Humanitext Reader

プラトン · 法律 §7.806-7.807

スパルタの女性教育への批判と男女の共同生活

98 / 186 箇所 · ギリシア語

要旨

アテナイの外国人は、スパルタの不完全な女性教育が国家の潜在力を半減させていると批判し、真に徳を目指す国家における男女の共同食事や、市民の最高任務としての心身の鍛錬のための生活秩序を説く。

§7.806ΑΘ.ἢ τὸ τούτων δὴ διὰ μέσου φῶμεν, ὦ Μέγιλλε, τὸ Λακωνικόν;
ΑΘ. それとも、メギロスよ、これらの中間にあるものとして、スパルタのあり方を語るべきだろうか。
κόρας μὲν γυμνασίων μετόχους οὔσας ἅμα καὶ μουσικῆς ζῆν δεῖν, γυναῖκας δὲ ἀργοὺς μὲν ταλασίας, ἀσκητικὸν δέ τινα βίον καὶ οὐδαμῶς φαῦλον οὐδʼ εὐτελῆ διαπλέκειν, θεραπείας δὲ καὶ ταμιείας αὖ καὶ παιδοτροφίας εἴς τι μέσον ἀφικνεῖσθαι, τῶν δʼ εἰς τὸν πόλεμον μὴ κοινωνούσας, ὥστε οὐδʼ εἴ τίς ποτε διαμάχεσθαι περὶ πόλεώς τε καὶ παίδων ἀναγκαία τύχη γίγνοιτο, οὔτʼ ἂν τόξων, ὥς τινες Ἀμαζόνες, οὔτʼ ἄλλης κοινωνῆσαί ποτε βολῆς μετὰ τέχνης δυνάμεναι, οὐδὲ ἀσπίδα καὶ δόρυ λαβοῦσαι μιμήσασθαι τὴν θεόν, ὡς πορθουμένης αὐταῖς τῆς πατρίδος γενναίως ἀντιστάσας, φόβον γε, εἰ μηδὲν μεῖζον, πολεμίοισι δύνασθαι παρασχεῖν ἐν τάξει τινὶ κατοφθείσας;
すなわち、少女たちは体育と音楽をともに分かち合って暮らすべきであるが、大人の女性たちは糸紡ぎからは解放されているものの、ある種の自己鍛錬的な生活、決して卑しくも安直でもない生活を編み上げ、他方で看護や家政管理、そして育児においては、中庸のところに至るべきである。 しかし戦争に関する事柄にはあずからず、その結果、もし万が一、国家と子供たちのために戦わなければならない不可避の運命が生じたとしても、一部のアマゾネスのように、技術をもって弓や他の投射武器を分かち合うこともできず、盾と槍を手にして女神を模倣し、祖国が略奪されようとするときに雄々しく立ち向かって、敵に対して、それ以上のことはないにしても、ある程度の隊列を組んで姿を見せることによって、少なくとも恐怖を与えることさえできないのである。
Σαυρομάτιδας δὲ οὐδʼ ἂν τὸ παράπαν τολμήσειαν μιμήσασθαι τοῦτον τὸν τρόπον διαβιοῦσαι, παρὰ γυναῖκας δὲ αὐτὰς ἄνδρες ἂν αἱ ἐκείνων γυναῖκες φανεῖεν.
このような生活様式を送っている彼女たちは、サウロマティデスの女性たちを模倣することなど全く企てようともしないだろう。 彼女たちの女性たちに比べれば、我々の男たちのほうが女性のように見えてしまうほどだ。
ταῦτʼ οὖν ὑμῶν τοὺς νομοθέτας ὁ μὲν βουλόμενος ἐπαινεῖν ἐπαινείτω, τὸ δʼ ἐμὸν οὐκ ἄλλως ἂν λεχθείη·
それゆえ、あなた方の立法者をこれらの点について褒めたい者は褒めるがよい。 しかし私の考えとしては、次のようにしか言えない。
τέλεον γὰρ καὶ οὐ διήμισυν δεῖν τὸν νομοθέτην εἶναι, τὸ θῆλυ μὲν ἀφιέντα τρυφᾶν καὶ ἀναλίσκειν διαίταις ἀτάκτως χρώμενον, τοῦ δὲ ἄρρενος ἐπιμεληθέντα, τελέως σχεδὸν εὐδαίμονος ἥμισυ βίου καταλείπειν ἀντὶ διπλασίου τῇ πόλει.
すなわち、立法者は不完全であってはならず、完全でなければならない。 女性のほうは贅沢にふけり、無秩序な生活を送って消費するのを放っておきながら、男性のほうだけを配慮することは、完全で幸福な生活の代わりに、国家に対して二倍ではなく、ほぼ半分の生活しか残さないことになるのだ。
ΜΕ. τί δράσομεν, ὦ Κλεινία;
ΜΕ. クレイニアスよ、我々はどうすべきか。
