§8.828ΑΘ. τούτων μὴν ἐχόμενά ἐστιν τάξασθαι μὲν καὶ νομοθετήσασθαι ἑορτὰς μετὰ τῶν ἐκ Δελφῶν μαντειῶν, αἵτινες θυσίαι καὶ θεοῖς οἷστισιν ἄμεινον καὶ λῷον θυούσῃ τῇ πόλει γίγνοιντʼ ἄν·
ΑΘ. 紧接在这些事情之后的,是结合德尔斐的神谕来安排并制定节日,即对于城邦而言,向哪些神明献祭哪些祭品会更好、更得益;至于这些节日何时举行以及在数量上应当是多少,其中一部分或许该由我们来立法规定。
πότε δὲ καὶ πόσαι τὸν ἀριθμόν, σχεδὸν ἴσως ἡμέτερον ἂν νομοθετεῖν ἔνιά γʼ αὐτῶν εἴη.
ΚΛ. 或许是关于数量。
ΚΛ. τάχʼ ἂν τὸν ἀριθμόν. ΑΘ. τὸν ἀριθμὸν δὴ λέγωμεν πρῶτον·
ΑΘ. 那么我们先说数量吧。
ἔστωσαν γὰρ τῶν μὲν πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων μηδὲν ἀπολείπουσαι, ὅπως ἂν μία γέ τις ἀρχὴ θύῃ θεῶν ἢ δαιμόνων τινὶ ἀεὶ ὑπὲρ πόλεώς τε καὶ αὐτῶν καὶ κτημάτων.
因为这些节日应当不少于三百六十五个,以便至少有一位官职人员始终代表城邦、代表他们自身及财产,向某位神明或神灵献祭。
ταῦτα δὲ συνελθόντες ἐξηγηταὶ καὶ ἱερεῖς ἱέρειαί τε καὶ μάντεις μετὰ νομοφυλάκων ταξάντων ἃ παραλείπειν ἀνάγκη τῷ νομοθέτῃ· καὶ δὴ καὶ αὐτοῦ τούτου χρὴ γίγνεσθαι ἐπιγνώμονας τοῦ παραλειπομένου τούτους τοὺς αὐτούς.
这些事务应由解释者、祭司、女祭司和占卜者聚在一起,与法守护者们共同安排立法者不得不省略的部分;而实际上,这些人自身也必须成为对这些省略部分的判定者。
ὁ μὲν γὰρ δὴ νόμος ἐρεῖ δώδεκα μὲν ἑορτὰς εἶναι τοῖς δώδεκα θεοῖς, ὧν ἂν ἡ φυλὴ ἑκάστη ἐπώνυμος ᾖ, θύοντας τούτων ἑκάστοις ἔμμηνα ἱερά, χορούς τε καὶ ἀγῶνας μουσικούς, τοὺς δὲ γυμνικούς, κατὰ τὸ πρέπον προσνέμοντας τοῖς θεοῖς τε αὐτοῖς ἅμα καὶ ταῖς ὥραις ἑκάσταις, γυναικείας τε ἑορτάς, ὅσαις χωρὶς ἀνδρῶν προσήκει καὶ ὅσαις μή, διανέμοντας.
因为法律将会规定,对应于十二个部族以此命名的十二位神明,有十二个节日,每月向其中每一位神明献祭,并分派歌舞和文艺竞赛,以及体育竞赛,使其与神明自身及各个季节相称;同时分派妇女的节日,规定哪些适宜与男子分开,哪些不适宜。
ἔτι δὲ καὶ τὸ τῶν χθονίων καὶ ὅσους αὖ θεοὺς οὐρανίους ἐπονομαστέον καὶ τὸ τῶν τούτοις ἑπομένων οὐ συμμεικτέον ἀλλὰ χωριστέον, ἐν τῷ τοῦ Πλούτωνος μηνὶ τῷ δωδεκάτῳ κατὰ τὸν νόμον ἀποδιδόντας, καὶ οὐ δυσχεραντέον πολεμικοῖς ἀνθρώποις τὸν τοιοῦτον θεόν, ἀλλὰ τιμητέον ὡς ὄντα ἀεὶ τῷ τῶν ἀνθρώπων γένει ἄριστον·
此外,对于冥界神明的祭仪,以及那些被称为天界神明的祭仪和跟随他们的神灵的祭仪,不应混淆,而应加以区分,并在法律规定的普鲁托之月即第十二个月里举行。
κοινωνία γὰρ ψυχῇ καὶ σώματι διαλύσεως οὐκ ἔστιν ᾗ κρεῖττον, ὡς ἐγὼ φαίην ἂν σπουδῇ λέγων.
