§7.823ΑΘ.τελεώτερον δὲ ὧδε εἰρημένον, ὡς ἄρα ὃς ἂν τοῖς τοῦ νομοθέτου νομοθετοῦντός τε καὶ ἐπαινοῦντος καὶ ψέγοντος πειθόμενος γράμμασιν διεξέλθῃ τὸν βίον ἄκρατον.
ΑΘ. 而如果这样来表述,则更加完美:即谁若服从那既制定法律、又予以赞赏和贬低的立法者的成文法,从而度过纯粹的一生。
οὗτος ὅ τε λόγος ὀρθότατος εἰς ἔπαινον πολίτου, τόν τε νομοθέτην ὄντως δεῖ μὴ μόνον γράφειν τοὺς νόμους, πρὸς δὲ τοῖς νόμοις, ὅσα καλὰ αὐτῷ δοκεῖ καὶ μὴ καλὰ εἶναι, νόμοις ἐμπεπλεγμένα γράφειν, τὸν δὲ ἄκρον πολίτην μηδὲν ἧττον ταῦτα ἐμπεδοῦν ἢ τὰ ταῖς ζημίαις ὑπὸ νόμων κατειλημμένα.
这个说法不仅对于市民的赞美最为正确,而且立法者确实不仅应该写下法律,还应当在法律之外,将他认为美妙和不美妙的所有事物交织在法律之中写下来,而最优秀的市民对这些内容的遵守,应当不亚于遵守那些由法律规定了惩罚的条款。
τὸ δὲ δὴ παρὸν ἡμῖν τὰ νῦν εἰ οἷον μάρτυρα ἐπαγόμεθα, δηλοῖμεν ἂν ὃ βουλόμεθα μᾶλλον.
如果我们将目前摆在我们面前的事例引为见证,我们就能更清楚地表明我们所希望的意思。
θήρα γὰρ πάμπολύ τι πρᾶγμά ἐστι, περιειλημμένον ὀνόματι νῦν σχεδὸν ἑνί.
因为狩猎是一件极其繁复的事情,现在几乎被概括在一个名称之下。
πολλὴ μὲν γὰρ ἡ τῶν ἐνύδρων, πολλὴ δὲ ἡ τῶν πτηνῶν, πάμπολυ δὲ καὶ τὸ περὶ τὰ πεζὰ θηρεύματα, οὐ μόνον θηρίων, ἀλλὰ καὶ τὴν τῶν ἀνθρώπων ἀξίαν ἐννοεῖν θήραν, τήν τε κατὰ πόλεμον, πολλὴ δὲ καὶ ἡ κατὰ φιλίαν θηρεύουσα, ἡ μὲν ἔπαινον, ἡ δὲ ψόγον ἔχει· καὶ κλωπεῖαι καὶ λῃστῶν καὶ στρατοπέδων στρατοπέδοις θῆραι.
因为水生生物的猎捕有很多,飞禽的猎捕也有很多,而关于陆地猎物的狩猎也极其繁多,不仅是野兽,还应当考虑到值得被称为对人的狩猎,包括战争中的狩猎,还有许多是通过友谊来进行狩猎的,有的获得赞美,有的遭到非难;还有盗窃、强盗以及军队对军队的猎捕。
θήρας δὲ πέρι τιθέντι τῷ νομοθέτῃ τοὺς νόμους οὔτε μὴ δηλοῦν ταῦθʼ οἷόν τε, οὔτε ἐπὶ πᾶσιν τάξεις καὶ ζημίας ἐπιτιθέντα ἀπειλητικὰ νόμιμα τιθέναι.
而对于制定狩猎法律的立法者来说,既不可能不对这些加以明示,也不可能对所有情况都通过施加规定和罚则来制定带有威吓性的法律条款。
τί δὴ δραστέον περὶ τὰ τοιαῦτα;
那么对于此类事情究竟该如何处理?
τὸν μέν, τὸν νομοθέτην, ἐπαινέσαι καὶ ψέξαι χρεὼν τὰ περὶ θήρας πρὸς τοὺς τῶν νέων πόνους τε καὶ ἐπιτηδεύματα, τὸν δʼ αὖ νέον ἀκούσαντα πείθεσθαι, καὶ μήθʼ ἡδονὴν μήτε πόνον ἐξείργειν αὐτόν, τῶν δὲ περὶ ἕκαστα ἀπειληθέντων μετὰ ζημίας καὶ νομοθετηθέντων, τὰ μετʼ ἐπαίνου ῥηθέντα μᾶλλον τιμᾶν καὶ προσταχθέντα ἀποτελεῖν.
一方面,立法者应当针对年轻人的劳苦和行业,对狩猎之事予以赞赏和贬低;另一方面,青年听闻后必须服从,既不让享乐也不让劳苦阻碍自己,而在对各项事务伴随惩罚进行威吓和立法制定的内容之外,更应当尊重那些伴随赞美而说出并要求的事情,去付诸实行。
τούτων δὴ προρρηθέντων, ἑξῆς ἂν γίγνοιτο ἔμμετρος ἔπαινος θήρας καὶ ψόγος, ἥτις μὲν βελτίους ἀποτελεῖ τὰς ψυχὰς τῶν νέων ἐπαινοῦντος, ψέγοντος δὲ ἣ τἀναντία.
在预先说明了这些之后,接下来就应当是对狩猎的适度赞美与贬低,赞美那能使年轻人的灵魂变得更好的狩猎,非难那产生相反结果的狩猎。
λέγωμεν τοίνυν τὸ μετὰ τοῦτο ἑξῆς προσαγορεύοντες διʼ εὐχῆς τοὺς νέους· ὦ φίλοι, εἴθʼ ὑμᾶς μήτε τις ἐπιθυμία μήτʼ ἔρως τῆς περὶ θάλατταν θήρας ποτὲ λάβοι μηδὲ ἀγκιστρείας μηδʼ ὅλως τῆς τῶν ἐνύδρων ζῴων, μήτε ἐγρηγορόσιν μήτε εὕδουσιν κύρτοις ἀργὸν θήραν διαπονουμένοις.
