Humanitext Reader

プラトン · 法律 §7.812-7.813

竪琴の演奏教育と舞踊および体育の監督

101 / 186 箇所 · ギリシア語

要旨

アテナイの異邦人は文字の教育に続いて竪琴の学習方法について論じ、複雑な装飾を避けた中庸な音楽を教えるべきだと主張する。さらに、舞踊や体育の教育方針、およびそれらを統括する教育長の役割をクレイニアスと合意する。

§7.812ΑΘ. καὶ πρῶτον μὲν τοὺς διδασκάλους αὐτοὺς ἀναγκάζειν μανθάνειν καὶ ἐπαινεῖν, οὓς δʼ ἂν μὴ ἀρέσκῃ τῶν διδασκάλων, μὴ χρῆσθαι τούτοις συνεργοῖς, οὓς δʼ ἂν τῷ ἐπαίνῳ συμψήφους ἔχῃ, τούτοις χρώμενον, τοὺς νέους αὐτοῖς παραδιδόναι διδάσκειν τε καὶ παιδεύειν.
ΑΘ.:そしてまず第一に、教師たち自身に対して、これら(の議論)を学び、かつ称賛することを強制すべきであり、教師たちのうちで(これらを)好まない者たちには、協力者として用いてはならず、一方、その称賛に賛同する者たちについては、彼らを用いて、若者たちを彼らに引き渡して教え育てさせるべきである。
οὗτός μοι μῦθος ἐνταῦθα καὶ οὕτω τελευτάτω, περὶ γραμματιστῶν τε εἰρημένος ἅμα καὶ γραμμάτων.
私にとって、この話はここで、そしてこのようにして終わりとしよう。 すなわち、文字の教師たちと文字に関して同時に語られた話は。
ΚΛ. κατὰ μὲν τὴν ὑπόθεσιν, ὦ ξένε, ἔμοιγε οὐ φαινόμεθα ἐκτὸς πορεύεσθαι τῶν ὑποτεθέντων λόγων·
ΚΛ.:前提に関しては、異邦人よ、少なくとも私には、私たちが前提された議論から外れて進んでいるようには思えません。
εἰ δὲ τὸ ὅλον κατορθοῦμεν ἢ μή, χαλεπὸν ἴσως διισχυρίζεσθαι.
しかし、全体として私たちが成功しているか否かは、おそらく強く主張することは困難でしょう。
ΑΘ. τότε γάρ, ὦ Κλεινία, τοῦτό γʼ αὐτὸ ἔσται καταφανέστερον, ὡς εἰκός, ὅταν, ὃ πολλάκις εἰρήκαμεν, ἐπὶ τέλος ἀφικώμεθα πάσης τῆς διεξόδου περὶ νόμων.
ΑΘ.:クレイニアスよ、というのも、まさにこのこと自体は、私たちが何度も言ってきたように、法律に関するすべての探究の終わりに達したときに、当然より明らかになるだろうからだ。
ΚΛ. ὀρθῶς.
ΚΛ.:その通りです。
ΑΘ. ἆρʼ οὖν οὐ μετὰ τὸν γραμματιστὴν ὁ κιθαριστὴς ἡμῖν προσρητέος;
ΑΘ.:それでは、文字の教師の次は、竪琴の教師について語るべきではないだろうか。
ΚΛ. τί μήν;
ΚΛ.:もちろんですとも。
ΑΘ. τοῖς κιθαρισταῖς μὲν τοίνυν ἡμᾶς δοκῶ τῶν ἔμπροσθεν λόγων ἀναμνησθέντας τὸ προσῆκον νεῖμαι τῆς τε διδασκαλίας ἅμα καὶ πάσης τῆς περὶ τὰ τοιαῦτα παιδεύσεως.
ΑΘ.:それでは、竪琴の教師たちに対しては、以前の議論を思い出して、教授と同時に、そのようなことに関する教育全体のすべてにおいて、ふさわしい役割を分配すべきだと私は思う。
ΚΛ. ποίων δὴ πέρι λέγεις;
ΚΛ.:どのようなことについて言っているのですか。
ΑΘ. ἔφαμεν, οἶμαι, τοὺς τοῦ Διονύσου τοὺς ἑξηκοντούτας ᾠδοὺς διαφερόντως εὐαισθήτους δεῖν γεγονέναι περί τε τοὺς ῥυθμοὺς καὶ τὰς τῶν ἁρμονιῶν συστάσεις, ἵνα τὴν τῶν μελῶν μίμησιν τὴν εὖ καὶ τὴν κακῶς μεμιμημένην, ἐν τοῖς παθήμασιν ὅταν ψυχὴ γίγνηται, τά τε τῆς ἀγαθῆς ὁμοιώματα καὶ τὰ τῆς ἐναντίας ἐκλέξασθαι δυνατὸς ὤν τις, τὰ μὲν ἀποβάλλῃ, τὰ δὲ προφέρων εἰς μέσον ὑμνῇ καὶ ἐπᾴδῃ ταῖς τῶν νέων ψυχαῖς, προκαλούμενος ἑκάστους εἰς ἀρετῆς ἕπεσθαι κτῆσιν συνακολουθοῦντας διὰ τῶν μιμήσεων.
