§7.804ΑΘ. ὁποῖα δὲ ᾄδων ἄν τις καὶ ὀρχούμενος ἀμφότερα ταῦτα πράττοι, τὸ μὲν τῶν τύπων εἴρηται καὶ καθάπερ ὁδοὶ τέτμηνται καθʼ ἃς ἰτέον, προσδοκῶντα καὶ τὸν ποιητὴν εὖ λέγειν τὸ—
"
Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται·
ΑΘ. しかし、どのような歌を歌い、またどのような踊りを踊りながら、これら両方を行うべきかについては、型に関してはすでに語られ、進むべき道が切り開かれたかのようであり、詩人もまたうまく語っていると期待しつつ。 ―― 「テレマコスよ、あることはお前自身が心の中で思い浮かべるであろうし、またあることは神霊がそそのかしてくれるであろう。
οὐ γὰρ ὀίω
οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
神々の意に反して、お前が生まれ、また育てられたとは、私は思わないからだ。
"
ταὐτὸν δὴ καὶ τοὺς ἡμετέρους τροφίμους δεῖ διανοουμένους τὰ μὲν εἰρημένα ἀποχρώντως νομίζειν εἰρῆσθαι, τὰ δὲ καὶ τὸν δαίμονά τε καὶ θεὸν αὐτοῖσιν ὑποθήσεσθαι θυσιῶν τε πέρι καὶ χορειῶν, οἷστισί τε καὶ ὁπότε ἕκαστα ἑκάστοις προσπαίζοντές τε καὶ ἱλεούμενοι κατὰ τὸν τρόπον τῆς φύσεως διαβιώσονται, θαύματα ὄντες τὸ πολύ, σμικρὰ δὲ ἀληθείας ἄττα μετέχοντες.
」実に、我々の被教育者たちも同じように考えて、すでに語られたことは十分に定められたと見なすべきであり、他のことは神霊や神自身が彼らに、犠牲や舞踏について、いかなるものに、いかなる時に、それぞれ戯れつつ、また神々を宥めつつ、彼らの本性のあり方に従って生涯を送るべきかを、そそのかしてくれるであろう。 彼らは大部分が操り人形であり、真理にはわずかしかあずかっていないが。
ΜΕ. παντάπασι τὸ τῶν ἀνθρώπων γένος ἡμῖν, ὦ ξένε, διαφαυλίζεις.
ΜΕ. 外国人よ、あなたは我々の人間という種族を完全に過小評価していますね。
ΑΘ. μὴ θαυμάσῃς, ὦ Μέγιλλε, ἀλλὰ σύγγνωθί μοι·
ΑΘ. メギロスよ、驚かないで、私を許してほしい。
πρὸς γὰρ τὸν θεὸν ἀπιδὼν καὶ παθὼν εἶπον ὅπερ εἴρηκα νῦν.
神を見つめ、心を動かされて、私は今言ったことを言ったのだから。
ἔστω δʼ οὖν τὸ γένος ἡμῶν μὴ φαῦλον, εἴ σοι φίλον, σπουδῆς δέ τινος ἄξιον.
しかし、もしあなたに好ましいなら、我々の種族は卑しいものではなく、何らかの真剣さに値するものということにしておこう。
τὸ δʼ ἑξῆς τούτοις, οἰκοδομίαι μὲν εἴρηνται γυμνασίων ἅμα καὶ διδασκαλείων κοινῶν τριχῇ κατὰ μέσην τὴν πόλιν, ἔξωθεν δὲ ἵππων αὖ τριχῇ περὶ τὸ ἄστυ γυμνάσιά τε καὶ εὐρυχώρια, τοξικῆς τε καὶ τῶν ἄλλων ἀκροβολισμῶν ἕνεκα διακεκοσμημένα, μαθήσεώς τε ἅμα καὶ μελέτης τῶν νέων·
この次に続くこととして、体育場と、中等までの共通の学校の建物が、市の中心部に3箇所にわたって、またその外側に馬のための体育場と広い場所が、やはり市の周囲の3箇所にわたって、弓術や他の狙撃のために、若者たちの学習と練習のために整えられていると、すでに語られた。
εἰ δʼ ἄρα μὴ τότε ἱκανῶς ἐρρήθησαν, νῦν εἰρήσθω τῷ λόγῳ μετὰ νόμων.