那么,让我们接下来以此顺序,通过祈祷来对年轻人说话:“朋友们,愿你们绝不要对海上的狩猎产生任何欲望或热爱,也不要对钓鱼以及所有水生动物的捕捞产生兴趣,无论是在醒着还是在睡着时,都不要用鱼笼去从事那种懒惰的捕捞。
§7.824ΑΘ. μηδʼ αὖ ἄγρας ἀνθρώπων κατὰ θάλατταν λῃστείας τε ἵμερος ἐπελθὼν ὑμῖν θηρευτὰς ὠμοὺς καὶ ἀνόμους ἀποτελοῖ· κλωπείας δʼ ἐν χώρᾳ καὶ πόλει μηδὲ εἰς τὸν ἔσχατον ἐπέλθοι νοῦν ἅψασθαι.
ΑΘ. 也愿你们不要被海上捕掠人口和海盗行径的欲望所侵袭,从而把你们变成残酷而无法无天的捕猎者;在乡间和城邦中从事盗窃的念头,哪怕是到了极点,也绝不要进入你们的心灵去染指它。
μηδʼ αὖ πτηνῶν θήρας αἱμύλος ἔρως οὐ σφόδρα ἐλευθέριος ἐπέλθοι τινὶ νέων.
也愿那并不十分高尚的捕鸟的狡黠热爱,不要侵袭任何一个年轻人。
πεζῶν δὴ μόνον θήρευσίς τε καὶ ἄγρα λοιπὴ τοῖς παρʼ ἡμῖν ἀθληταῖς, ὧν ἡ μὲν τῶν εὑδόντων αὖ κατὰ μέρη, νυκτερεία κληθεῖσα, ἀργῶν ἀνδρῶν, οὐκ ἀξία ἐπαίνου, οὐδʼ ἧττον διαπαύματα πόνων ἔχουσα, ἄρκυσίν τε καὶ πάγαις ἀλλʼ οὐ φιλοπόνου ψυχῆς νίκῃ χειρουμένων τὴν ἄγριον τῶν θηρίων ῥώμην· μόνη δὴ πᾶσιν λοιπὴ καὶ ἀρίστη ἡ τῶν τετραπόδων ἵπποις καὶ κυσὶν καὶ τοῖς ἑαυτῶν θήρα σώμασιν, ὧν ἁπάντων κρατοῦσιν δρόμοις καὶ πληγαῖς καὶ βολαῖς αὐτόχειρες θηρεύοντες, ὅσοις ἀνδρείας τῆς θείας ἐπιμελές.
那么,留给我们这里的竞技者的,便只有对陆地动物的狩猎和捕获了,其中,捕猎正在沉睡的猎物的活动,亦即所谓的夜间狩猎,是给懒惰之人准备的,不值得赞美,这也不过是让劳苦得以歇息,因为他们是用网和陷阱,而不是靠热爱劳苦的灵魂的胜利来征服野兽的狂暴力量;实际上,留给所有人唯一且最好的狩猎,是带着马和狗,并用他们自己的身体去猎捕四足兽,凡是关注神圣勇气的人,都会亲自动手狩猎,通过奔跑、打击和投掷来降服所有这些猎物。
τούτων δὴ πάντων ἔπαινος μὲν πέρι καὶ ψόγος ὁ διειρημένος ἂν εἴη λόγος, νόμος δὲ ὅδε· τούτους μηδεὶς τοὺς ἱεροὺς ὄντως θηρευτὰς κωλυέτω ὅπου καὶ ὅπῃπερ ἂν ἐθέλωσιν κυνηγετεῖν, νυκτερευτὴν δὲ ἄρκυσιν καὶ πλεκταῖς πιστὸν μηδεὶς μηδέποτε ἐάσῃ μηδαμοῦ θηρεῦσαι· τὸν ὀρνιθευτὴν δὲ ἐν ἀργοῖς μὲν καὶ ὄρεσιν μὴ κωλυέτω, ἐν ἐργασίμοις δὲ καὶ ἱεροῖς ἀγρίοις ἐξειργέτω ὁ προστυγχάνων, ἐνυγροθηρευτὴν δέ, πλὴν ἐν λιμέσιν καὶ ἱεροῖς ποταμοῖς τε καὶ ἕλεσι καὶ λίμναις, ἐν τοῖς ἄλλοις δὲ ἐξέστω θηρεύειν, μὴ χρώμενον ὀπῶν ἀναθολώσει μόνον.
那么关于所有这些事情,赞美和贬低在言辞上的区分就是这样,而法律如下:任何人都不得阻拦这些真正神圣的狩猎者在他们想要的时间和地点进行犬猎;但任何人都不应在任何地方允许依赖网和编网的夜间狩猎者进行捕猎;不应在荒地和山林中阻拦捕鸟人,但在耕地和神圣的林地里,偶遇的任何人应当将其赶走;而对于水生猎捕者,除了在港口、神圣河流、沼泽和湖泊之外,在其他地方应当允许其捕捞,只要不采用以植物汁液混浊水质的方法。
νῦν οὖν ἤδη πάντα χρὴ φάναι τέλος ἔχειν τά γε παιδείας πέρι νόμιμα.
”因此,现在应当说,关于教育的所有法律规定都已经完成了。
ΚΛ. καλῶς ἂν λέγοις.
ΚΛ. 你说得很好。