§7.808ΑΘ.τὸ γὰρ ὅλην διατελεῖν ἡντινοῦν νύκτα εὕδοντα καὶ ὁντινοῦν τῶν πολιτῶν, καὶ μὴ φανερὸν εἶναι πᾶσι τοῖς οἰκέταις ἐγειρόμενόν τε καὶ ἐξανιστάμενον ἀεὶ πρῶτον, τοῦτο αἰσχρὸν δεῖ δεδόχθαι πᾶσι καὶ οὐκ ἐλευθέρου, εἴτʼ οὖν νόμον εἴτʼ ἐπιτήδευμα τὸ τοιοῦτον καλεῖν ἐστιν χρεών·
ΑΘ. というのも、いかなる市民であれ、一晩中ずっと眠り続けて過ごし、常に誰よりも早く目覚めて起き上がる姿を、すべての召使いたちに見せていない(彼らにとって明らかでない)なら、そのようなことを法と呼ぶべきであれ、あるいは習わしと呼ぶべきであれ、これは誰もが恥ずべきことであり、自由人にふさわしくないこととみなさなければならないからである。
καὶ δὴ καὶ δέσποιναν ἐν οἰκίᾳ ὑπὸ θεραπαινίδων ἐγείρεσθαί τινων καὶ μὴ πρώτην αὐτὴν ἐγείρειν τὰς ἄλλας, αἰσχρὸν λέγειν χρὴ πρὸς αὑτοὺς δοῦλόν τε καὶ δούλην καὶ παῖδα, καὶ εἴ πως ἦν οἷόν τε, ὅλην καὶ πᾶσαν τὴν οἰκίαν.
さらに、家の中で女主人が女召使いたちに起こされ、自分自身が他者たちを最初に起こさないのは、男の奴隷、女の奴隷、子供、そしてもし可能なら家全体にとっても、彼ら自身に照らして恥ずべきことと言うべきである。
ἐγειρομένους δὲ νύκτωρ δεῖ πάντας πράττειν τῶν τε πολιτικῶν μέρη πολλὰ καὶ τῶν οἰκονομικῶν, ἄρχοντας μὲν κατὰ πόλιν, δεσποίνας δὲ καὶ δεσπότας ἐν ἰδίαις οἰκίαις.
夜に目覚めたならば、すべての人が国事の多くの部分や家政の多くの部分を行うべきであり、支配者たちは都市において、女主人や主人たちはそれぞれの家において、そうすべきである。
ὕπνος γὰρ δὴ πολὺς οὔτε τοῖς σώμασιν οὔτε ταῖς ψυχαῖς ἡμῶν οὐδʼ αὖ ταῖς πράξεσιν ταῖς περὶ ταῦτα πάντα ἁρμόττων ἐστὶν κατὰ φύσιν.
なぜなら、多くの睡眠は、私たちの身体にとっても魂にとっても、またこれらすべての事柄に関する活動にとっても、本性上適したものではないからである。
καθεύδων γὰρ οὐδεὶς οὐδενὸς ἄξιος, οὐδὲν μᾶλλον τοῦ μὴ ζῶντος·
眠っている者は誰も何の役にも立たず、生きていない者と何ら変わるところがないからである。
ἀλλʼ ὅστις τοῦ ζῆν ἡμῶν καὶ τοῦ φρονεῖν μάλιστά ἐστι κηδεμών, ἐγρήγορε χρόνον ὡς πλεῖστον, τὸ πρὸς ὑγίειαν αὐτοῦ μόνον φυλάττων χρήσιμον, ἔστιν δὲ οὐ πολύ, καλῶς εἰς ἔθος ἰόν.
