶ κλωπεῖαι καὶ λῃστῶν καὶ στρατοπέδων στρατοπέδοις θῆραι.
さらに、盗み、強盗、そして軍勢が軍勢を狩ることもあります。
θήρας δὲ πέρι τιθέντι τῷ νομοθέτῃ τοὺς νόμους οὔτε μὴ δηλοῦν ταῦθʼ οἷόν τε, οὔτε ἐπὶ πᾶσιν τάξεις καὶ ζημίας ἐπιτιθέντα ἀπειλητικὰ νόμιμα τιθέναι.
これらに関して法律を制定する立法者にとって、それらを明らかにしないことも不可能ですし、かといってすべてに対して規定や罰則を科して脅迫的な法規定を設けることも不可能です。
τί δὴ δραστέον περὶ τὰ τοιαῦτα;
では、このような事柄についてどうすべきでしょうか。
τὸν μέν, τὸν νομοθέτην, ἐπαινέσαι καὶ ψέξαι χρεὼν τὰ περὶ θήρας πρὸς τοὺς τῶν νέων πόνους τε καὶ ἐπιτηδεύματα, τὸν δʼ αὖ νέον ἀκούσαντα πείθεσθαι, καὶ μήθʼ ἡδονὴν μήτε πόνον ἐξείργειν αὐτόν, τῶν δὲ περὶ ἕκαστα ἀπειληθέντων μετὰ ζημίας καὶ νομοθετηθέντων, τὰ μετʼ ἐπαίνου ῥηθέντα μᾶλλον τιμᾶν καὶ προσταχθέντα ἀποτελεῖν.
一方において、立法者は、若者たちの労苦と活動に照らして、狩猟に関する事柄を賞賛し、また非難すべきであり、他方において、若者はそれを聞いて従い、快楽も苦痛も自分を妨げないようにし、罰則を伴って脅され法律として制定された事柄よりも、むしろ賞賛を伴って語られ、指示された事柄を重んじて実行すべきです。
τούτων δὴ προρρηθέντων, ἑξῆς ἂν γίγνοιτο ἔμμετρος ἔπαινος θήρας καὶ ψόγος, ἥτις μὲν βελτίους ἀποτελεῖ τὰς ψυχὰς τῶν νέων ἐπαινοῦντος, ψέγοντος δὲ ἣ τἀναντία.
これらのことがあらかじめ語られた上で、次に、狩猟に対する適度な賞賛と非難が続くことになるでしょう。 すなわち、どのような狩猟が若者たちの魂をより良くするかを賞賛し、その反対にするものを非難するのです。
λέγωμεν τοίνυν τὸ μετὰ τοῦτο ἑξῆς προσαγορεύοντες διʼ εὐχῆς τοὺς νέους·
それでは、その次に続くことを、若者たちに対して祈りを通じて語りかける形で述べましょう。
ὦ φίλοι, εἴθʼ ὑμᾶς μήτε τις ἐπιθυμία μήτʼ ἔρως τῆς περὶ θάλατταν θήρας ποτὲ λάβοι μηδὲ ἀγκιστρείας μηδʼ ὅλως τῆς τῶν ἐνύδρων ζῴων, μήτε ἐγρηγορόσιν μήτε εὕδουσιν κύρτοις ἀργὸν θήραν διαπονουμένοις.
『友よ、海での狩猟への欲望や憧れが、決してあなた方を捉えることがありませんように。 また釣り針による魚釣りも、水生生物全般のそれも、目覚めている時であれ、眠っている時であれ、筌によって怠惰な狩猟に労力を費やすことがありませんように。
§7.824ΑΘ. μηδʼ αὖ ἄγρας ἀνθρώπων κατὰ θάλατταν λῃστείας τε ἵμερος ἐπελθὼν ὑμῖν θηρευτὰς ὠμοὺς καὶ ἀνόμους ἀποτελοῖ·
ΑΘ. また、海での人間の捕獲や海賊行為への欲求があなた方に襲いかかり、あなた方を残酷で無法な狩猟者に仕立て上げることがありませんように。
κλωπείας δʼ ἐν χώρᾳ καὶ πόλει μηδὲ εἰς τὸν ἔσχατον ἐπέλθοι νοῦν ἅψασθαι.
地方や都市での窃盗に手を染めることが、極限の思いにおいてすら心に浮かびませんように。
μηδʼ αὖ πτηνῶν θήρας αἱμύλος ἔρως οὐ σφόδρα ἐλευθέριος ἐπέλθοι τινὶ νέων.