τὸν ξένον ἐάσομεν τὴν Σπάρτην ἡμῖν οὕτω καταδραμεῖν;
この外国人が我々のスパルタをこのように酷評するのを許しておくのか。
ΚΛ. ναί·
ΚΛ. ああ。
δεδομένης γὰρ αὐτῷ παρρησίας ἐατέον, ἕως ἂν διεξέλθωμεν πάντῃ ἱκανῶς τοὺς νόμους.
彼には言論の自由が与えられているのだから、我々が法をあらゆる点において十分に検討し尽くすまでは、許しておかねばならない。
ΜΕ. ὀρθῶς λέγεις.
ΜΕ. あなたの言う通りだ。
ΑΘ. οὐκοῦν τὰ μετὰ ταῦτα ἤδη σχεδὸν ἐμὸν πειρᾶσθαι φράζειν;
ΑΘ. それでは、この次に続くことを、私が語るよう試みてよいだろうか。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. 当然、そうしていただきたい。
ΑΘ. τίς δὴ τρόπος ἀνθρώποις γίγνοιτʼ ἂν τοῦ βίου, οἷσιν τὰ μὲν ἀναγκαῖα εἴη κατεσκευασμένα μέτρια, τὰ δὲ τῶν τεχνῶν ἄλλοις παραδεδομένα, γεωργίαι δὲ ἐκδεδομέναι δούλοις ἀπαρχὴν τῶν ἐκ τῆς γῆς ἀποτελοῦσιν ἱκανὴν ἀνθρώποις ζῶσι κοσμίως, συσσίτια δὲ κατεσκευασμένα εἴη χωρὶς μὲν τὰ τῶν ἀνδρῶν, ἐγγὺς δʼ ἐχόμενα τὰ τῶν αὐτοῖς οἰκείων, παίδων τε ἅμα θηλειῶν καὶ τῶν μητέρων αὐταῖς,
ΑΘ. では、人間にとってどのような生活様式が生じるであろうか。 彼らにとって必要なものが控えめに整えられ、諸々の技術は他の者たちに委ねられ、耕作は奴隷たちに委ねられていて、彼らが大地の産物から、秩序正しく暮らす人間にとって十分な上納の分け前を納めており、さらに共同食事が、男性のものは別個に、しかしそのすぐ隣には彼らの家族、すなわち女児と彼女たちの母親の食事が、整えられているような、そのような人々の生活様式は?
§7.807ΑΘ. ἄρχουσιν δὲ καὶ ἀρχούσαις εἴη προστεταγμένα λύειν ταῦτα ἑκάστοις τὰ συσσίτια πάντα, καθʼ ἑκάστην ἡμέραν θεασαμένους καὶ ἰδόντας τὴν διαγωγὴν τὴν τῶν συσσίτων, μετὰ δὲ ταῦτα σπείσαντας τόν τε ἄρχοντα καὶ τοὺς ἄλλους οἷς ἂν τυγχάνῃ θεοῖς ἡ τότε νύξ τε καὶ ἡμέρα καθιερωμένη, κατὰ ταῦτα οὕτως οἴκαδε πορεύεσθαι;
ΑΘ. そして、男女の管理官たちに、これら毎日の共同食事すべてを解散させることが命じられており、彼らが毎日共同食事の様子を観察し見届けたのち、またその後に管理官も他の者たちも、その時の夜と昼が捧げられている神々に対して神酒を注いでから、その上で各自の家へと赴くようになっている、そのような人々において。
τοῖς δὴ ταύτῃ κεκοσμημένοις ἆρα οὐδὲν λειπόμενόν ἐστιν ἀναγκαῖόν τε ἔργον καὶ παντάπασι προσῆκον, ἀλλʼ ἐν τρόπῳ βοσκήματος ἕκαστον πιαινόμενον αὐτῶν δεῖ ζῆν;
このように整えられた人々には、残されている必要な、そして完全にふさわしい仕事は全くないのだろうか。 それとも彼らは家畜のように各自が肥え太りながら生きるべきなのだろうか。
οὔκουν τό γε δίκαιόν φαμεν οὐδὲ καλόν, οὐδʼ οἷόν τε τὸν ζῶντα οὕτως ἀτυχῆσαι τοῦ προσήκοντος, προσήκει δὲ ἀργῷ καὶ ῥᾳθύμως καταπεπιασμένῳ ζῴῳ σχεδὸν ὑπʼ ἄλλου διαρπασθῆναι ζῴου τῶν σφόδρα τετρυχωμένων μετὰ ἀνδρείας τε ἅμα καὶ τῶν πόνων.
そのような生き方は正しくも美しくもないと我々は主張する。 またそのように生きる者が自分にふさわしい義務を失うことは避けられない。 というのも、怠惰でだらしなく肥え太った動物は、勇気と労苦を伴って激しく鍛え上げられた別の動物によって、引き裂かれるのがお似合いだからである。