もしあのとき十分に語られていなかったなら、今、法を伴う議論において語られたとしよう。
ἐν δὲ τούτοις πᾶσιν διδασκάλους ἑκάστων πεπεισμένους μισθοῖς οἰκοῦντας ξένους διδάσκειν τε πάντα ὅσα πρὸς τὸν πόλεμόν ἐστιν μαθήματα τοὺς φοιτῶντας ὅσα τε πρὸς μουσικήν, οὐχ ὃν μὲν ἂν ὁ πατὴρ βούληται, φοιτῶντα, ὃν δʼ ἂν μή, ἐῶντα τὰς παιδείας, ἀλλὰ τὸ λεγόμενον πάντʼ ἄνδρα καὶ παῖδα κατὰ τὸ δυνατόν, ὡς τῆς πόλεως μᾶλλον ἢ τῶν γεννητόρων ὄντας, παιδευτέον ἐξ ἀνάγκης.
これらすべてにおいて、それぞれの教師たちを、報酬によって説得されて居住する外国人を、雇用して、戦争に関するすべての学習事項を、また音楽に関するすべての学習事項を、通う者たちに教えさせるべきである。 父親が望む者が通い、望まない者は教育を免除されるのではなく、いわゆる「すべての男も子供も」、できる限り、彼らは親のものであるよりはむしろ国家のものであるから、義務として教育されなければならない。
τὰ αὐτὰ δὲ δὴ καὶ περὶ θηλειῶν ὁ μὲν ἐμὸς νόμος ἂν εἴποι πάντα ὅσαπερ καὶ περὶ τῶν ἀρρένων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν·
そして、女性についても、私の法は、男性について語ったことと全く同じことを語るだろう。 すなわち、女性も同様に訓練すべきであると。
καὶ οὐδὲν φοβηθεὶς εἴποιμʼ ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἂν εἴη, γυναιξὶ δὲ οὐκ ἂν πρέπον.
私は、乗馬についても体育についても、男性にはふさわしいが女性にはふさわしくないなどということを恐れることなく、この議論を語るだろう。
§7.805ΑΘ.ἀκούων μὲν γὰρ δὴ μύθους παλαιοὺς πέπεισμαι, τὰ δὲ νῦν ὡς ἔπος εἰπεῖν οἶδα ὅτι μυριάδες ἀναρίθμητοι γυναικῶν εἰσι τῶν περὶ τὸν Πόντον, ἃς Σαυρομάτιδας καλοῦσιν, αἷς οὐχ ἵππων μόνον ἀλλὰ καὶ τόξων καὶ τῶν ἄλλων ὅπλων κοινωνία καὶ τοῖς ἀνδράσιν ἴση προστεταγμένη ἴσως ἀσκεῖται.
ΑΘ. というのも、私は古い神話を聞いて確信しており、また現在は、言うなれば、ポントス周辺に住む数知れない何万人もの女性たち、サウロマティデスと呼ばれる者たちがいることを知っている。 彼女たちには馬だけでなく、弓やその他の武器の共有も男性と等しく課されており、等しく訓練されている。
λογισμὸν δὲ πρὸς τούτοις περὶ τούτων τοιόνδε τινὰ ἔχω·
これらに加えて、私はこれらについて次のような推論を持っている。
φημί, εἴπερ ταῦτα οὕτω συμβαίνειν ἐστὶν δυνατά, πάντων ἀνοητότατα τὰ νῦν ἐν τοῖς παρʼ ἡμῖν τόποις γίγνεσθαι τὸ μὴ πάσῃ ῥώμῃ πάντας ὁμοθυμαδὸν ἐπιτηδεύειν ἄνδρας γυναιξὶν ταὐτά.
私は、もしこれらのことがそのように実現可能であるなら、現在我々の地域で行われていることは、すべての男性と女性が同じ事柄を全力を挙げて一丸となって営まないという点において、最も愚かなことであると主張する。
σχεδὸν γὰρ ὀλίγου πᾶσα ἡμίσεια πόλις ἀντὶ διπλασίας οὕτως ἔστιν τε καὶ γίγνεται ἐκ τῶν αὐτῶν τελῶν καὶ πόνων·
というのも、ほとんどどの国家も、本来あるべき2倍の力の代わりに、ほぼ半分になってしまっているからである。 同じ税や労苦から生じているにもかかわらず。
καίτοι θαυμαστὸν ἂν ἁμάρτημα νομοθέτῃ τοῦτʼ αὐτὸ γίγνοιτο.
しかし、立法者にとって、まさにこのことは驚くべき過ちとなるであろう。
ΚΛ. ἔοικέν γε·
ΚΛ. そのようですね。
ἔστι μέντοι πάμπολλα ἡμῖν, ὦ ξένε, παρὰ τὰς εἰωθυίας πολιτείας τῶν νῦν λεγομένων.