むしろ、私たちのうちで、生きることと思考することを最も深く配慮する者は、健康のためにのみ有益なもの(睡眠)を守りつつ、できる限り長い時間目覚めている。 そしてその有益なものとは多くはなく、正しく習慣づけられるものである。
ἐγρηγορότες δὲ ἄρχοντες ἐν πόλεσιν νύκτωρ φοβεροὶ μὲν κακοῖς, πολεμίοις τε ἅμα καὶ πολίταις, ἀγαστοὶ δὲ καὶ τίμιοι τοῖς δικαίοις τε καὶ σώφροσιν, ὠφέλιμοι δὲ αὑτοῖς τε καὶ συμπάσῃ τῇ πόλει.
また、夜間に都市において目覚めている支配者たちは、敵であれ市民であれ、悪人たちにとっては恐るべき存在であるが、正しい者や節制ある者たちにとっては敬服すべき、敬重される存在であり、彼ら自身にとっても都市全体にとっても有益である。
νὺξ μὲν δὴ διαγομένη τοιαύτη τις πρὸς πᾶσι τοῖς εἰρημένοις ἀνδρείαν ἄν τινα προσπαρέχοιτο ταῖς ψυχαῖς ἑκάστων τῶν ἐν ταῖς πόλεσιν·
このようにして過ごされる夜は、述べられたすべてのことに加えて、都市の中にいる一人一人の魂に、ある種の勇気をさらにもたらすであろう。
ἡμέρας δὲ ὄρθρου τε ἐπανιόντων παῖδας μὲν πρὸς διδασκάλους που τρέπεσθαι χρεών, ἄνευ ποιμένος δὲ οὔτε πρόβατα οὔτʼ ἄλλο οὐδέν πω βιωτέον, οὐδὲ δὴ παῖδας ἄνευ τινῶν παιδαγωγῶν οὐδὲ δούλους ἄνευ δεσποτῶν.
そして、昼となり夜明けが戻る頃には、子供たちはどこか教師たちのもとへ赴くべきである。 なぜなら、羊飼いなしには羊も他のいかなるものも生きていくべきではなく、子供たちもいくつかの養育係なしには、奴隷たちも主人なしには生きていくべきではないからである。
ὁ δὲ παῖς πάντων θηρίων ἐστὶ δυσμεταχειριστότατον·
子供はあらゆる獣の中で最も扱いにくいものである。
ὅσῳ γὰρ μάλιστα ἔχει πηγὴν τοῦ φρονεῖν μήπω κατηρτυμένην, ἐπίβουλον καὶ δριμὺ καὶ ὑβριστότατον θηρίων γίγνεται.
なぜなら、思考の泉がまだ十分に整えられて(飼い慣らされて)いない状態であるからこそ、獣の中で最も油断のならない、鋭敏で、かつ最も傲慢なものとなるからである。
διὸ δὴ πολλοῖς αὐτὸ οἷον χαλινοῖς τισιν δεῖ δεσμεύειν, πρῶτον μέν, τροφῶν καὶ μητέρων ὅταν ἀπαλλάττηται, παιδαγωγοῖς παιδίας καὶ νηπιότητος χάριν, ἔτι δʼ αὖ τοῖς διδάσκουσιν καὶ ὁτιοῦν καὶ μαθήμασιν ὡς ἐλεύθερον·
それゆえ、彼をいわば多くの手綱のようなもので縛らなければならない。 まず、乳母や母親から離れるときには、その遊びや幼さのゆえに養育係によって、さらに、何であれ教える者たちや様々な学習によって、自由人として縛らねばならない。
ὡς δʼ αὖ δοῦλον, πᾶς ὁ προστυγχάνων τῶν ἐλευθέρων ἀνδρῶν κολαζέτω τόν τε παῖδα αὐτὸν καὶ τὸν παιδαγωγὸν καὶ διδάσκαλον, ἐὰν ἐξαμαρτάνῃ τίς τι τούτων.