ταῦτα οὖν δὴ διʼ ἀκριβείας μὲν ἱκανῆς, ὡς καὶ νῦν, εἰ ζητοῖμεν ἄν, ἴσως οὐκ ἄν ποτε γένοιτο, μέχριπερ ἂν γυναῖκές τε καὶ παῖδες οἰκήσεις τε ἴδιαι καὶ ἰδίως ἅπαντʼ ᾖ τὰ τοιαῦτα ἑκάστοις ἡμῶν κατεσκευασμένα·
それゆえ、もし我々が現在のように、十分な厳格さをもってこれらのことを追求するとしても、女性や子供、個人の住居、そしてそのようなすべての私的事項が我々一人一人に私的に整えられている限りは、おそらく決して実現しないだろう。
τὰ δὲ μετʼ ἐκεῖνʼ αὖ δεύτερα τὰ νῦν λεγόμενα εἰ γίγνοιτο ἡμῖν, γίγνοιτο ἂν καὶ μάλα μετρίως.
しかし、あの次の、第二の選択肢である、いま語られている事柄が、我々において実現するならば、それはきわめて適度なものとして実現するであろう。
ἔργον δὲ δὴ τοῖς οὕτω ζῶσίν φαμεν οὐ τὸ σμικρότατον οὐδὲ τὸ φαυλότατον λείπεσθαι, μέγιστον δὲ πάντων εἶναι προστεταγμένον ὑπὸ δικαίου νόμου·
そして、そのように生きる人々には、最も小さくも最も卑しくもない仕事が残されており、正義の法によって課されたすべてのうちで最大の仕事があると我々は主張する。
τοῦ γὰρ πᾶσαν τῶν ἄλλων πάντων ἔργων βίου ἀσχολίαν παρασκευάζοντος, τοῦ Πυθιάδος τε καὶ Ὀλυμπιάδος νίκης ὀρεγομένου, διπλασίας τε καὶ ἔτι πολλῷ πλέονος ἀσχολίας ἐστὶν γέμων ὁ περὶ τὴν τοῦ σώματος πάντως καὶ ψυχῆς εἰς ἀρετῆς ἐπιμέλειαν βίος εἰρημένος ὀρθότατα.
なぜなら、他のすべての仕事のために人生のすべての専念を用意する者の生活や、ピュティア競技会やオリンピア競技会の勝利を切望する者の生活に比べて、身体と魂を全面的に徳へと配慮することに関わる、最も正しく語られた生活は、二倍、あるいはそれ以上に多くの専念に満ちているからである。
πάρεργον γὰρ οὐδὲν δεῖ τῶν ἄλλων ἔργων διακώλυμα γίγνεσθαι τῶν τῷ σώματι προσηκόντων εἰς ἀπόδοσιν πόνων καὶ τροφῆς, οὐδʼ αὖ ψυχῇ μαθημάτων τε καὶ ἐθῶν, πᾶσα δὲ νύξ τε καὶ ἡμέρα σχεδὸν οὐκ ἔστιν ἱκανὴ τοῦτʼ αὐτὸ πράττοντι τὸ τέλεόν τε καὶ ἱκανὸν αὐτῶν ἐκλαμβάνειν·
というのも、他のいかなる余事も、身体に適した労苦と栄養の還元を、あるいは魂に適した学習と習慣化を妨げる障害となってはならず、これを実行する者にとって、そこから完全かつ十分な成果を刈り取るためには、昼も夜もほぼすべての時間が足りないほどだからである。
οὕτω δὴ τούτων πεφυκότων, τάξιν δεῖ γίγνεσθαι πᾶσιν τοῖς ἐλευθέροις τῆς διατριβῆς περὶ τὸν χρόνον ἅπαντα, σχεδὸν ἀρξάμενον ἐξ ἕω μέχρι τῆς ἑτέρας ἀεὶ συνεχῶς ἕω τε καὶ ἡλίου ἀνατολῆς.
このように、これらの事柄の性質上、すべての自由人のために、その過ごし方の秩序がすべての時間について定められなければならず、それはほぼ夜明けから始まり、次の夜明けおよび日の出まで常に連続していなければならない。
πολλὰ μὲν οὖν καὶ πυκνὰ καὶ σμικρὰ λέγων ἄν τις νομοθέτης ἀσχήμων φαίνοιτο περὶ τῶν κατʼ οἰκίαν διοικήσεων, τά τε ἄλλα καὶ ὅσα νύκτωρ ἀυπνίας πέρι πρέπει τοῖς μέλλουσιν διὰ τέλους φυλάξειν πᾶσαν πόλιν ἀκριβῶς.
それゆえ、家庭内の管理について細々と多くの小さなことを語る立法者は見苦しく見えるだろう。 特に、夜間の不眠に関して、国家全体を終始厳格に守護しようとする者たちにふさわしい事柄については。

