§7.812ΑΘ. καὶ πρῶτον μὲν τοὺς διδασκάλους αὐτοὺς ἀναγκάζειν μανθάνειν καὶ ἐπαινεῖν, οὓς δʼ ἂν μὴ ἀρέσκῃ τῶν διδασκάλων, μὴ χρῆσθαι τούτοις συνεργοῖς, οὓς δʼ ἂν τῷ ἐπαίνῳ συμψήφους ἔχῃ, τούτοις χρώμενον, τοὺς νέους αὐτοῖς παραδιδόναι διδάσκειν τε καὶ παιδεύειν.
ΑΘ.:首先,必须强迫教师们自己学习并赞同这些(论述);对于教师中那些不喜欢这些的人,不要用他们作为助手,而要使用那些在赞同中投赞成票的人,将青年人交托给他们去教导和培养。
οὗτός μοι μῦθος ἐνταῦθα καὶ οὕτω τελευτάτω, περὶ γραμματιστῶν τε εἰρημένος ἅμα καὶ γραμμάτων.
我关于文字教师以及文字的这番话,就在这里、以此种方式结束吧。
ΚΛ. κατὰ μὲν τὴν ὑπόθεσιν, ὦ ξένε, ἔμοιγε οὐ φαινόμεθα ἐκτὸς πορεύεσθαι τῶν ὑποτεθέντων λόγων·
ΚΛ.:外邦人啊,至少在我看来,就前提而言,我们并没有走到所设定的讨论范围之外。
εἰ δὲ τὸ ὅλον κατορθοῦμεν ἢ μή, χαλεπὸν ἴσως διισχυρίζεσθαι.
但是我们整体上是否成功,也许很难断言。
ΑΘ. τότε γάρ, ὦ Κλεινία, τοῦτό γʼ αὐτὸ ἔσται καταφανέστερον, ὡς εἰκός, ὅταν, ὃ πολλάκις εἰρήκαμεν, ἐπὶ τέλος ἀφικώμεθα πάσης τῆς διεξόδου περὶ νόμων.
ΑΘ.:克莱尼亚啊,因为正如我们经常说的那样,当我们在关于法律的全部探讨达到终点时,这件事情本身自然会变得更加清楚。
ΚΛ. ὀρθῶς.
ΚΛ.:对。
ΑΘ. ἆρʼ οὖν οὐ μετὰ τὸν γραμματιστὴν ὁ κιθαριστὴς ἡμῖν προσρητέος;
ΑΘ.:那么,在文字教师之后,我们难道不应该提到竖琴教师吗?
ΚΛ. τί μήν;
ΚΛ.:当然了。
ΑΘ. τοῖς κιθαρισταῖς μὲν τοίνυν ἡμᾶς δοκῶ τῶν ἔμπροσθεν λόγων ἀναμνησθέντας τὸ προσῆκον νεῖμαι τῆς τε διδασκαλίας ἅμα καὶ πάσης τῆς περὶ τὰ τοιαῦτα παιδεύσεως.
ΑΘ.:因此,对于竖琴教师,我认为我们应当回忆起之前的讨论,在教授的同时,分配给他们关于此类事物的整个教育中合适的部分。
ΚΛ. ποίων δὴ πέρι λέγεις;
ΚΛ.:你指的是关于哪类事物呢?
ΑΘ. ἔφαμεν, οἶμαι, τοὺς τοῦ Διονύσου τοὺς ἑξηκοντούτας ᾠδοὺς διαφερόντως εὐαισθήτους δεῖν γεγονέναι περί τε τοὺς ῥυθμοὺς καὶ τὰς τῶν ἁρμονιῶν συστάσεις, ἵνα τὴν τῶν μελῶν μίμησιν τὴν εὖ καὶ τὴν κακῶς μεμιμημένην, ἐν τοῖς παθήμασιν ὅταν ψυχὴ γίγνηται, τά τε τῆς ἀγαθῆς ὁμοιώματα καὶ τὰ τῆς ἐναντίας ἐκλέξασθαι δυνατὸς ὤν τις, τὰ μὲν ἀποβάλλῃ, τὰ δὲ προφέρων εἰς μέσον ὑμνῇ καὶ ἐπᾴδῃ ταῖς τῶν νέων ψυχαῖς, προκαλούμενος ἑκάστους εἰς ἀρετῆς ἕπεσθαι κτῆσιν συνακολουθοῦντας διὰ τῶν μιμήσεων.
ΑΘ.:我认为我们说过,酒神的六十岁歌者们必须对节奏以及和谐的结构特别敏感,以便当灵魂处于情感状态时,能够选出模仿得好和模仿得坏的旋律模仿,即善的相似者和相反者的相似者,并排斥前者,而将后者带到众人之中,向年轻人的灵魂歌唱和吟诵,通过这些模仿,号召每个人跟随着去获得美德。
ΚΛ. ἀληθέστατα λέγεις.
