§7.808ΑΘ.τὸ γὰρ ὅλην διατελεῖν ἡντινοῦν νύκτα εὕδοντα καὶ ὁντινοῦν τῶν πολιτῶν, καὶ μὴ φανερὸν εἶναι πᾶσι τοῖς οἰκέταις ἐγειρόμενόν τε καὶ ἐξανιστάμενον ἀεὶ πρῶτον, τοῦτο αἰσχρὸν δεῖ δεδόχθαι πᾶσι καὶ οὐκ ἐλευθέρου, εἴτʼ οὖν νόμον εἴτʼ ἐπιτήδευμα τὸ τοιοῦτον καλεῖν ἐστιν χρεών·
雅典人:因为,任何一个公民如果整夜都在熟睡中度过,而没有在所有仆人面前表现出总是第一个清醒并起床,无论把这种事情称为法律还是习惯,大家都必须认定这是可耻的,也是不配作自由人的。
καὶ δὴ καὶ δέσποιναν ἐν οἰκίᾳ ὑπὸ θεραπαινίδων ἐγείρεσθαί τινων καὶ μὴ πρώτην αὐτὴν ἐγείρειν τὰς ἄλλας, αἰσχρὸν λέγειν χρὴ πρὸς αὑτοὺς δοῦλόν τε καὶ δούλην καὶ παῖδα, καὶ εἴ πως ἦν οἷόν τε, ὅλην καὶ πᾶσαν τὴν οἰκίαν.
而且,家里的女主人如果被某些女仆唤醒,而不是由她自己第一个去唤醒其他人,应当说,对于男奴、女奴、孩子,甚至如果可能的话,对于这整个家庭的所有人来说,相对于他们自己而言,这都是可耻的。
ἐγειρομένους δὲ νύκτωρ δεῖ πάντας πράττειν τῶν τε πολιτικῶν μέρη πολλὰ καὶ τῶν οἰκονομικῶν, ἄρχοντας μὲν κατὰ πόλιν, δεσποίνας δὲ καὶ δεσπότας ἐν ἰδίαις οἰκίαις.
众人在夜间醒来后,都必须履行许多公共事务和家务,管理者在城邦中如此,女主人和男主人在各自的家中也是如此。
ὕπνος γὰρ δὴ πολὺς οὔτε τοῖς σώμασιν οὔτε ταῖς ψυχαῖς ἡμῶν οὐδʼ αὖ ταῖς πράξεσιν ταῖς περὶ ταῦτα πάντα ἁρμόττων ἐστὶν κατὰ φύσιν.
因为过多的睡眠,无论对于我们的身体、灵魂,还是对于涉及所有这些事务的行动,在天性上都是不相宜的。
καθεύδων γὰρ οὐδεὶς οὐδενὸς ἄξιος, οὐδὲν μᾶλλον τοῦ μὴ ζῶντος· ἀλλʼ ὅστις τοῦ ζῆν ἡμῶν καὶ τοῦ φρονεῖν μάλιστά ἐστι κηδεμών, ἐγρήγορε χρόνον ὡς πλεῖστον, τὸ πρὸς ὑγίειαν αὐτοῦ μόνον φυλάττων χρήσιμον, ἔστιν δὲ οὐ πολύ, καλῶς εἰς ἔθος ἰόν.
因为人在睡着时没有任何价值,并不比不活着的人强多少;相反,我们当中最关切生命和思想的人,会保持尽可能长的时间醒着,只保留对健康有益的睡眠,而这睡眠并不多,只要良好地养成习惯即可。
ἐγρηγορότες δὲ ἄρχοντες ἐν πόλεσιν νύκτωρ φοβεροὶ μὲν κακοῖς, πολεμίοις τε ἅμα καὶ πολίταις, ἀγαστοὶ δὲ καὶ τίμιοι τοῖς δικαίοις τε καὶ σώφροσιν, ὠφέλιμοι δὲ αὑτοῖς τε καὶ συμπάσῃ τῇ πόλει.
而在夜间保持警醒的城邦管理者,对于恶人——无论是外敌还是内民——都是可怕的,但对于公正和节制的人则是令人赞叹和尊敬的,并且对他们自己以及整个城邦都是有益的。
νὺξ μὲν δὴ διαγομένη τοιαύτη τις πρὸς πᾶσι τοῖς εἰρημένοις ἀνδρείαν ἄν τινα προσπαρέχοιτο ταῖς ψυχαῖς ἑκάστων τῶν ἐν ταῖς πόλεσιν· ἡμέρας δὲ ὄρθρου τε ἐπανιόντων παῖδας μὲν πρὸς διδασκάλους που τρέπεσθαι χρεών, ἄνευ ποιμένος δὲ οὔτε πρόβατα οὔτʼ ἄλλο οὐδέν πω βιωτέον, οὐδὲ δὴ παῖδας ἄνευ τινῶν παιδαγωγῶν οὐδὲ δούλους ἄνευ δεσποτῶν.