語釈・文法注

  1. 806aκόρας μὲν γυμνασίων μετόχους οὔσας — 主節の動詞 `φῶμεν`(語ろうか)に依存する、対格不定詞構文(`δεῖν`, `διαπλέκειν`, `ἀφικνεῖσθαι`)の開始部分。スパルタ(ラコニア)における女性の生活様式の具体的な実態を詳細に説明している。
  2. 806bοὔτʼ ἂν τόξων ... κοινωνῆσαί ποτε βολῆς μετὰ τέχνης δυνάμεναι — 結果を導く `ὥστε` 節の中において、陰性複数分詞 `δυνάμεναι` が小辞 `ἂν` を伴うことで潜在のニュアンス(「〜できるであろうに、できない」)を表し、直前の条件節 `εἰ ... γίγνοιτο` に対応している。さらにこの分詞は、不定詞 `κοινωνῆσαι` および `μιμήσασθαι` を統治している。
  3. 806eτίς δὴ τρόπος ἀνθρώποις γίγνοιτʼ ἂν τοῦ βίου — 主節の疑問文 `τίς ... γίγνοιτʼ ἂν`(どのような生活様式が生じるだろうか)の先行詞 `ἀνθρώποις` に対し、与格の関係代名詞 `οἷσιν` が導く関係節が 807a の `πορεύεσθαι` まで長く続いている。関係節の内部では、`εἴη`(希求法)や `παραδεδομένα`, `ἐκδεδομέναι`(分詞)が複雑に並列されて理想的な社会構造を記述している。
  4. 807cτοῦ γὰρ πᾶσαν τῶν ἄλλων πάντων ἔργων βίου ἀσχολίαν παρασκευάζοντος — 比較級形容詞 `διπλασίας`(二倍の)の比較基準を示す属格。激しい倒置(hyperbaton)が起きており、属格名詞 `τοῦ ... βίου` の間に、それを修飾する長い分詞句 `πᾶσαν τῶν ἄλλων πάντων ἔργων ... ἀσχολίαν παρασκευάζοντος` が割り込んでいる。

この箇所を引用する

プラトン, 法律 §7.806-7.807. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:7.806-7.807

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。