また、あまり自由人にふさわしくない、鳥の狩猟に対する狡猾な熱望が、若者の誰かに襲いかかりませんように。
πεζῶν δὴ μόνον θήρευσίς τε καὶ ἄγρα λοιπὴ τοῖς παρʼ ἡμῖν ἀθληταῖς, ὧν ἡ μὲν τῶν εὑδόντων αὖ κατὰ μέρη, νυκτερεία κληθεῖσα, ἀργῶν ἀνδρῶν, οὐκ ἀξία ἐπαίνου, οὐδʼ ἧττον διαπαύματα πόνων ἔχουσα, ἄρκυσίν τε καὶ πάγαις ἀλλʼ οὐ φιλοπόνου ψυχῆς νίκῃ χειρουμένων τὴν ἄγριον τῶν θηρίων ῥώμην·
私たちの闘士たちに残されているのは、陸上動物の狩猟と捕獲のみであり、それらのうち、部分ごとに眠っている獲物を狙う、夜間狩猟と呼ばれるものは、怠惰な者たちのためのものであり、賞賛に値しません。 また、労苦の休息をもたらすにすぎず、網や罠によって野獣の荒々しい力を制圧するものであって、労苦を愛する魂の勝利によるものではありません。
μόνη δὴ πᾶσιν λοιπὴ καὶ ἀρίστη ἡ τῶν τετραπόδων ἵπποις καὶ κυσὶν καὶ τοῖς ἑαυτῶν θήρα σώμασιν, ὧν ἁπάντων κρατοῦσιν δρόμοις καὶ πληγαῖς καὶ βολαῖς αὐτόχειρες θηρεύοντες, ὅσοις ἀνδρείας τῆς θείας ἐπιμελές.
すべての人に残された唯一にして最善のものは、馬や犬を使い、自分自身の肉体を用いて行う四肢動物の狩猟であり、神聖なる勇気を気にかける人々は皆、自らの手で狩りをし、疾走、打撃、投射によってそれらすべてを制圧するのです。
τούτων δὴ πάντων ἔπαινος μὲν πέρι καὶ ψόγος ὁ διειρημένος ἂν εἴη λόγος, νόμος δὲ ὅδε·
これらすべてに関して、賞賛と非難に関する区分された議論は以上のようになるでしょう。 そして法律は次の通りです。
τούτους μηδεὶς τοὺς ἱεροὺς ὄντως θηρευτὰς κωλυέτω ὅπου καὶ ὅπῃπερ ἂν ἐθέλωσιν κυνηγετεῖν, νυκτερευτὴν δὲ ἄρκυσιν καὶ πλεκταῖς πιστὸν μηδεὶς μηδέποτε ἐάσῃ μηδαμοῦ θηρεῦσαι·
真に神聖なるこれらの狩猟者たちが、望む時に望む場所で犬を率いて狩りをすることを、誰も妨げてはならない。 しかし、網や籠を頼りとする夜間狩猟者が、いかなる場所でも決して狩りをすることを、誰も許してはならない。
τὸν ὀρνιθευτὴν δὲ ἐν ἀργοῖς μὲν καὶ ὄρεσιν μὴ κωλυέτω, ἐν ἐργασίμοις δὲ καὶ ἱεροῖς ἀγρίοις ἐξειργέτω ὁ προστυγχάνων, ἐνυγροθηρευτὴν δέ, πλὴν ἐν λιμέσιν καὶ ἱεροῖς ποταμοῖς τε καὶ ἕλεσι καὶ λίμναις, ἐν τοῖς ἄλλοις δὲ ἐξέστω θηρεύειν, μὴ χρώμενον ὀπῶν ἀναθολώσει μόνον.
また、鳥を狩る者を、未開墾地や山地において妨げてはならないが、耕作地や神聖な森においては、出くわした者が追い出さねばならない。 水生生物の狩猟者については、港、神聖な河川、沼沢、湖沼を除き、その他の場所では狩猟を許可するものとする。 ただし、毒液を用いて水を濁らせる方法を用いない場合に限る。
νῦν οὖν ἤδη πάντα χρὴ φάναι τέλος ἔχειν τά γε παιδείας πέρι νόμιμα.
』さて、これによって教育に関するすべての法規定が完了したと言うべきです。
ΚΛ. καλῶς ἂν λέγοις.
ΚΛ. もっともなお言葉です。