ΚΛ.:你说得极其真实。
ΑΘ. τούτων τοίνυν δεῖ χάριν τοῖς φθόγγοις τῆς λύρας προσχρῆσθαι, σαφηνείας ἕνεκα τῶν χορδῶν, τόν τε κιθαριστὴν καὶ τὸν παιδευόμενον, ἀποδιδόντας πρόσχορδα τὰ φθέγματα τοῖς φθέγμασι· τὴν δʼ ἑτεροφωνίαν καὶ ποικιλίαν τῆς λύρας, ἄλλα μὲν μέλη τῶν χορδῶν ἱεισῶν, ἄλλα δὲ τοῦ τὴν μελῳδίαν συνθέντος ποιητοῦ, καὶ δὴ καὶ πυκνότητα μανότητι καὶ τάχος βραδυτῆτι καὶ ὀξύτητα βαρύτητι σύμφωνον καὶ ἀντίφωνον παρεχομένους, καὶ τῶν ῥυθμῶν ὡσαύτως παντοδαπὰ ποικίλματα προσαρμόττοντας τοῖσι φθόγγοις τῆς λύρας, πάντα οὖν τὰ τοιαῦτα μὴ προσφέρειν τοῖς μέλλουσιν ἐν τρισὶν ἔτεσιν τὸ τῆς μουσικῆς χρήσιμον ἐκλήψεσθαι διὰ τάχους.
ΑΘ.:因此,为了这些,无论是竖琴教师还是受教育者,都必须利用竖琴的声音,为了琴弦的清晰,使歌声与琴弦的声音齐奏;但是竖琴的异音多声和多样变化——琴弦发出一种旋律,而创作歌词的诗人发出另一种,甚至使高密与稀疏、快速与缓慢、高音与低音呈现出协和或反响,同样将各种节奏的装饰适配到竖琴的声音中——所有这些,绝不能引入给那些要在三年内迅速汲取音乐有用部分的受教育者。
τὰ γὰρ ἐναντία ἄλληλα ταράττοντα δυσμάθειαν παρέχει, δεῖ δὲ ὅτι μάλιστα εὐμαθεῖς εἶναι τοὺς νέους·
因为相反的事物互相干扰会造成学习困难,而年轻人必须尽可能容易学习。
τὰ γὰρ ἀναγκαῖα οὐ σμικρὰ οὐδʼ ὀλίγα αὐτοῖς ἐστι προστεταγμένα μαθήματα, δείξει δὲ αὐτὰ προϊὼν ὁ λόγος ἅμα τῷ χρόνῳ.
因为分配给他们的必要功课并不少,也非易事,随着时间的推移,讨论的深入会显明这一点。
§7.813ΑΘ. ἀλλὰ ταῦτα μὲν οὕτω περὶ τῆς μουσικῆς ἡμῖν ὁ παιδευτὴς ἐπιμελείσθω·
ΑΘ.:那么,关于音乐,我们的教育者应当如此照料。
τὰ δὲ μελῶν αὐτῶν αὖ καὶ ῥημάτων, οἷα τοὺς χοροδιδασκάλους καὶ ἃ δεῖ διδάσκειν, καὶ ταῦτα ἡμῖν ἐν τοῖς πρόσθεν διείρηται πάντα, ἃ δὴ καθιερωθέντα ἔφαμεν δεῖν, ταῖς ἑορταῖς ἕκαστα ἁρμόττοντα, ἡδονὴν εὐτυχῆ ταῖς πόλεσιν παραδιδόντα ὠφελεῖν.
另一方面,关于旋律本身和言辞,哪种合唱教师以及应该教什么,这些在我们之前的讨论中也已经全部作了明确的划分,我们曾说,这些被神圣化了的东西,必须各自适合每个节日,通过给城邦带来幸运的快乐而有益处。
ΚΛ. ἀληθῆ καὶ ταῦτα διείρηκας.
ΚΛ.:这些你确实也作了真实的划分。
ΑΘ. ἀληθέστατα τοίνυν.
ΑΘ.:确实最真实。
καὶ ταῦθʼ ἡμῖν παραλαβὼν ὁ περὶ τὴν μοῦσαν ἄρχων αἱρεθεὶς ἐπιμελείσθω μετὰ τύχης εὐμενοῦς, ἡμεῖς δὲ ὀρχήσεώς τε πέρι καὶ ὅλης τῆς περὶ τὸ σῶμα γυμναστικῆς πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις ἀποδῶμεν·
接受了这些之后,选出的关于缪斯的官员应当在好运的伴随下照料它们。 而我们则关于舞蹈和涉及身体的整个体育,在之前所说的话之外进行补充。
καθάπερ μουσικῆς τὸ διδασκαλικὸν ὑπόλοιπον ὂν ἀπέδομεν, ὡσαύτως ποιῶμεν καὶ γυμναστικῆς.