また他方で、奴隷に対して行うように、出会った自由人の男たちの誰もが、子供自身をも、その養育係や教師をも懲らしめるべきである、もし彼らのうちの誰かが過ちを犯しているならば。
§7.809ΑΘ.ἂν δʼ αὖ προστυγχάνων τις μὴ κολάζῃ τῇ δίκῃ, ὀνείδει μὲν ἐνεχέσθω πρῶτον τῷ μεγίστῳ, ὁ δὲ τῶν νομοφυλάκων ἐπὶ τὴν τῶν παίδων ἀρχὴν ᾑρημένος ἐπισκοπείτω τοῦτον τὸν ἐντυγχάνοντα οἷς λέγομεν καὶ μὴ κολάζοντα δέον κολάζειν, ἢ κολάζοντα μὴ κατὰ τρόπον, βλέπων δὲ ἡμῖν ὀξὺ καὶ διαφερόντως ἐπιμελούμενος τῆς τῶν παίδων τροφῆς κατευθυνέτω τὰς φύσεις αὐτῶν, ἀεὶ τρέπων πρὸς τἀγαθὸν κατὰ νόμους.
ΑΘ. しかし他方で、出会った誰かが当然なすべき処罰を加えないならば、彼はまず最も大きな不名誉(非難)を被るべきである。 そして、守法官たちのうち子供たちの監督職に選ばれた者は、私たちが言うところの、出会いながらも懲らしめるべき時に懲らしめない者、あるいは、懲らしめるにしても不適切な方法で懲らしめる者を監視すべきである。 そして彼は、私たちのために鋭い注視を払い、子供たちの育成にひときわ熱心に配慮して、法に従って彼らを常に善へと導きつつ、彼らの本性を正しく方向づけるべきである。
τοῦτον δὲ αὐτὸν αὖ πῶς ἂν ἡμῖν ὁ νόμος αὐτὸς παιδεύσειεν ἱκανῶς;
しかし、この監督官自身を、法自体はどのようにして十分に教育できるだろうか。
νῦν μὲν γὰρ δὴ εἴρηκεν οὐδέν πω σαφὲς οὐδὲ ἱκανόν, ἀλλὰ τὰ μέν, τὰ δʼ οὔ·
というのも、現在のところ法は、あることは語り、あることは語らず、未だ何ら明確なことも十分なことも語っていないからである。
δεῖ δὲ εἰς δύναμιν μηδὲν παραλείπειν αὐτῷ, πάντα δὲ λόγον ἀφερμηνεύειν, ἵνα οὗτος τοῖς ἄλλοις μηνυτής τε ἅμα καὶ τροφεὺς γίγνηται.
しかし、法は力の限り何も省略することなく、すべての説明を徹底的に表現(通訳)すべきであり、それによって彼(監督官)が、他の者たちにとって伝達者(指示者)であると同時に養育者となるようにすべきである。
τὰ μὲν οὖν δὴ χορείας πέρι μελῶν τε καὶ ὀρχήσεως ἐρρήθη, τίνα τύπον ἔχοντα ἐκλεκτέα τέ ἐστιν καὶ ἐπανορθωτέα καὶ καθιερωτέα·
さて、合唱や歌、踊りに関する事柄、すなわち、どのような型を持つものを選択し、修正し、神聖化すべきであるかについては、すでに語られた。
τὰ δὲ ἐν γράμμασι μὲν ὄντα, ἄνευ δὲ μέτρων, ποῖα καὶ τίνα μεταχειρίζεσθαι χρή σοι τρόπον, ὦ ἄριστε τῶν παίδων ἐπιμελητά, τοὺς ὑπὸ σοῦ τρεφομένους, οὐκ εἰρήκαμεν.