如此度过的夜晚,除了上述所有好处之外,还会给城邦中每个人的灵魂带来某种额外的勇气;到了白天,当黎明重现时,孩子们应当去教师那里,因为没有牧人,绵羊或其它任何东西都无法生存,同样,孩子们没有监护员,奴隶们没有主人,也无法生存。
ὁ δὲ παῖς πάντων θηρίων ἐστὶ δυσμεταχειριστότατον· ὅσῳ γὰρ μάλιστα ἔχει πηγὴν τοῦ φρονεῖν μήπω κατηρτυμένην, ἐπίβουλον καὶ δριμὺ καὶ ὑβριστότατον θηρίων γίγνεται.
而儿童是所有野兽中最难驾驭的;因为他们拥有的理性源泉尚未受到驯化,这就使得他们成为野兽中最具阴谋、最敏锐且最放肆的一种。
διὸ δὴ πολλοῖς αὐτὸ οἷον χαλινοῖς τισιν δεῖ δεσμεύειν, πρῶτον μέν, τροφῶν καὶ μητέρων ὅταν ἀπαλλάττηται, παιδαγωγοῖς παιδίας καὶ νηπιότητος χάριν, ἔτι δʼ αὖ τοῖς διδάσκουσιν καὶ ὁτιοῦν καὶ μαθήμασιν ὡς ἐλεύθερον· ὡς δʼ αὖ δοῦλον, πᾶς ὁ προστυγχάνων τῶν ἐλευθέρων ἀνδρῶν κολαζέτω τόν τε παῖδα αὐτὸν καὶ τὸν παιδαγωγὸν καὶ διδάσκαλον, ἐὰν ἐξαμαρτάνῃ τίς τι τούτων.
因此,必须用许多好似缰绳般的东西来束缚他:首先,当他离开乳母和母亲时,为了纠正其爱玩和年幼,要用监护员来管束他;进而,要用传授任何知识的教师和学习内容来管束他,视其为自由人;另一方面,如同对待奴隶那样,任何偶遇的自由人男子,在他们中有人犯错时,都可以惩罚孩子本人、其监护员和教师。
§7.809ΑΘ.ἂν δʼ αὖ προστυγχάνων τις μὴ κολάζῃ τῇ δίκῃ, ὀνείδει μὲν ἐνεχέσθω πρῶτον τῷ μεγίστῳ, ὁ δὲ τῶν νομοφυλάκων ἐπὶ τὴν τῶν παίδων ἀρχὴν ᾑρημένος ἐπισκοπείτω τοῦτον τὸν ἐντυγχάνοντα οἷς λέγομεν καὶ μὴ κολάζοντα δέον κολάζειν, ἢ κολάζοντα μὴ κατὰ τρόπον, βλέπων δὲ ἡμῖν ὀξὺ καὶ διαφερόντως ἐπιμελούμενος τῆς τῶν παίδων τροφῆς κατευθυνέτω τὰς φύσεις αὐτῶν, ἀεὶ τρέπων πρὸς τἀγαθὸν κατὰ νόμους.
雅典人:相反,如果碰巧遇到的人没有依法进行惩罚,首先让他承受最大的耻辱;而立法监护人中被选出主管儿童事务的那个人,应当监督这个正如我们所说碰到了他们、但在该惩罚时不予惩罚,或者惩罚得不合体统的人;他应当为我们敏锐地观察,并对儿童的养育投入异乎寻常的关切,从而引导他们的天性,使之始终依照法律转向善。
τοῦτον δὲ αὐτὸν αὖ πῶς ἂν ἡμῖν ὁ νόμος αὐτὸς παιδεύσειεν ἱκανῶς;
但是,这个主管者自己,法律又该如何为我们对他进行充分的教育呢?
νῦν μὲν γὰρ δὴ εἴρηκεν οὐδέν πω σαφὲς οὐδὲ ἱκανόν, ἀλλὰ τὰ μέν, τὰ δʼ οὔ· δεῖ δὲ εἰς δύναμιν μηδὲν παραλείπειν αὐτῷ, πάντα δὲ λόγον ἀφερμηνεύειν, ἵνα οὗτος τοῖς ἄλλοις μηνυτής τε ἅμα καὶ τροφεὺς γίγνηται.