ΑΘ.:私たちは言ったと思う。 ディオニュソスの(合唱隊の)60歳の歌い手たちは、リズムとハルモニアの構成に関して格別に感受性に優れていなければならないと。 それは、魂が(歌の)感情状態にあるときに、良く模倣された旋律の模倣と、悪く模倣された模倣を、すなわち善い者の似姿とそれとは反対の者の似姿とを選び分けることができるようになって、一方(悪しきもの)は退け、他方(善きもの)は公の場に持ち出して歌い、若者たちの魂に歌いかけ、模倣を通じて若者たちの一人一人を徳の獲得に付き従うよう促すためであった。
ΚΛ. ἀληθέστατα λέγεις.
ΚΛ.:極めて真実をおっしゃっています。
ΑΘ. τούτων τοίνυν δεῖ χάριν τοῖς φθόγγοις τῆς λύρας προσχρῆσθαι, σαφηνείας ἕνεκα τῶν χορδῶν, τόν τε κιθαριστὴν καὶ τὸν παιδευόμενον, ἀποδιδόντας πρόσχορδα τὰ φθέγματα τοῖς φθέγμασι·
ΑΘ.:それゆえ、これらのために、竪琴の音を用いるべきである。 弦の明瞭さのために、竪琴の教師も教えられる側も、その歌声を(竪琴の)音にぴったり合わせて出すべきである。
τὴν δʼ ἑτεροφωνίαν καὶ ποικιλίαν τῆς λύρας, ἄλλα μὲν μέλη τῶν χορδῶν ἱεισῶν, ἄλλα δὲ τοῦ τὴν μελῳδίαν συνθέντος ποιητοῦ, καὶ δὴ καὶ πυκνότητα μανότητι καὶ τάχος βραδυτῆτι καὶ ὀξύτητα βαρύτητι σύμφωνον καὶ ἀντίφωνον παρεχομένους, καὶ τῶν ῥυθμῶν ὡσαύτως παντοδαπὰ ποικίλματα προσαρμόττοντας τοῖσι φθόγγοις τῆς λύρας, πάντα οὖν τὰ τοιαῦτα μὴ προσφέρειν τοῖς μέλλουσιν ἐν τρισὶν ἔτεσιν τὸ τῆς μουσικῆς χρήσιμον ἐκλήψεσθαι διὰ τάχους.
しかし、竪琴のヘテロフォニー(異音多声)や多様な装飾、すなわち弦が(歌声とは)異なる旋律を奏でたり、歌を作曲した詩人のものとは異なる旋律を奏でたりすること、そして特に、密集(高音)と希薄(低音)、速さと遅さ、高音と低音が、ある時は協和し、ある時は反響し合うように提供すること、また同様に、あらゆる種類のリズムの装飾を竪琴の音に適合させること、そうしたことのすべてを、3年間のうちに音楽の有用な部分を速やかに学び取ろうとする者たちに導入してはならない。
τὰ γὰρ ἐναντία ἄλληλα ταράττοντα δυσμάθειαν παρέχει, δεῖ δὲ ὅτι μάλιστα εὐμαθεῖς εἶναι τοὺς νέους·
なぜなら、反対のものが互いを混乱させることは学習を困難にするが、若者たちはできる限り学習が容易でなければならないからだ。
τὰ γὰρ ἀναγκαῖα οὐ σμικρὰ οὐδʼ ὀλίγα αὐτοῖς ἐστι προστεταγμένα μαθήματα, δείξει δὲ αὐτὰ προϊὼν ὁ λόγος ἅμα τῷ χρόνῳ.
彼らには、必要不可欠な、小さくも少なくもない学習課目が課されているのであり、それは議論が進むにつれて時間の経過とともに明らかになるだろう。
§7.813ΑΘ. ἀλλὰ ταῦτα μὲν οὕτω περὶ τῆς μουσικῆς ἡμῖν ὁ παιδευτὴς ἐπιμελείσθω·
ΑΘ.:さて、音楽については私たちの教育者はそのように配慮するべきである。
τὰ δὲ μελῶν αὐτῶν αὖ καὶ ῥημάτων, οἷα τοὺς χοροδιδασκάλους καὶ ἃ δεῖ διδάσκειν, καὶ ταῦτα ἡμῖν ἐν τοῖς πρόσθεν διείρηται πάντα, ἃ δὴ καθιερωθέντα ἔφαμεν δεῖν, ταῖς ἑορταῖς ἕκαστα ἁρμόττοντα, ἡδονὴν εὐτυχῆ ταῖς πόλεσιν παραδιδόντα ὠφελεῖν.
一方、旋律そのものと言葉に関して、どのような合唱教師に何を教えるべきかについては、以前にすべて規定し終えている。 すなわち、それらは神聖なものとされ、それぞれの祝祭にふさわしく適合し、国家に幸福な喜びをもたらして役立つべきだと私たちは言ったのである。
ΚΛ. ἀληθῆ καὶ ταῦτα διείρηκας.
ΚΛ.:そのことも、あなたは正しく規定されました。
ΑΘ. ἀληθέστατα τοίνυν.
ΑΘ.:まったくその通りだ。
καὶ ταῦθʼ ἡμῖν παραλαβὼν ὁ περὶ τὴν μοῦσαν ἄρχων αἱρεθεὶς ἐπιμελείσθω μετὰ τύχης εὐμενοῦς, ἡμεῖς δὲ ὀρχήσεώς τε πέρι καὶ ὅλης τῆς περὶ τὸ σῶμα γυμναστικῆς πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις ἀποδῶμεν·