しかし外国人よ、今言された事柄の中には、現在の慣習的な国制に反するものが非常に多くあります。
ἀλλὰ γὰρ εἰπὼν τὸν μὲν λόγον ἐᾶσαι διεξελθεῖν, εὖ διελθόντος δέ, οὕτω τὸ δοκοῦν αἱρεῖσθαι δεῖν, μάλα εἶπές τε ἐμμελῶς, πεποίηκάς τέ με τὰ νῦν αὐτὸν ἐμαυτῷ ἐπιπλήττειν ὅτι ταῦτα εἴρηκα·
しかし、議論を最後まで進めることを許し、それが首尾よく語り終えられたときに、適切と思われるものを選択すべきであると述べたのは、非常に穏当であり、今や私自身に、なぜそのようなことを言ったのかと自省させるほどです。
λέγε οὖν τὸ μετὰ ταῦτα ὅτι σοι κεχαρισμένον ἐστίν.
では、あなたの気に入るように、この次のことを語ってください。
ΑΘ. τόδε ἔμοιγε, ὦ Κλεινία, ὃ καὶ πρόσθεν εἶπον, ὡς, εἰ μὲν ταῦτα ἦν μὴ ἱκανῶς ἔργοις ἐληλεγμένα ὅτι δυνατά ἐστι γίγνεσθαι, τάχα ἦν ἄν τι καὶ ἀντειπεῖν τῷ λόγῳ, νῦν δὲ ἄλλο τί που ζητητέον ἐκείνῳ τῷ τοῦτον τὸν νόμον μηδαμῇ δεχομένῳ, τὸ δʼ ἡμέτερον διακέλευμα ἐν τούτοις οὐκ ἀποσβήσεται τὸ μὴ οὐ λέγειν ὡς δεῖ παιδείας τε καὶ τῶν ἄλλων ὅτι μάλιστα κοινωνεῖν τὸ θῆλυ γένος ἡμῖν τῷ τῶν ἀρρένων γένει.
ΑΘ. クレイニアスよ、私が先ほども言ったこと、すなわち、もしこれらのことが、実現可能であることが実際の事実によって十分に検証されていなかったならば、おそらく議論に反論することもできただろうが、今や、この法律をどうしても受け入れない者は、何か別のことを探求せねばならないだろう。 我々の勧告は、これらの点において、女性という種族が男性という種族と教育やその他の事柄をできる限り共有すべきであると語ることを、決してやめはしない。
καὶ γὰρ οὖν οὑτωσί πως δεῖ περὶ αὐτῶν διανοηθῆναι.
かつまた、我々は彼女たちについて次のように考えねばならない。
φέρε, μὴ μετεχουσῶν ἀνδράσι γυναικῶν κοινῇ τῆς ζωῆς πάσης, μῶν οὐκ ἀνάγκη γενέσθαι γέ τινα τάξιν ἑτέραν αὐταῖς;
さあ、もし女性が男性と共同で人生のすべてを共有しないなら、彼女たちのために何か別の秩序が成立することは避けられないのではないか。
ΚΛ. ἀνάγκη μὲν οὖν.
ΚΛ. 避けられませんとも。
ΑΘ. τίνα οὖν ἔμπροσθεν τῶν νῦν ἀποδεδειγμένων θεῖμεν ἂν τῆς κοινωνίας ταύτης ἣν νῦν αὐταῖς ἡμεῖς προστάττομεν;
ΑΘ. では、我々が今彼女たちに課しているこの共同の代わりに、現在示されているもののうち、以前のいかなるものを我々は据えるべきであろうか。
πότερον ἣν Θρᾷκες ταῖς γυναιξὶν χρῶνται καὶ πολλὰ ἕτερα γένη, γεωργεῖν τε καὶ βουκολεῖν καὶ ποιμαίνειν καὶ διακονεῖν μηδὲν διαφερόντως τῶν δούλων;
トラキア人や他の多くの民族が女性を用いている方法、すなわち、耕作させ、牛を追わせ、羊を飼わせ、奴隷と何ら変わらずに仕えさせる方法だろうか。
ἢ καθάπερ ἡμεῖς ἅπαντές τε οἱ περὶ τὸν τόπον ἐκεῖνον;
それとも、この地域の我々すべてがそうであるようにだろうか。
νῦν γὰρ δὴ τό γε παρʼ ἡμῖν ὧδέ ἐστιν περὶ τούτων γιγνόμενον·
というのも、我々のところでは、これらについて次のように行われているからである。
εἴς τινα μίαν οἴκησιν συμφορήσαντες, τὸ λεγόμενον, πάντα χρήματα, παρέδομεν ταῖς γυναιξὶν διαταμιεύειν τε καὶ κερκίδων ἄρχειν καὶ πάσης ταλασίας.
一つの住居に、いわゆるすべての財産を集めて、女性たちにそれを管理させ、糸車の支配や、すべての紡績を委ねているのだ。