对于好战的人们来说,不应对这样的神明感到厌恶,而应当予以尊崇,因为祂对人类而言始终是最好的神;因为对于灵魂和肉体来说,结合绝不比它们的分离更好,如果我严肃地来说,我会这样主张。
§8.829ΑΘ.πρὸς τούτοις δὲ διάνοιαν χρὴ σχεῖν τοὺς διαιρήσοντας ἱκανῶς ταῦτα τοιάνδε, ὡς ἔσθʼ ἡμῖν ἡ πόλις οἵαν οὐκ ἄν τις ἑτέραν εὕροι τῶν νῦν περὶ χρόνου σχολῆς καὶ τῶν ἀναγκαίων ἐξουσίας, δεῖ δὲ αὐτήν, καθάπερ ἕνα ἄνθρωπον, ζῆν εὖ· τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μήθʼ ἑαυτοὺς ἀδικεῖν μήτε ὑφʼ ἑτέρων αὐτοὺς ἀδικεῖσθαι.
ΑΘ. 除此之外,那些要充分区分这些事务的人必须持有如下想法:我们的城邦在闲暇时间和免于生活必需品的支配权方面,是如今人们在其他任何城邦中都无法找到的,因而它必须像一个独立的人一样,过得很好;而对于幸福生活的人来说,首要的前提是既不伤害自己,也不被他人伤害。
τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπόν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον, καὶ οὐκ ἔστιν αὐτὸ τελέως σχεῖν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν·
在这两者中,前者并不十分困难,但获得不被伤害的力量却是极其困难的,除了使自己彻底变善之外,别无他法能完全拥有这种力量。
ταὐτὸν δὴ τοῦτο ἔστι καὶ πόλει ὑπάρχειν, γενομένῃ μὲν ἀγαθῇ βίος εἰρηνικός, πολεμικὸς δὲ ἔξωθέν τε καὶ ἔνδοθεν, ἂν ᾖ κακή.
城邦的情况也完全相同:一旦城邦变善,就能拥有和平的生活;但如果城邦变坏,则无论内外都会处于战争状态。
τούτων δὲ ταύτῃ σχεδὸν ἐχόντων, οὐκ ἐν πολέμῳ τὸν πόλεμον ἑκάστοις γυμναστέον, ἀλλʼ ἐν τῷ τῆς εἰρήνης βίῳ.
既然这些事情大致如此,每个人就不应在战争中练习战争,而应在和平的生活中进行训练。
δεῖ τοίνυν πόλιν ἑκάστου μηνὸς νοῦν κεκτημένην στρατεύεσθαι μὴ ἔλαττον μιᾶς ἡμέρας, πλείους δέ, ὡς ἂν καὶ τοῖς ἄρχουσιν συνδοκῇ, μηδὲν χειμῶνας ἢ καύματα διευλαβουμένους, αὐτούς τε ἅμα καὶ γυναῖκας καὶ παῖδας, ὅταν ὡς πανδημίαν ἐξάγειν δόξῃ τοῖς ἄρχουσιν, τοτὲ δὲ καὶ κατὰ μέρη· καί τινας ἀεὶ παιδιὰς μηχανᾶσθαι καλὰς ἅμα θυσίαις, ὅπως ἂν γίγνωνται μάχαι τινὲς ἑορταστικαί, μιμούμεναι τὰς πολεμικὰς ὅτι μάλιστα ἐναργῶς μάχας.