そして、これらを受け継いで、音楽(文芸)に関して選出された役職者が、好意的な運命とともにそれらを管理するべきである。 他方、私たちは、舞踊と肉体に関する体育全体について、以前に語られたことに付け加えて規定しよう。
καθάπερ μουσικῆς τὸ διδασκαλικὸν ὑπόλοιπον ὂν ἀπέδομεν, ὡσαύτως ποιῶμεν καὶ γυμναστικῆς.
ちょうど音楽について、教授に関わる残された部分を規定したように、体育についても同様にしよう。
τοὺς γὰρ παῖδάς τε καὶ τὰς παῖδας ὀρχεῖσθαι δὴ δεῖ καὶ γυμνάζεσθαι μανθάνειν·
男の子も女の子も、舞踊と肉体の鍛錬を学ぶべきだからだ。
ἦ γάρ;
そうではないか。
ΚΛ. ναί.
ΚΛ.:はい。
ΑΘ. τοῖς μὲν τοίνυν παισὶν ὀρχησταί, ταῖς δὲ ὀρχηστρίδες ἂν εἶεν πρὸς τὸ διαπονεῖν οὐκ ἀνεπιτηδειότερον.
ΑΘ.:それなら、男の子には男性の舞踊教師が、女の子には女性の舞踊教師が、訓練のために従事する方が、より不適当ではない(ふさわしい)であろう。
ΚΛ. ἔστω δὴ ταύτῃ.
ΚΛ.:そのようにしましょう。
ΑΘ. πάλιν δὴ τὸν τὰ πλεῖστα ἕξοντα πράγματα καλῶμεν, τὸν τῶν παίδων ἐπιμελητήν, ὃς τῶν τε περὶ μουσικὴν τῶν τε περὶ γυμναστικὴν ἐπιμελούμενος οὐ πολλὴν ἕξει σχολήν.
ΑΘ.:それでは、最も多くの仕事を持つことになる人を再び呼ぼう、すなわち子供たちの管理官(教育長)を。 彼は音楽に関する事柄と体育に関する事柄を管理するがゆえに、多くの余暇は持たないであろう。
ΚΛ. πῶς οὖν δυνατὸς ἔσται πρεσβύτερος ὢν τοσούτων ἐπιμελεῖσθαι;
ΚΛ.:では、年長者である彼が、どうしてそれほど多くのことを管理することができるでしょうか。
ΑΘ. ῥᾳδίως, ὦ φίλε.
ΑΘ.:容易なことだよ、友よ。
ὁ νόμος γὰρ αὐτῷ δέδωκεν καὶ δώσει προσλαμβάνειν εἰς ταύτην τὴν ἐπιμέλειαν τῶν πολιτῶν ἀνδρῶν καὶ γυναικῶν οὓς ἂν ἐθέλῃ, γνώσεται δὲ οὓς δεῖ, καὶ βουλήσεται μὴ πλημμελεῖν εἰς ταῦτα, αἰδούμενος ἐμφρόνως καὶ γιγνώσκων τῆς ἀρχῆς τὸ μέγεθος, λογισμῷ τε συνὼν ὡς εὖ μὲν τραφέντων καὶ τρεφομένων τῶν νέων πάντα ἡμῖν κατʼ ὀρθὸν πλεῖ, μὴ δέ—οὔτʼ εἰπεῖν ἄξιον οὔθʼ ἡμεῖς λέγομεν ἐπὶ καινῇ πόλει τοὺς σφόδρα φιλομαντευτὰς σεβόμενοι.
法は彼に、市民の男女のうち、彼が望む者をこの管理のために助手として採用することを認めており、今後も認めるだろうからだ。 彼は誰が必要かを知るであろうし、この任務において過ちを犯さないことを望むであろう。 なぜなら、彼は賢明に恐れ慎み、その職務の重大さを認識しており、若者たちがよく育てられ、また育てられつつあるならば、私たちのすべてが正しく航海することになり、そうでないならば――新たな国家において、熱烈に神託を重んじる者たちを敬う私たちとしては、言うに値しないし、口にもしないが――という推論を常に抱いているからである。
πολλὰ μὲν οὖν ἡμῖν καὶ περὶ τούτων εἴρηται, τῶν περὶ τὰς ὀρχήσεις καὶ περὶ πᾶσαν τὴν τῶν γυμνασίων κίνησιν·
さて、これらのこと、すなわち舞踊に関する事柄や、体育のすべての運動については、すでに多くのことが私たちによって語られている。
γυμνάσια γὰρ τίθεμεν καὶ τὰ περὶ τὸν πόλεμον ἅπαντα τοῖς σώμασι διαπονήματα τοξικῆς τε καὶ πάσης ῥίψεως καὶ πελταστικῆς καὶ πάσης ὁπλομαχίας καὶ διεξόδων τακτικῶν καὶ ἁπάσης πορείας στρατοπέδων καὶ στρατοπεδεύσεων καὶ ὅσα εἰς ἱππικὴν μαθήματα συντείνει.
というのも、私たちは体育として、身体のための戦争に関するすべての訓練、すなわち弓術や、あらゆる投擲、軽装歩兵の戦闘、あらゆる重装歩兵の戦闘、戦術的な移動、軍隊のあらゆる行軍、設営、および騎兵術に関わるすべての学習を規定しているからである。