正如我们交付了音乐中关于教学的剩余部分一样,我们对体育也同样办理。
τοὺς γὰρ παῖδάς τε καὶ τὰς παῖδας ὀρχεῖσθαι δὴ δεῖ καὶ γυμνάζεσθαι μανθάνειν·
因为男孩子和女孩子确实都必须学习舞蹈和锻炼身体。
ἦ γάρ;
不是吗?
ΚΛ. ναί.
ΚΛ.:是的。
ΑΘ. τοῖς μὲν τοίνυν παισὶν ὀρχησταί, ταῖς δὲ ὀρχηστρίδες ἂν εἶεν πρὸς τὸ διαπονεῖν οὐκ ἀνεπιτηδειότερον.
ΑΘ.:因此,对于男孩子来说会有男舞蹈教师,对于女孩子来说会有女舞蹈教师,这对训练来说是更合适的。
ΚΛ. ἔστω δὴ ταύτῃ.
ΚΛ.:就这样吧。
ΑΘ. πάλιν δὴ τὸν τὰ πλεῖστα ἕξοντα πράγματα καλῶμεν, τὸν τῶν παίδων ἐπιμελητήν, ὃς τῶν τε περὶ μουσικὴν τῶν τε περὶ γυμναστικὴν ἐπιμελούμενος οὐ πολλὴν ἕξει σχολήν.
ΑΘ.:那么,我们再次召集那位将要承担最多事务的人,即孩子们的主管(教育长),由于他既要照料音乐事务,又要照料体育事务,他将没有太多的闲暇。
ΚΛ. πῶς οὖν δυνατὸς ἔσται πρεσβύτερος ὢν τοσούτων ἐπιμελεῖσθαι;
ΚΛ.:那么,他作为年长者,如何能够照料这么多事情呢?
ΑΘ. ῥᾳδίως, ὦ φίλε.
ΑΘ.:容易的,我的朋友。
ὁ νόμος γὰρ αὐτῷ δέδωκεν καὶ δώσει προσλαμβάνειν εἰς ταύτην τὴν ἐπιμέλειαν τῶν πολιτῶν ἀνδρῶν καὶ γυναικῶν οὓς ἂν ἐθέλῃ, γνώσεται δὲ οὓς δεῖ, καὶ βουλήσεται μὴ πλημμελεῖν εἰς ταῦτα, αἰδούμενος ἐμφρόνως καὶ γιγνώσκων τῆς ἀρχῆς τὸ μέγεθος, λογισμῷ τε συνὼν ὡς εὖ μὲν τραφέντων καὶ τρεφομένων τῶν νέων πάντα ἡμῖν κατʼ ὀρθὸν πλεῖ, μὴ δέ—οὔτʼ εἰπεῖν ἄξιον οὔθʼ ἡμεῖς λέγομεν ἐπὶ καινῇ πόλει τοὺς σφόδρα φιλομαντευτὰς σεβόμενοι.
因为法律已经并将会允许他,在公民男女中选择任何他想要的人来协助他进行这种照料,他也会知道需要谁,并且他会希望在这些事情上不犯错误,因为他理智地敬畏,深知职权的重大,并且心中常伴随着这样的推论:如果年轻人被很好地抚养并正在被抚养,我们的一切都将顺风顺航,但如果不是——在新城邦中,出于对热切寻求神谕者的尊敬,我们既不便说,也不打算说。
πολλὰ μὲν οὖν ἡμῖν καὶ περὶ τούτων εἴρηται, τῶν περὶ τὰς ὀρχήσεις καὶ περὶ πᾶσαν τὴν τῶν γυμνασίων κίνησιν· γυμνάσια γὰρ τίθεμεν καὶ τὰ περὶ τὸν πόλεμον ἅπαντα τοῖς σώμασι διαπονήματα τοξικῆς τε καὶ πάσης ῥίψεως καὶ πελταστικῆς καὶ πάσης ὁπλομαχίας καὶ διεξόδων τακτικῶν καὶ ἁπάσης πορείας στρατοπέδων καὶ στρατοπεδεύσεων καὶ ὅσα εἰς ἱππικὴν μαθήματα συντείνει.
确实,关于这些事情,即关于舞蹈和体育的全部运动,我们已经说了很多;因为我们也将所有涉及身体战争的训练确立为体育,即弓术、所有的投掷、轻盾兵战斗、所有的重装步兵战斗、战术演练、军队的所有行军和扎营,以及所有涉及骑兵术的功课。