因此,一个拥有理智的城邦每月必须进行不少于一天的出征演习,如果统治者们同意,还可以增加天数,他们绝不能畏惧寒冬或酷暑,市民自身以及妇女和儿童要同时参与,当统治者认为应当全城动员时就全员出动,有时也可以分批进行;同时,要始终结合祭祀来设计一些优美的娱乐,以便举行一些节日性的模拟战,尽可能逼真地模仿战争。
νικητήρια δὲ καὶ ἀριστεῖα ἑκάστοισι τούτων δεῖ διανέμειν ἐγκώμιά τε καὶ ψόγους ποιεῖν ἀλλήλοις, ὁποῖός τις ἂν ἕκαστος γίγνηται κατά τε τοὺς ἀγῶνας ἐν παντί τε αὖ τῷ βίῳ, τόν τε ἄριστον δοκοῦντα εἶναι κοσμοῦντας καὶ τὸν μὴ ψέγοντας.
对于这些竞赛中的每一项,应当分发胜利奖和英勇奖,并互相进行赞美和非难,根据每个人在竞赛中以及在整个生活中的表现来决定,装饰并称赞那些被认为最优秀的人,而不放过对其他人的非难。
ποιητὴς δὲ ἔστω τῶν τοιούτων μὴ ἅπας, ἀλλὰ γεγονὼς πρῶτον μὲν μὴ ἔλαττον πεντήκοντα ἐτῶν, μηδʼ αὖ τῶν ὁπόσοι ποίησιν μὲν καὶ μοῦσαν ἱκανῶς κεκτημένοι ἐν αὑτοῖς εἰσιν, καλὸν δὲ ἔργον καὶ ἐπιφανὲς μηδὲν δράσαντες πώποτε· ὅσοι δὲ ἀγαθοί τε αὐτοὶ καὶ τίμιοι ἐν τῇ πόλει, ἔργων ὄντες δημιουργοὶ καλῶν, τὰ τῶν τοιούτων ᾀδέσθω ποιήματα, ἐὰν καὶ μὴ μουσικὰ πεφύκῃ.
但并非所有人都可以成为此类诗歌的创作者,首先必须是年满五十岁的人,而且也不能是那些虽然自身充分拥有诗才和文艺才能、但从未做出过任何美好显赫功绩的人;而那些自身善良且在城邦中受人尊敬、作为美好功绩的创作者的人,他们的诗歌应当被歌唱,即使这些诗歌天生缺乏音乐上的洗练。
κρίσις δὲ αὐτῶν ἔστω παρά τε τῷ παιδευτῇ καὶ τοῖς ἄλλοις νομοφύλαξι, τοῦτο ἀποδιδόντων αὐτοῖς γέρας, παρρησίαν ἐν μούσαις εἶναι μόνοις, τοῖς δὲ ἄλλοις μηδεμίαν ἐξουσίαν γίγνεσθαι, μηδέ τινα τολμᾶν ᾄδειν ἀδόκιμον μοῦσαν μὴ κρινάντων τῶν νομοφυλάκων, μηδʼ ἂν ἡδίων ᾖ τῶν Θαμύρου τε καὶ Ὀρφείων ὕμνων, ἀλλʼ ὅσα τε ἱερὰ κριθέντα ποιήματα ἐδόθη τοῖς θεοῖς, καὶ ὅσα ἀγαθῶν ὄντων ἀνδρῶν ψέγοντα ἢ ἐπαινοῦντά τινας ἐκρίθη μετρίως δρᾶν τὸ τοιοῦτον.
而对这些诗歌的审查应由教育官员和其他法守护者负责,他们将授予创作者们这一特权,即只有他们才在文艺中享有言论自由,而其他人则没有任何权力,任何人都不得擅自歌唱未经法守护者审查的、不被认可的诗歌,即使它比萨米里斯和奥尔甫斯的赞美诗还要优美。 只有那些被判定为神圣并献给神明的诗歌,以及那些被判定为以适度的方式非难或赞美某些人的善良之士的创作,才可以被歌唱。
τὰ αὐτὰ δὲ λέγω στρατείας τε πέρι καὶ τῆς ἐν ποιήσεσι παρρησίας γυναιξί τε καὶ ἀνδράσιν ὁμοίως γίγνεσθαι δεῖν.
我还要说,关于服兵役以及在诗歌中享有言论自由的规定,对女子和男子应当同样适用。