語釈・文法注

  1. 812τοὺς διδασκάλους αὐτοὺς ἀναγκάζειν μανθάνειν καὶ ἐπαινεῖν — 前節(811e)の「勧告する」(παρακελεύεσθαι)から引き続く対格不定詞構文で、命令としての意味を持つ。主語である「教師たち自身」(τοὺς διδασκάλους αὐτοὺς)に対して、「学び、かつ称賛すること」を義務付ける構造になっている。
  2. 812dτὴν δʼ ἑτεροφωνίαν καὶ ποικιλίαν τῆς λύρας... μὴ προσφέρειν — 長大な対格不定詞構文。主動詞「導入してはならない」(μὴ προσφέρειν)は、前の文脈からの命令的・勧告的な不定詞として機能しており、その直接目的語が「異音多声と多様な装飾」(τὴν δʼ ἑτεροφωνίαν καὶ ποικιλίαν)である。その間に複数の分詞句が挿入されて構造が複雑になっている。
  3. 813dμὴ δέ—οὔτʼ εἰπεῖν ἄξιον οὔθʼ ἡμεῖς λέγομεν — アナコルトン(破格)と沈黙法(aposiopesis)の結合。前の「よく育てられるならば…」に対する否定の条件節「そうでなければ…」(μὴ δέ)が提示されるが、不吉な結末を明言することを避けるため文が途中で遮られ、「言うに値しないし、私たちも口にしない」という挿入句に移行している。

この箇所を引用する

プラトン, 法律 §7.812-7.813. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:7.812-7.813

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。