しかし、文字で書かれていながら韻律のないもの(散文)について、子供たちの最良の監督官よ、あなたによって育てられる者たちに、どのようなものを、そしてどのようにして取り扱わせるべき(学ばせるべき)かについては、私たちはまだ語っていない。
καίτοι τὰ μὲν περὶ τὸν πόλεμον ἃ δεῖ μανθάνειν τε αὐτοὺς καὶ μελετᾶν ἔχεις τῷ λόγῳ, τὰ δὲ περὶ τὰ γράμματα πρῶτον, καὶ δεύτερον λύρας πέρι καὶ λογισμῶν, ὧν ἔφαμεν δεῖν ὅσα τε πρὸς πόλεμον καὶ οἰκονομίαν καὶ τὴν κατὰ πόλιν διοίκησιν χρῆναι ἑκάστους λαβεῖν, καὶ πρὸς τὰ αὐτὰ ταῦτα ἔτι τὰ χρήσιμα τῶν ἐν ταῖς περιόδοις τῶν θείων, ἄστρων τε πέρι καὶ ἡλίου καὶ σελήνης, ὅσα διοικεῖν ἀναγκαῖόν ἐστιν περὶ ταῦτα πάσῃ πόλει—τίνων δὴ πέρι λέγομεν;
もっとも、戦争に関して彼らが学び練習すべき事柄については、あなたはすでに議論の中にそれらを得ている。 しかし、第一に文字に関すること、第二に竪琴と計算に関すること、すなわち、戦争や家政、国家の管理のために、各自が習得する必要があると言ったそれらの事柄については、さらに、まさにこれらと同じ目的のために、神的なものの運行における有益なこと、すなわち、星や太陽や月に関することで、それらについてすべての都市が管理することが不可避であるような事柄――私たちは何について語っているのか。
ἡμερῶν τάξεως εἰς μηνῶν περιόδους καὶ μηνῶν εἰς ἕκαστον τὸν ἐνιαυτόν, ἵνα ὧραι καὶ θυσίαι καὶ ἑορταὶ τὰ προσήκοντʼ ἀπολαμβάνουσαι ἑαυταῖς ἕκασται τῷ κατὰ φύσιν ἄγεσθαι, ζῶσαν τὴν πόλιν καὶ ἐγρηγορυῖαν παρεχόμεναι, θεοῖς μὲν τὰς τιμὰς ἀποδιδῶσιν, τοὺς δὲ ἀνθρώπους περὶ αὐτὰ μᾶλλον ἔμφρονας ἀπεργάζωνται—ταῦτα οὔπω σοι πάντα ἱκανῶς, ὦ φίλε, παρὰ τοῦ νομοθέτου διείρηται·
月の周期に合わせた日の配置、および各年に合わせた月の配置についてであり、それは季節や犠牲式、祝祭がそれぞれにふさわしい秩序を受け取り、それぞれが本性に従って執り行われることによって、国家を生き生きとさせ、また目覚めた状態にしつつ、神々にはしかるべき栄誉を捧げ、人間たちをこれらの事柄についてより聡明にするためである――友よ、これらのことはまだ立法者からあなたに対して十分に明快に規定されてはいない。
πρόσεχε δὴ τὸν νοῦν τοῖς μετὰ ταῦτα μέλλουσιν ῥηθήσεσθαι.
それゆえ、この後に語られようとする事柄に心を留めるがよい。
γραμμάτων εἴπομεν ὡς οὐχ ἱκανῶς ἔχεις πέρι τὸ πρῶτον, ἐπικαλοῦντες τί τῇ λέξει;
私たちはまず第一に、文字に関してあなたが十分に得ていないと述べたが、その言葉に対して私たちはどのような不満をぶつけているのだろうか。
τόδε, ὡς οὔπω διείρηκέ σοι πότερον εἰς ἀκρίβειαν τοῦ μαθήματος ἰτέον τὸν μέλλοντα πολίτην ἔσεσθαι μέτριον ἢ τὸ παράπαν οὐδὲ προσοιστέον·
次のことである。 すなわち、中庸を得た(まともな)市民になろうとする者が、その学習(文字)を厳密に極めるまで進むべきなのか、それともそもそも全く手を触れるべきではないのか、ということについて法があなたにまだ詳しく規定していない、ということ。
ὡς δʼ αὕτως καὶ περὶ λύραν.
竪琴に関しても同様である。
προσοιστέον μέντοι νῦν φαμεν.
しかし、今や私たちは、手を触れさせるべきである(それらに関わらせるべきである)と主張する。