因为目前法律还没有说出任何清晰或充分的东西,只是说了某些方面,而没有说其它方面;但法律必须尽其所能不遗漏任何事情,而是把所有的道理都阐释清楚,使此人能成为其他人的指示者和养育者。
τὰ μὲν οὖν δὴ χορείας πέρι μελῶν τε καὶ ὀρχήσεως ἐρρήθη, τίνα τύπον ἔχοντα ἐκλεκτέα τέ ἐστιν καὶ ἐπανορθωτέα καὶ καθιερωτέα· τὰ δὲ ἐν γράμμασι μὲν ὄντα, ἄνευ δὲ μέτρων, ποῖα καὶ τίνα μεταχειρίζεσθαι χρή σοι τρόπον, ὦ ἄριστε τῶν παίδων ἐπιμελητά, τοὺς ὑπὸ σοῦ τρεφομένους, οὐκ εἰρήκαμεν.
因此,关于合唱、歌曲和舞蹈的事情已经谈过了,即它们必须具有怎样的形式才能被挑选、修正和奉献;但是,对于那些用文字写成、却没有韵律的作品(散文),最优秀的儿童监督官啊,你该让那些由你抚育的孩子们以何种方式、去处理怎样的作品,我们还没有谈及。
καίτοι τὰ μὲν περὶ τὸν πόλεμον ἃ δεῖ μανθάνειν τε αὐτοὺς καὶ μελετᾶν ἔχεις τῷ λόγῳ, τὰ δὲ περὶ τὰ γράμματα πρῶτον, καὶ δεύτερον λύρας πέρι καὶ λογισμῶν, ὧν ἔφαμεν δεῖν ὅσα τε πρὸς πόλεμον καὶ οἰκονομίαν καὶ τὴν κατὰ πόλιν διοίκησιν χρῆναι ἑκάστους λαβεῖν, καὶ πρὸς τὰ αὐτὰ ταῦτα ἔτι τὰ χρήσιμα τῶν ἐν ταῖς περιόδοις τῶν θείων, ἄστρων τε πέρι καὶ ἡλίου καὶ σελήνης, ὅσα διοικεῖν ἀναγκαῖόν ἐστιν περὶ ταῦτα πάσῃ πόλει—τίνων δὴ πέρι λέγομεν;
然而,关于战争中他们必须学习和操练的事,你已经在我们的论述中掌握了;但另一方面,首先是关于文字的事,其次是关于竖琴和计算的事,对于这些,我们曾说过每个人都必须掌握为了战争、家政和城邦管理所必需的程度;以及为了这些同样的目的,关于神圣事物运行周期中的有益部分,包括恒星、太阳和月亮,这些是每个城邦在这一领域里必须妥善管理的事情——我们究竟是在谈论什么呢?
ἡμερῶν τάξεως εἰς μηνῶν περιόδους καὶ μηνῶν εἰς ἕκαστον τὸν ἐνιαυτόν, ἵνα ὧραι καὶ θυσίαι καὶ ἑορταὶ τὰ προσήκοντʼ ἀπολαμβάνουσαι ἑαυταῖς ἕκασται τῷ κατὰ φύσιν ἄγεσθαι, ζῶσαν τὴν πόλιν καὶ ἐγρηγορυῖαν παρεχόμεναι, θεοῖς μὲν τὰς τιμὰς ἀποδιδῶσιν, τοὺς δὲ ἀνθρώπους περὶ αὐτὰ μᾶλλον ἔμφρονας ἀπεργάζωνται—ταῦτα οὔπω σοι πάντα ἱκανῶς, ὦ φίλε, παρὰ τοῦ νομοθέτου διείρηται· πρόσεχε δὴ τὸν νοῦν τοῖς μετὰ ταῦτα μέλλουσιν ῥηθήσεσθαι.
是在谈论将日子安排进月的周期、将月安排进每一年的秩序,以便让各个季节、祭祀和节日都获得各自合宜的位置,由于它们是依循自然而举行的,使城邦保持活力和警醒,既向神明献上尊荣,又使人们在这些事情上更加明智——我的朋友,这些事情还没有被立法者向你全部充分地规定清楚;请对接下来要说的事情加以注意。
γραμμάτων εἴπομεν ὡς οὐχ ἱκανῶς ἔχεις πέρι τὸ πρῶτον, ἐπικαλοῦντες τί τῇ λέξει;
我们说过,首先关于文字,你还没有得到充分的规定,我们以此说辞是指责它什么呢?
τόδε, ὡς οὔπω διείρηκέ σοι πότερον εἰς ἀκρίβειαν τοῦ μαθήματος ἰτέον τὸν μέλλοντα πολίτην ἔσεσθαι μέτριον ἢ τὸ παράπαν οὐδὲ προσοιστέον· ὡς δʼ αὕτως καὶ περὶ λύραν.
即:法律还没有向你详细规定,一个将要成为合格公民的人,是否应该把这门学问学到极其精确的程度,还是说根本完全不该接触;对于竖琴也是同样的情况。
προσοιστέον μέντοι νῦν φαμεν.
然而,我们现在主张应当让他们去接触。